← ギリシア詞華集

ギリシア詞華集 2

§8.119-8.132

アンフィロコス一家の夭折と死を悼む墓碑銘

グレゴリオスは、若くして世を去ったアンフィロコスの妻リビア、結婚直前に急逝した俊英の息子エウフェミオス、そして一家の家長アンフィロコスの死を悼み、それぞれの徳と夭折の悲哀を詠む。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
119

​Gregorius Nazianzenus εἰς τὴν αὐτήν ὤφελες,1 ὦ Λιβία, ζώειν τεκέεσσι φίλοισιν ὤφελες ἄχρι πύλης γήραος ἐμπελάσαι· νῦν δέ σε μοῖρʼ ἐδάμασσεν ἀώριον, εἰσέτι καλήν, εἰσέτι κουριδίοις ἄνθεσι λαμπομένην. αἰαῖ· Ἀμφίλοχος δὲ τεὸς πόσις ἀντὶ δάμαρτος ἐσθλῆς καὶ πινυτῆς τλήμονα τύμβον ἔχει.

ナジアンゾスのグレゴリオス、同じ人へ リビアよ、愛する子らのためにお前は生き長らえるべきであった。 老年の門へと近づくまで生きてあるべきであった。 だが今、そなたがまだ美しく、新婚の花の盛りに輝いていたまさにその時、 早すぎる運命がそなたを打ち倒した。 ああ、そなたの夫アンフィロコスは、善美で思慮深き妻の代わりに、 悲痛なる墓を抱いている。

120

​Gregorius Nazianzenus εἰς τὴν αὐτὴν Λιβίαν αἰαῖ· καὶ Λιβίαν κατέχει κόνις. οὔποτʼ ἔγωγε ὠισάμην θνητὴν ἔμμεναι, εἰσορόων εἶδος, μειλιχίην τε σαοφροσύνην τε γυναικός, τοῖς φῦλον πασέων καίνυτο θηλυτέρων τοὔνεκα καὶ τοίῳ σε τάφῳ κύδηνε θανοῦσαν σῶν τε τριὰς τεκέων καὶ πόσις Ἀμφίλοχος.

ナジアンゾスのグレゴリオス、同じリビアへ ああ、リビアをも塵が覆い尽くしている。私は決して 彼女が死すべき身であるとは思わなかった、 あらゆる女たちの種族に抜きん出て勝っていた その美貌と優しさ、そして思慮深さを見つめていたときには。 それゆえ、そなたの三人の子らと夫アンフィロコスは、 死したそなたをこのような墓で讃え栄えさせたのである。

​Gregorius Nazianzenus εἰς Εὐφήμιον καὶ Ἀμφίλοχον αὐταδέλφους ἦν δυὰς ἦν ἱερή, ψυχὴ μία, σώματα δισσά, πάντα κασιγνήτω, αἷμα, κλέος, σοφίην, υἱέες Ἀμφιλόχου, Εὐφήμιος Ἀμφίλοχός τε, πᾶσιν Καππαδόκαις ἀστέρες ἐκφανέες. δεινὸν δʼ ἀμφοτέρους Φθόνος ἔδρακε· τὸν μὲν ἄμερσε ζωῆς, τὸν δʼ ἔλιπεν ἥμισυν Ἀμφίλοχον.

ナジアンゾスのグレゴリオス、実の兄弟エウフェミオスとアンフィロコスへ そこには神聖な二者、一つの魂にして二つの体があった。 血筋、名声、知恵、あらゆる点において兄弟であった、 アンフィロコスの息子たち、エウフェミオスとアンフィロコスは、 すべてのカッパドキアの人々にとって輝く星であった。 だが恐るべき妬みの神が二人を見つめた。神は一方から 命を奪い、もう一方のアンフィロコスを半身として残した。 ナジアンゾスのグレゴリオス、エウフェミオスへ

​Gregorius Nazianzenus εἰς Εὐφήμιον ῥήτωρ ἐν ῥητῆρσιν, ἀοιδοπόλος δʼ ἐν ἀοιδοῖς, κῦδος ἑῆς πάτρης, κῦδος ἑῶν τοκέων, ἄρτι γενειάσκων Εὐφήμιος, ἄρτι δʼ ἔρωτας ἐς θαλάμους καλέων, ὤλετο· φεῦ παθέων ἀντὶ δὲ παρθενικῆς τύμβον λάχεν, ἠδʼ ὑμεναίων ἤματα νυμφιδίων ἦμαρ ἐπῆλθε γόων.

弁論家たちの中にあっては弁論家、歌い手たちの中にあっては詩人、 自らの祖国の誉れ、父母の誇りであった、 髭を生やし始めたばかりの、花嫁の閨へと愛の神たちを 招き入れたばかりのエウフェミオスは命を落とした。ああ、悲劇よ! 彼は乙女の代わりに墓を受け取り、婚姻の祝歌の日々の代わりに 慟哭の日が訪れた。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν Εἰκοσέτης πᾶσαν Εὐφήμιος, ὡς μίαν οὔτις,2 Ἑλλάδα κʼ Αὐσονίην μοῦσαν ἐφιπτάμενος, στράπτων ἀγλαΐῃ τε καὶ ἤθεσιν ἦλθʼ ὑπὸ γαῖαν. αἰαῖ· τῶν ἀγαθῶν ὡς μόρος ὠκύτερος.

ナジアンゾスのグレゴリオス、同じ人へ 二十歳のエウフェミオスは、他の誰もが一つのものすら成し遂げ得ぬほどに、 ギリシアとアウソニアのあらゆる文芸を飛び巡り、 華麗な輝きと高潔な人柄で輝きながら、大地の下へと去った。 ああ、善き人々の運命は、いかにしてこれほど速やかなのか。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν Χρυσείης γενεῆς Εὐφήμιος ἦν ἔτι τυτθὸν λείψανον, εὐγενέτης ἤθεα καὶ πραπίδας, μείλιχος, ἡδυεπής, εἶδος Χαρίτεσσιν ὁμοῖος· τοὔνεκα καὶ θνητοῖς οὐκ ἐπὶ δὴν ἐμίγη.

ナジアンゾスのグレゴリオス、同じ人へ エウフェミオスは黄金の種族の、いまだ残されたわずかな 名残であった。生まれながらに高貴な人柄と精神をもち、 優しく、言葉は心地よく、容姿は美の女神カリスたちに似ていた。 それゆえ彼は死すべき人間たちと長く交わることはなかった。

125

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν Στράψε μέγʼ ἀνθρώποις Εὐφήμιος, ἀλλʼ ἐπὶ τυτθὸν καὶ γὰρ καὶ στεροπῆς οὐ μακρόν ἐστι σέλας· στράψεν ὁμοῦ σοφίῃ τε καὶ εἴδεϊ καὶ πραπίδεσσιν· τὰ πρὶν Καππαδόκαις ἦν κλέα, νῦν δὲ γόος.

ナジアンゾスのグレゴリオス、同じ人へ エウフェミオスは人間たちへと大きく輝いた。だがそれはほんの束の間のこと、 というのも、稲妻の閃光もまた長くは続かないからだ。 彼は知恵と美貌と精神においてともに輝いた。 かつてカッパドキアの人々にとって名誉であったものは、今や嘆きとなった。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν τίς; τίνος; — “Ἀμφιλόχου Εὐφήμιος ἐνθάδε κεῖται, οὗτος ὁ Καππαδόκαις πᾶσι διὰ στόματος· οὗτος ὃν αἱ Χάριτες Μούσαις δόσαν οἱ δʼ ὑμέναιοι ἀμφὶ θύρας· ἦλθεν δʼ ὁ Φθόνος ὠκύτερος.”

ナジアンゾスのグレゴリオス、同じ人へ 「誰か?誰の子か?」――「アンフィロコスの息子エウフェミオスがここに眠る。 すべてのカッパドキアの人々の口に上っていた男、 カリスたちがムーサたちに託し、婚姻の祝歌が その門前を取り巻いていた男。だが妬みの神の方がより素早くやって来た。」

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν ἔρνος ἀμώμητον, Μουσῶν τέκος, εἶαρ ἑταίρων, καὶ χρύσεον Χαρίτων πλέγμα ἰοστεφέων, ᾤχετο ἐκ μερόπων Εὐφήμιος· οὐδʼ ἔτʼ ἀνίσχεν, αἰαῖ, σοῖς θαλάμοις πυρσὸς ὃν ἧψεν Ἔρως.

ナジアンゾスのグレゴリオス、同じ人へ 非の打ち所なき若枝、ムーサたちの子、友らの青春、 菫の冠を戴くカリスたちの黄金の織物であった エウフェミオスは、定めの世を去った。ああ、エロースが そなたの閨に灯した松明は、もはや二度と掲げられることはない。

​Gregorius Nazianzenus —εἰς τὸν αὐτόν αἱ Χάριτες Μούσαισι· “τί ῥέξομεν; οὐκέτʼ ἄγαλμα χειρῶν ἡμετέρων Εὐφήμιος ἐν μερόπεσσιν.” χαἰ Μοῦσαι Χαρίτεσσιν “ἐπεὶ Φθόνος ἐστὶν ἀλιτρός, τόσσον ἔχοι· ἡμῖν δὲ τόδʼ ὅρκιον ἔμπεδον ἔστω, μηκέτʼ ἀναστῆσαι τοῖον μερόπεσσιν ἄγαλμα.”

ナジアンゾスのグレゴリオス、同じ人へ カリスたちはムーサたちに言った。「私たちはどうすべきか。我らの手が生み出した美しき像、 エウフェミオスはもう人間たちの世にはいない。」 ムーサたちはカリスたちに言った。「妬みの神が罪深き者である以上、 これだけは持たせておくがよい。だが我らはこれを揺るぎなき誓いとしよう、 人間たちのもとに二度とあのような美しき像を立てまい、と。」

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν κρῆναι καὶ ποταμοὶ καὶ ἄλσεα, καὶ λαλαγεῦντες ὄρνιθες λιγυροὶ καλὸν ἐπʼ ἀκρεμόνων, αὖραί τε μαλακὸν συρίγμασι κῶμα φέρουσαι, καὶ κῆποι Χαρίτων εἰς ἓν ἀγειρομένων, κλαύσατε. ὦ χαρίεσσ’ Εὐφημιάς· ὥς σε θανών περ Εὐφήμιος κλεινὴν θήκατʼ ἐπωνυμίην.

ナジアンゾスのグレゴリオス、同じ人へ 泉よ、河よ、木立ちよ、梢の上で美しく さえずる澄んだ声の鳥たちよ、 その笛の音とともに柔らかな眠りをもたらす微風よ、 一つに集まったカリスたちの庭よ、 泣くがよい。ああ、うるわしきエウフェミアスの地よ。死してなお エウフェミオスはそなたに栄えある名を与えたのだから。

130

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν κάλλιμος ἠιθέων Εὐφήμιος, εἴποτʼ ἔην γε· κάλλιμος ἐν χώροις χῶρος ὅδʼ ἠλύσιος· τοὔνεκεν εἰς ἓν ἄγερθεν ἐπεὶ ζωὴν μὲν ἔλειψεν, οὔνομα δʼ ἐν χώρῳ κάλλιπεν ἠγαθέῳ.

ナジアンゾスのグレゴリオス、同じ人へ エウフェミオスは、かつて確かに存在したのだとすれば、若者たちの中で最も美しかったのであり、 このエリュシオンの地こそ、あらゆる場所の中で最も美しい。 それゆえ両者は一つに結ばれた。彼が生を去ったとき、 その神聖な土地に自らの名を残したのだから。

​Gregorius Nazianzenus εἰς Ἀμφίλοχον ἤλυθε κʼ Ἀμφιλόχοιο φίλον δέμας ἐς μέγα σῆμα, ψυχὴ δʼ ἐς μακάρων ᾤχετʼ ἀποπταμένη. πηοῖς πάντα πέπασσο, μακάρτατε· βίβλον ἔῳξας πᾶσαν ὅση θνητῶν, κεἴ τις ἐπουρανίη. γηραλέος φιλίην ὑπέδυς χθόνα· τέκνα λέλοιπας κρείσσονα καὶ τοκέων τὸ πλέον οὐ μερόπων.

ナジアンゾスのグレゴリオス、アンフィロコスへ アンフィロコスの愛する亡骸もまた大いなる墓所へと入り、 その魂は至福の者たちの許へと飛び去った。 至福なる人よ、そなたは親族のためにすべてを所有していた。人間たちの書も、 天上界の書も、ある限りのすべての書を開いた。 老いて、そなたは愛する大地の下へと潜り込んだ。両親にも勝る子供たちを残した―― これ以上のことは死すべき人間たちのものではない。

​Gregorius Nazianzenus εἰς τὸν αὐτόν ἄσμενος ᾗ τε δάμαρτι καὶ υἱέι πάρθετο σῶμα Ἀμφίλοχος, λιπαροῦ γήραος ἀντιάσας, ὄλβιος, εὐγενέτης, μύθων κράτος, ἄλκαρ ἁπάντων, πηῶν, εὐσεβέων, εὐγενέων, λογίων, καὶ μύθοιο δοτὴρ περιώσιος. ἠνίδʼ3 ἑταίρων σῶν ἑνός, ὦ φιλότης, γράμμʼ ἐπιτυμβίδιον.

ナジアンゾスのグレゴリオス、同じ人へ 自らの妻と息子の許へ、アンフィロコスは喜びのうちにその体を横たえた。 満ち足りた良き老いを迎え、 幸福で、生まれも貴く、弁論の力であり、親族や敬虔な人々、 高貴な人々、学識ある人々、あらゆる人々の砦であり、 比類なき言葉の授け手であった。見よ、親愛なる友よ、 そなたの友の一人が捧げる墓碑銘を。

構文注3 件
  1. 8.119ὤφελες

    ὤφελον(ὀφείλω の第2アオリスト)に不定詞(ζώειν, ἐμπελάσαι)が後続し、過去における実現しなかった事態に対する願望を表す構文(反実仮想的願望)。「生き長らえるべきであったのに(実際には死んでしまった)」の意。

  2. 8.123ὡς μίαν οὔτις

    直前の πᾶσαν ... Ἑλλάδα κʼ Αὐσονίην μοῦσαν(ギリシアとアウソニアのあらゆる学芸)と対比される比較・程度の表現。「他の誰もが一つの学芸すら極められないほどに(他に類を見ない仕方で)」と解する。

  3. 8.132ἠνίδʼ

    間投詞 ἠνίδε(ἰδού「見よ」の詩的・拡大形)のアポストロフィによる語尾脱落形。対格(γράμμʼ ἐπιτυμβίδιον)を直接従え、「見よ、……を」の意を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:8.119-8.132