← ギリシア詞華集

ギリシア詞華集 2

§8.78-8.89

家族の死順と自らの生涯および兄弟の早逝の回顧

グレゴリオスは家族(カイサリオス、ゴルゴニア、父、母)が世を去った順序を回顧し、自らの生涯、召命、司祭職、苦難を詠む。続いて、老いた両親のために用意されながらも若くして先に亡くなった兄弟カイサリオスを葬ることとなった墓の過酷な運命を悼む。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
78

​Gregorius Nazianzenus τίς πρῶτος καὶ τίς μετέπειτα ἀπῆρε πρῶτος Καισάριος ξυνὸν ἄχος· αὐτὰρ ἔπειτα Γοργόνιον, μετέπειτα πατὴρ φίλος· οὐ μετὰ δηρὸν μήτηρ. ὦ λυπρὴ παλάμη καὶ γράμματα λυπρὴ Γρηγορίου· γράψω καὶ ἐμὸν μόρον ὑστατίου περ.1

ナジアンゾスのグレゴリオス、誰が最初に、誰がその後に去ったか 最初にカイサリオス、共通の悲哀。だがその後に ゴルゴニア、その後に愛する父。それからほどなく 母。ああ、悲痛なる手、悲痛なる グレゴリオスの文字よ。最後に残された者ながら、私もまたみずからの定めの運命を記そう。 ナジアンゾスのグレゴリオス、自身へ

​Gregorius Nazianzenus εἰς ἑαυτόν πρῶτα μὲν εὐξαμένῃ με Θεὸς πόρε μητρὶ φαεινῇ· δεύτερον, ἐκ μητρὸς δῶρον ἔδεκτο φίλον τὸ τρίτον αὖ, θνῄσκοντά μʼ ἁγνὴ ἐσάωσε τράπεζα· τέτρατον, ἀμφήκη μῦθον ἔδωκε Λόγος· πέμπτον, παρθενίη με φίλοις προσπτύξατʼ ὀνείροις· ἕκτον, Βασιλίῳ σύμπνοα ἱρὰ φέρον ἕβδομον, ἐκ βυθίων με Φερέσβιος ἥρπασε κόλπων ὄγδοον εὗ νούσοις ἐξεκάθηρα χέρας· εἴνατον ὁπλοτέρῃ Τριάδʼ ἤγαγον, ὦ ἄνα, Ῥώμῃ· βέβλημαι δέκατον λάεσιν ἠδὲ φίλοις.

第一に、祈る輝かしい母に神は私を授けたもうた。 第二に、母からの愛する贈り物として神は私を受け入れたもうた。 第三に、死にかけていた私を清らかな祭壇が救った。 第四に、言が私に両刃の言葉を授けたもうた。 第五に、童貞の純潔が親しき夢の中で私を抱擁した。 第六に、バシレイオスとともに心を通わせ聖なる務めを執り行った。 第七に、深き淵の懐から生命を育む神が私を救い出したもうた。 第八に、病において私は両手をよく清めた。 第九に、若きローマに、主よ、私は三位一体をもたらした。 第十に、私は石と友らによって打たれた。

80

​Gregorius Nazianzenus εἰς ἑαυτόν Ἑλλὰς ἐμὴ, νεότης τε φίλη, καὶ ὅσσα πεπάσμην, καὶ δέμας, ὡς Χριστῷ εἴξατε προφρονέως. εἰ δʼ ἱερῆα φίλον με Θεῷ θέτο μητέρος εὐχὴ καὶ πατρὸς παλάμη, τίς φθόνος; ἀλλά, μάκαρ, σοῖς με, Χριστέ, χοροῖσι δέχου, καὶ κῦδος ὀπάζοις υἱέι Γρηγορίου σῷ λάτρι Γρηγορίῳ.

ナジアンゾスのグレゴリオス、自身へ 私のギリシアよ、愛する青春よ、私が持っていたすべてのものよ、 そして我が肉体よ、そなたらはいかに心からキリストに服従したことか。 もし母の祈りと父の手が 私を神に愛される司祭としたのなら、何の妬みがあろうか。さあ、至福なる キリストよ、御身の聖歌隊へ私を迎え入れ、グレゴリオスの 子にして御身のしもべなるグレゴリオスに誉れを与えたまえ。

​Gregorius Nazianzenus ἐπὶ τῷ ἰδίῳ τάφῳ Γρηγορίου Νόννης τε φίλον τέκος ἐνθάδε κεῖται τῆς ἱερῆς Τριάδος Γρηγόριος θεράπων, καὶ σοφίῃ Σοφίης δεδραγμένος,2 ἠίθεός τε οἶον πλοῦτον ἔχων ἐλπίδʼ ἐπουρανίην.

ナジアンゾスのグレゴリオス、自身の墓へ グレゴリオスとノンナの愛する子、聖なる三位一体の しもべグレゴリオスがここに横たわる。 知恵によって神の「知恵」を捉え、天上の希望を 唯一の富として保った未婚の男。

​Gregorius Nazianzenus εἰς ἑαυτόν τυτθὸν ἔτι ζώεσκες ἐπὶ χθονί, πάντα δὲ Χριστῷ δῶκας ἑκών, σὺν τοῖς καὶ πτερόεντα λόγον νῦν δʼ ἱερῆα μέγαν σε καὶ οὐρανίοιο χορείης οὐρανὸς ἐντὸς ἔχει, κύδιμε Γρηγόριε.

ナジアンゾスのグレゴリオス、自身へ 地上においてそなたはなおわずかの間しか生きず、進んですべてを キリストに捧げた、それらとともに翼ある言葉をも。 今や栄えあるグレゴリオスよ、天がそなたを大いなる司祭として、 また天上の合唱隊の一員として内に抱いている。 ナジアンゾスのグレゴリオス、自身へ

​Gregorius Nazianzenus εἰς ἑαυτόν ἔκ με βρέφους ἐκάλεσσε Θεὸς νυχίοισιν ὀνείροις· ἤλυθον ἐς σοφίης πείρατα, σάρκα Λόγῳ ἥγνισα καὶ κραδίην· κόσμου φλόγα γυμνὸς ἀλύξας, ἔστην σὺν Ἀαρὼν Γρηγορίῳ γενέτῃ.

幼子の時から私を神は夜ごとの夢によって召された。 私は知恵の極みに達し、言のために肉体と 心を清めた。世の炎を身一つで逃れ、 私は父なるアロン、グレゴリオスとともに立った。

​Gregorius Nazianzenus εἰς ἑαυτόν πατρὸς ἐγὼ ζαθέοιο καὶ οὔνομα καὶ θρόνον ἔσχον, καὶ τάφον· ἀλλά, φίλος, μνώεο Γρηγορίου, Γρηγορίου, τὸν μητρὶ θεόσδοτον ὤπασε Χριστὸς φάσμασιν ἐννυχίοις, δῶκε δʼ ἔρον σοφίης.

ナジアンゾスのグレゴリオス、自身へ 尊き父の名と座所、そして墓を 私は受け継いだ。だが友よ、グレゴリオスを心に留めよ、 夜の幻において母に神から授けられたものとしてキリストが与え、 知恵への愛を授けたもうた、あのグレゴリオスを。

85

​Gregorius Nazianzenus εἰς Καισάριον τὸν ἑαυτοῦ ἀδελφόν σχέτλιός ἐστιν ὁ τύμβος. ἔγωγε μὲν οὔποτʼ ἐώλπειν, ὥς ῥα κατακρύψει τοὺς πυμάτους προτέρους3 αὐτὰρ ὃ Καισάριον, ἐρικυδέα υἷα τοκήων, τῶν προτέρων πρότερον δέξατο· ποῖα δίκη;

ナジアンゾスのグレゴリオス、自身の兄弟カイサリオスへ 無情なるはこの墓である。最後に生まれた者を 先に隠すことになろうとは、私自身決して思いもしなかった。 しかるに墓は両親の名高き息子カイサリオスを、 先立つ者たちよりも先に受け入れた。いかなる正義か。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν οὐκ ἔσθʼ ὁ τύμβος αἴτιος· μὴ λοιδόρει. φθόνου τόδʼ ἐστὶν ἔργον πῶς δʼ ἤνεγκεν ἂν νέον γερόντων εἰσορῶν σοφώτερον;

ナジアンゾスのグレゴリオス、同じカイサリオスへ 墓には罪はない。墓を罵るな。 これは嫉妬の業なのだ。老人たちよりも賢き若者を見て、 嫉妬がどうして耐えられようか。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν Γρηγόριε, θνητῶν μὲν ὑπείροχον ἔλλαχες υἷα κάλλεϊ καὶ σοφίῃ, καὶ βασιλῆι φίλον κρείσσονα δʼ οὐκέτι πάμπαν ἀπηλεγέος θανάτοιο. ἦ μὴν ὠιόμην ἀλλὰ τί φησὶ τάφος; “τέτλαθι· Καισάριος μὲν ἀπέφθιτο· ἀλλὰ μέγιστον υἱέος εὖχος ἔχεις, υἱέος ἀντὶ φίλου.”

ナジアンゾスのグレゴリオス、同じカイサリオスへ グレゴリオスよ、そなたは美と知恵において死すべき者らの中で傑出し、 王に愛された息子を得た。 だが容赦なき死に打ち勝つ者では決してなかった。 まことに私はそう思っていた。だが墓は何と語るのか。 「耐えるがよい。カイサリオスは滅び去った。だがそなたは 愛する息子の代わりに、息子による最大の誉れを得ているのだ。」

​Gregorius Nazianzenus εἰς τοὺς γονεῖς τοῦ μεγάλου Γρηγορίου καὶ Καισαρίου ὥριοι εἰς τάφον ἦμεν, ὅτʼ ἐνθάδε τοῦτον ἔθηκαν λᾶαν ἐφʼ ἡμετέρῳ γήραϊ λαοτόμοι· ἀλλʼ ἡμῖν μὲν ἔθηκαν ἔχει δέ μιν οὐ κατὰ κόσμον Καισάριος, τεκέων ἡμετέρων πύματος. ἔτλημεν πανάποτμα, τέκος, τέκος· ἀλλὰ τάχιστα δέξαι ἐς ὑμέτερον τύμβον ἐπειγομένους.

ナジアンゾスのグレゴリオス、偉大なるグレゴリオスとカイサリオスの両親へ 石工たちが我らの老境のためにこの石をここに置いた時、 我らは墓に入るにふさわしい時を迎えていた。 だが彼らは我らのために置いたのに、理に反してそれを占めているのは 我らの子らの最後であるカイサリオスだ。 我らはこの上なく過酷な運命を耐え忍んだ、我が子よ、我が子よ。だが そなたの墓へと急ぐ我らを、一刻も早く迎えるがよい。

​Gregorius Nazianzenus εἰς τὸν αὐτὸν Καισάριον τόνδε λίθον τοκέες μὲν ἑὸν τάφον ἐστήσαντο, ἐλπόμενοι ζωῆς μοῖραν ἔχειν ὀλίγην Καισαρίῳ δʼ υἱῆι πικρὴν χάριν οὐκ ἐθέλοντες δῶκαν, ἐπεὶ πρότερος τοῦδε λύθη βιότου.

ナジアンゾスのグレゴリオス、同じカイサリオスへ 両親はみずからの墓としてこの石を建てた、 命の残された分け前がわずかであると見込んで。 だが望まずして苦き恵みを息子カイサリオスに 彼らは与えた、彼が両親よりも先にこの命から解き放たれたがゆえに。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν γῆρας ἐμὸν δήθυνεν ἐπὶ χθονί· ἀντὶ δὲ πατρὸς λᾶαν ἔχεις, τεκέων φίλτατε, Καισάριε. τίς νόμος; οἷα δίκη; θνητῶν ἄνα, πῶς τόδʼ ἔνευσας; ὦ μακροῦ βιότου, ὦ ταχέος θανάτου.

ナジアンゾスのグレゴリオス、同じカイサリオスへ 私の老境は地上で引き延ばされた。そして父の代わりに そなたは石を占めている、子らの中で最も愛するカイサリオスよ。 いかなる掟か。いかなる正義か。死すべき者らの支配者よ、いかにしてこれを認めたもうたのか。 ああ、長き生涯よ、ああ、速やかなる死よ。

構文注3 件
  1. 8.78ἐμὸν μόρον ὑστατίου περ

    属格の形容詞句「ὑστατίου περ」(たとえ最後の一人であっても)は、所有形容詞「ἐμόν」(私の)に含意される一人称単数代名詞の属格の意味上の主語(μου)と格一致している(代名詞的形容詞に対する属格の一致)。

  2. 8.81σοφίῃ Σοφίης δεδραγμένος

    同語反復的修辞(ポリュプトトン)において、分詞「δεδραγμένος」(捕らえた、掌握した)は接触・把握を表す動詞として目的語に属格「Σοφίης」(神的な「知恵」)を取り、手前の与格「σοφίῃ」は手段・方法の与格(人間の「知恵・学問」によって)として機能している。

  3. 8.85τοὺς πυμάτους προτέρους

    対格目的語「τοὺς πυμάτους」(最後に生まれた者たち=年少者)に対し、「προτέρους」(先立つ者たちよりも先に)が述語的に置かれ、時間的順序の転倒を際立たせている。直後の「τῶν προτέρων πρότερον」と呼応し、親より先に子が死ぬという自然の順序の逆転を強調する構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:8.78-8.89