← ギリシア詞華集

ギリシア詞華集 2

§8.105-8.118

盗墓者への叱責とマルティニアノスの墓碑銘

グレゴリオスは盗墓者を激しく非難し、高官・戦士・文人であった名士マルティニアノスの死と墓の不可侵性を連続して詠み、最後にリビアとその家族の墓堂を称える。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
105

​Gregorius Nazianzenus κατὰ τυμβωρύχου οὔρεά σοι καὶ πόντος, ἀτάσθαλε, καὶ πεδίοισι τέρπῃ πυροφόροις τετραπόδων τʼ ἀγέλαις· καὶ χρυσοῖο τάλαντα καὶ ἄργυρος, εὐγενέες τε λᾶες καὶ Σηρῶν νήματα λεπταλέα, πάντα βίος ζωοῖσι· λίθοι δʼ ὀλίγοι τε φίλοι τε τοῖς φθιμένοις. σὺ δέ μοι κἀνθάδε χεῖρα φέρεις, οὐδὲ σὸν αἰδόμενος, τλῆμον, τάφον, ὅν τις ὀλέσσει ἄλλος σοῖσι νόμοις, χερσὶ δικαιοτέραις,

ナジアンゾスのグレゴリオス、墓泥棒に対して 無法者よ、山々もお前のもの、海もお前のもの、穀物実る平野や 四足の獣の群れにお前は歓びを得ている。 黄金のタラントンも銀も、高貴な宝石も、 セレース人の紡ぐ繊細な糸も、 すべて生ける者たちの生活の糧だ。だが死者たちにとっては、わずかで親しい石だけがすべてなのだ。 それなのに、お前は私に対してもここへ手を伸ばすのか、 哀れな者よ、お前自身の墓をも畏れずに。その墓はやがて別の者が お前のやり方に倣い、より正義に適った手で破壊することになるだろうに。

​Gregorius Nazianzenus εἰς Μαρτινιανόν ἡνίκα Μαρτινιανὸς ἔδυ χθόνα, μητέρα πάντων, πᾶσα μὲν Αὐσονίων ἐστονάχησε πόλις· πᾶσα δὲ Σικανίη τε, καὶ εὐρέα πείρατα γαίης κείρατʼ, ἀπʼ ἀνθρώπων οἰχομένης Θέμιδος. ἡμεῖς δʼ ἀντί νυ σεῖο τάφον μέγαν ἀμφιέποντες, αἰὲν ἐπερχομένοις δώσομεν ὥς τι σέβας·

ナジアンゾスのグレゴリオス、マルティニアノスへ 万物の母なる大地へとマルティニアノスが沈んだとき、 アウソニアの町は挙って嘆き声をあげた。 シケリア全土も、大地の広大なる果ても、 人間のもとからテミスが去ったゆえに髪を切り落とした。 だが我らはそなたの代わりに大きな墓を守り育て、 絶えず訪れる者たちへ、ひとつの崇敬の対象として与えよう。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν οἱ Χριστὸν φορέοντες ἀκούσατε, οἵ τε θέμιστας εἰδότες ἡμερίων καὶ φθιμένων ὁσίην πάντα λιπών, βασιλῆα, πάτρην, γένος, εὖχος ὑπάρχων, αἰαῖ, πᾶσιν ὁμῶς νῦν κόνις εἴμʼ ὀλίγη, Μαρτινιανὸς πᾶσι τετιμένος· ἀλλʼ ἐπὶ τύμβῳ βάλλειν ἡμετέρῳ δάκρυα, μὴ παλάμας.1

ナジアンゾスのグレゴリオス、同じ人へ キリストを身に帯びる者たちよ、聞け。地上の者たちの法と 死者たちへの敬虔の定めを知る者たちよ。 王も、祖国も、家柄も、総督としての誉れも、すべてを捨てて、 ああ、万民と同じく、いま私はわずかな塵となった、 万民から尊ばれたマルティニアノスである。 さあ、我が墓の上には涙を注ぐがよい、手を振り下ろすのではなく。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν μουσοπόλον, ῥητῆρα, δικασπόλον, ἄκρον ἅπαντα, τύμβος ὅδʼ εὐγενέτην Μαρτινιανὸν ἔχω, ναυμάχον ἐν πελάγεσσιν, ἀρήιον ἐν πεδίοισιν ἀλλʼ ἀποτῆλε τάφου, πρίν τι κακὸν παθέειν.

ナジアンゾスのグレゴリオス、同じ人へ 詩人にして弁論家、裁きの司、あらゆることの頂点であり、 海においては海戦の戦士、野においては戦士であった 高貴なるマルティニアノスを、この墓である私が抱いている。 だが墓からは遠く離れよ、何らかの災難を被らぬうちに。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν μὴ πόλεμον φθιμένοισιν — ἅλις ζώοντες, ἀλιτροὶ — μὴ πόλεμον φθιμένοις Μαρτινιανὸς ἐγὼ ταῦτα πάσιν ζῴοις ἐπιτέλλομαι. οὐ θέμις ἐστὶν τῶν ὀλίγων φθονέειν τοῖς φθιμένοισι λίθων.

ナジアンゾスのグレゴリオス、同じ人へ 死者たちに戦いを挑むな――生ける者たちよ、罪深き者たちよ、もう十分だ―― 死者たちに戦いを挑むな。私マルティニアノスが すべての生ける者たちへこのことを命ずる。 死者たちに属するわずかな石を妬むことは正義ではない。

110

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν Θέμι, τῆς πολλοῖσιν ἐγὼ νώμησα τάλαντα ὦ φοβεραὶ ψυχῶν μάστιγες οὐχ ὁσίων οὗτος ἐμοῖσι λίθοισι φέρει στονόεντα σίδηρον οὗτος ἐμοί. φεῦ, φεῦ· ποῦ δὲ λίθος Σισύφου;

ナジアンゾスのグレゴリオス、同じ人へ テミスよ、多くの人々に私がその天秤を振るって裁きを与えた法よ、 ああ、不敬な魂を打つ恐るべき鞭よ。 この男は私の石へと嘆かわしい鉄の刃を向けている、 この私へと向けているのだ。ああ、シシュポスの石はどこにあるのか。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν ὄλβιος, εὐγήρως, ἄνοσος θάνον, ἐν βασιλῆος πρῶτα φέρων, ἱερῆς ἄκρον ἔχων σοφίης· εἴ τινα Μαρτινιανὸν ἀκούετε· ἀλλʼ ἀπὸ τύμβου, μηδὲ φέρειν ἐπʼ ἐμοὶ δυσμενέας παλάμας.

ナジアンゾスのグレゴリオス、同じ人へ 至福のうちに、良き老いとともに、病なく私は死んだ。王宮において 第一の座を占め、神聖な知恵の頂点を極めたのちに。 もしそなたらが、あのマルティニアノスの名を聞いたことがあるならば。 だが墓から立ち去れ、私に対して敵意の手を向けるな。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν χάζεο, χάζεο τῆλε· κακὸν τὸν ἄεθλον ἐγείρεις, λᾶας ἀνοχλίζων καὶ τάφον ἡμέτερον· χάζεο· Μαρτινιανὸς ἐγώ, καὶ ζῶσιν ὄνειαρ καὶ νέκυς οὐκ ὀλίγον ἐνθάδε κάρτος ἔχω.

ナジアンゾスのグレゴリオス、同じ人へ 退け、遠くへ退け。お前は災いなる戦いを呼び起こしている、 石をこじ開け、我らの墓を損なおうとして。 退け。私はマルティニアノスであり、生ける者たちへの助け手であり、 死してなお、ここにおいて少なからぬ力を持っている。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν Καππαδοκῶν μέγʼ ἄεισμα, φαάντατε Μαρτινιανέ, σεῖο, βροτῶν γενεή, καὶ τάφον αἰδόμεθα· ὃς ποτʼ ἔης βασιλῆος ἐν ἕρκεσι κάρτος ὑπάρχων, δουρὶ δὲ Σικανίην κτήσαο καὶ Λιβύην.

ナジアンゾスのグレゴリオス、同じ人へ カッパドキアの人々の大いなる賛歌、最も輝かしきマルティニアノスよ、 死すべき人間の一族である我らは、そなたをも墓をも崇敬する。 かつて王の宮廷において総督の武威となり、 槍によってシケリアとリビュアを獲得したそなたを。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν Ὄμνυμεν ἀθανάτοιο Θεοῦ κράτος ὑψιμέδοντος, καὶ ψυχὰς νεκύων, κύδιμε, σήν τε κόνιν, μήποτε, Μαρτινιανέ, τεοῖς ἐπὶ χεῖρας ἐνέγκαι2 στήλῃ καὶ τύμβῳ· οὐδὲ γὰρ οὐδʼ ἱεροῖς.

ナジアンゾスのグレゴリオス、同じ人へ 高きを治める不死の神の威光にかけて、 死者たちの魂にかけて、栄えある人よ、そなたの遺灰にかけて誓おう、 決して、マルティニアノスよ、そなたの石柱と墓とに 手を下しはしないと。聖なるものに手を下さぬのと同様に。

115

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν Ῥώμη καὶ βασιλῆες ἐμοὶ καὶ πείρατα γαίης στῆλαι Μαρτινιανῷ, τὰς χρόνος οὐ δαμάσει· ἀλλʼ ἔμπης ὀλίγῳ περιδείδια, μή τι πάθῃσι, τῷδε τάφῳ3 πολλῶν οὐχ ὁσίαι παλάμαι.

ナジアンゾスのグレゴリオス、同じ人へ ローマも君主たちも、地の果てまでもが、マルティニアノスたる私にとっては 時が打ち倒すことのない石柱である。 だがそれでもなお、この小さな墓の身に何かが起きはしないかと私は恐れている。 多くの者たちの不敬な手が迫っているのだから。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν Μαρτινιανοῦ σῆμα μεγακλέος, εἲ τινʼ ἀκούεις Καππαδοκῶν Ῥώμης πρόθρονον εὐγενέων, παντοίαις ἀρετῇσι κεκασμένον, ἀλλὰ κόνιν περ ἁζόμενοι στήλην καὶ τάφον ἀμφιέπειν.

ナジアンゾスのグレゴリオス、同じ人へ もしそなたが、カッパドキアの名門にしてローマの首座を占め、 あらゆる徳において抜きん出た者について耳にしているなら、 これは名高きマルティニアノスの墓標である。 せめて遺灰を畏れ敬い、石柱と墓とを尊び守るがよい。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν οὔποτʼ ἐγὼ φθιμένοισιν ἐπέχραον, οὐδʼ ἀπὸ τύμβων ἔργον ἔγειρα, Δίκην ὄμνυμι καὶ φθιμένους· τοὔνεκα μηδʼ ἐπʼ ἐμοῖσι φέρειν λάεσσι σίδηρον εἰ δὲ φέροις, τὴν σὴν ἐς κεφαλὴν πεσέτω. Μαρτινιανὸς ἐγὼ τάδε λίσσομαι· εἴ τις ἐμεῖο κύδεός ἐστι χάρις, τύμβος ἀεὶ μενέτω.

ナジアンゾスのグレゴリオス、同じ人へ 決して私は死者たちを侵さず、墓から石を奪うような 業をなしはしなかった、正義の神と死者たちにかけて誓う。 それゆえ我が石へと鉄の刃を向けないでくれ。 もし向けるならば、それはお前自身の頭上へと落ちるがよい。 私マルティニアノスはこう乞い願う。もし私の 名誉に対するいくばくかの感謝があるならば、墓を永遠に保たせよ。

​Gregorius Nazianzenus εἰς Λιβίαν τὴν γαμετὴν Ἀμφιλόχου εἷς δόμος, ἀλλʼ ὑπένερθε τάφος, καθύπερθε δὲ σηκός· τύμβος δειμαμένοις, σηκὸς ἀεθλοφόροις· καὶ ῥʼ οἱ μὲν γλυκερὴν ἤδη κόνιν ἀμφεβάλοντο ὡς σὺ μάκαιρα δάμαρ Ἀμφιλόχου, Λιβίη, κάλλιμὲ θʼ υἱήων, Εὐφήμιε· τούσδʼ ὑπόδεχθε, μάρτυρες ἀτρεκίης, τοὺς ἔτι λειπομένους.

ナジアンゾスのグレゴリオス、アンフィロコスの妻リビアへ 館は一つだが、下は墓所、上は聖堂である。 館を建てた者たちには墓所であり、栄冠を勝ち取った殉教者たちには聖堂である。 そして彼らは既に心地よい塵を身にまとった、 至福なるアンフィロコスの妻リビアよ、そなたのように、 また息子たちの中で最も美しきエウフェミオスのように。 真理の殉教者たちよ、いまだ地上に残された者たちをも迎え入れたまえ。

構文注3 件
  1. 8.107βάλλειν ἡμετέρῳ δάκρυα, μὴ παλάμας

    不定詞 βάλλειν が命令の機能を果たしている(不定詞命令法)。直前の ἀλλά とともに「〜せよ」という強い要請を表し、続く μηδὲ φέρειν (8.111, 8.117) や ἀμφιέπειν (8.116) にも同様の命令的不定詞が見られる。

  2. 8.114Ὄμνυμεν ... μήποτε ... ἐνέγκαι

    誓言の動詞 ὄμνυμεν に導かれる不定詞構文において、否定辞に οὐ ではなく μή が用いられ、未来の行為を行わないこと(「決して手を下さない」)を厳粛に誓う古典的定型表現。不定詞 ἐνέγκαι(アオリスト不定詞 ἐνεγκεῖν の詩形)は未来不定詞相当の役割を担っている。

  3. 8.115ὀλίγῳ περιδείδια, μή τι πάθῃσι, τῷδε τάφῳ

    与格句 ὀλίγῳ ... τῷδε τάφῳ は恐れの動詞 περιδείδια に伴う関心・不利益の与格(「この小さな墓のために/について恐れる」)。μή τι πάθῃσι は恐れを表す動詞に後続する懸念節(接続法三人称単数イオニア・叙事詩形 πάθῃσι)で、「何らかの危害を被るのではないかと」を意味する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:8.105-8.118