- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:8.133-8.149
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
グレゴリオスが親族・友・師であるアンフィロコス、ニコメデス、カルテリオス、バッソス、フィルタティオスらの死を悼み、彼らの弁論術、敬虔、徳行、遺された者たちの悲哀を詠む。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν ὦ μάκαρ, ὦ ξυνὸν πενίης ἄκος, ὦ πτερόεντες μῦθοι, καὶ πηγὴ πᾶσιν ἀρυομένη, ἄσθματι πάντα λίπες πυμάτῳ· τὸ δʼ ἅμʼ ἕσπετο μοῦνον ἔνθεν ἀειρομένῳ κῦδος ἀεὶ θαλέθον. Γρηγόριος τάδʼ ἔγραψα, λόγῳ λόγον ὃν παρὰ σεῖο Ἀμφίλοχʼ, ἐξεδάην ἀντιχαριζόμενος.1
ナジアンゾスのグレゴリオス、同じ人へ 至福の人よ、貧しき者らの共有の癒やしよ、翼ある 言葉よ、万人が汲む泉よ、 そなたは最期の息とともにすべてを後にした。去りゆくそなたに ただ一つだけ付き従ったのは、永遠に咲き誇る栄光である。 私グレゴリオスがこれを記した。かつてあなたから学んだ言葉に対し、 アンフィロコスよ、言葉をもって返礼としながら。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν Ἀμφίλοχος τέθνηκεν ἀπώλετο εἴ τι λέλειπτο καλὸν ἐν ἀνθρώποις, ῥητορικῆς τε μένος, καὶ Χάριτες Μούσαισι μεμιγμέναι· ἔξοχα δʼ αὖ σε ἡ Διοκαισαρέων μύρατο πάτρα φίλη.
ナジアンゾスのグレゴリオス、同じ人へ アンフィロコスは死した。人間たちの中に残されていたあらゆる美と、 弁論の気魄、そしてムーサたちと結ばれたカリスたちも失われた。 とりわけ愛する祖国ディオカイサレイアが、 そなたを悼んで涙を流した。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν τυτθὸν μὲν πτολίεθρον, ἀτάρ πολὺν ἀνέρα δῶκα2 βήμασιν ἰθυδίκοις ἡ Διοκαισαρέων, Ἀμφίλοχον φθιμένῳ δὲ συνέφθιτο καὶ πυρόεσσα ῥήτρη, καὶ πάτρης εὖχος ἀριστοτόκου.
ナジアンゾスのグレゴリオス、同じ人へ 「小さな町にすぎぬが、公正なる法廷に大いなる男を、 アンフィロコスを私は与えた」とディオカイサレイアは言う。 彼が死したとき、燃えるような雄弁も、 優れた子を産んだ祖国の誇りもともに滅び去った。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν τὸν ῥήτρην πυρόεσσαν ἐπʼ ἀντιπάλοισι φέροντα, τὸν μέλιτος γλυκίω ἤθεα καὶ πραπίδας Ἀμφίλοχον κατέχω τυτθὴ κόνις, ἔκτοθι πάτρης, υἱέα Φιλτατίου Γοργονίας τε μέγαν.
ナジアンゾスのグレゴリオス、同じ人へ 敵対者たちに対して燃え立つような弁論を繰り広げ、 蜜よりも甘美な人柄と精神をそなえていた アンフィロコスを、祖国の外にあって、わずかな塵である私が抱いている、 フィルタティオスとゴルゴニアの偉大なる息子を。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν ῥητῆρες, φθέγγοισθε· μεμυκότα χείλεα σιγῇ Ἀμφιλόχου μεγάλου τύμβος ὅδʼ ἀμφὶς ἔχω.
ナジアンゾスのグレゴリオス、同じ人へ 弁論家たちよ、声を上げるがよい。大いなるアンフィロコスの 沈黙に閉ざされた唇を、この墓である私が包み隠しているのだから。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν ἠρίον Ἀμφιλόχοιο μελίφρονος, ὅς ποτε ῥήτρῃ πάντας Καππαδόκας καίνυτο καὶ πραπίσιν.
ナジアンゾスのグレゴリオス、同じ人へ 優しい心をもつアンフィロコスの墓、彼はかつて 弁論と知慮においてすべてのカッパドキアの人々を凌駕していた。
Gregorius Nazianzenus εἰς Νικομήδην οἴχεαι, ὦ Νικόμηδες, ἐμὸν κλέος ἡ δὲ συνωρὶς σῶν καθαρὴ τεκέων πῶς βίον ἐξανύσει; τίς δὲ τέλος νηῷ περικάλλεϊ χεὶρ ἐπιθήσει; τίς δὲ Θεῷ πέμψει φρὴν τελέην θυσίην, σεῖο, μάκαρ, μιχθέντος ἐπουρανίοισι τάχιστα; ὦ γενεὴ τλήμων, οἷα πάθες, μερόπων,
ナジアンゾスのグレゴリオス、ニコメデスへ わが誇り、ニコメデスよ、そなたは逝ってしまった。そなたの純潔な 二人の子らは、いかにして生涯を全うするのだろうか。 誰の手が麗しき神殿を完成へと導くのだろうか。 誰の心が神へ完全な生贄を捧げるのだろうか、 至福の人よ、そなたがかくも速やかに天上の住人たちと交わった今。 ああ、死すべき人間の痛ましき一族よ、なんたる苦難を受けたことか。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν Δέρκεο καὶ τύμβον Νικομήδεος, εἲ τινʼ ἀκούεις, ὃς νηὸν Χριστῷ δειμάμενος μεγάλῳ, αὑτὸν μὲν πρώτιστον, ἔπειτα δὲ τὴν περίβωτον δῶκεν ἁγνὴν θυσίην παρθενίην τεκέων, φέρτερον οὐδὲν ἔχων, ἱερεύς, γενέτης τε φέριστος. τοὔνεκα καὶ μεγάλῃ ὦκα μίγη Τριάδι,
ナジアンゾスのグレゴリオス、同じ人へ もしその名を聞いたことがあるなら、ニコメデスの墓をも見よ。 彼は大いなるキリストに神殿を建て、 何よりもまず自らを、次いで人々に知れ渡った 子らの純潔を清き生贄として捧げた。 これに勝るものを持たぬゆえに、祭司にして最も優れた父として。 それゆえに彼は大いなる三位一体のもとへ速やかに迎えられた。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν ὕστατος ἐς βίον ἦλθες ἀοίδιμον, ἀλλὰ τάχιστα ἔνθεν ἀνηέρθης· τίς τάδʼ ἔνευσε δίκη; Χριστὸς ἄναξ, Νικόμηδες, ὅπως σέο λαὸν ἄνωθεν ἰθύνοις τεκέων σὺν ἱερῇ δυάδι.
ナジアンゾスのグレゴリオス、同じ人へ そなたは讃うべき人生へ最後に加わったが、最も速やかに ここから天へと挙げられた。いかなる正義がこれを定めたのか。 王なるキリストであり、ニコメデスよ、そなたが天より、 聖なる二人の子らとともに自らの民を導くためであった。
Gregorius Nazianzenus εἰς Καρτέριον ἑταῖρον τοῦ μεγάλου Γρηγορίου πῆ με λιπὼν πολύμοχθον ἐπὶ χθονί, φίλταθʼ ἑταίρων, ἤλυθες ἁρπαλέως, κύδιμε Καρτέριε; πῆ ποτʼ ἔβης νεότητος ἐμῆς οἰήια νωμῶν, ἦμος ἐπʼ ἀλλοδαπῆς μῦθον ἐμετρεόμην, ὃς βιότῳ μʼ ἔζησας ἀσαρκέι;3 ἦ ῥʼ ἐτεόν σοι Χριστὸς ἄναξ πάντων φίλτερος, ὅν νυν ἔχεις.
ナジアンゾスのグレゴリオス、大グレゴリオスの友カルテリオスへ 労苦多き私を地上に残し、どこへそなたは 急ぎ去ってしまったのか、無二の友、誉れ高きカルテリオスよ。 異国の地で私が弁論の修行に励んでいた頃、 わが青春の舵を操り、 肉なき生き方へと私を導いてくれたそなたは、どこへ行ったのか。 まことにそなたにとっては、王なるキリストこそ万人にも増して愛すべき方であり、いまやその御許にあるのだ。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν Ἀστεροπὴ Χριστοῖο μεγακλέος, ἕρκος ἄριστον ἠιθέων, ζωῆς ἡνίοχʼ ἡμετέρης, μνώεο Γρηγορίοιο, τὸν ἔπλασας ἤθεσι κεδνοῖς, ἦν ὅτε ἦν,4 ἀρετῆς κοίρανε Καρτέριε.
ナジアンゾスのグレゴリオス、同じ人へ 大いなる栄光のキリストの稲妻、若者たちの 最上の防壁、われらの生の御者よ、 善美なる徳をもって育んでくれたグレゴリオスを心に留めたまえ、 かつてあの日々があった頃、徳の君主たるカルテリオスよ。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν ὦ πηγαὶ δακρύων, ὦ γούνατα, ὦ θυέεσιν ἁγνοτάτοις παλάμαι Χριστὸν ἀρεσσάμεναι Καρτερίου· πῶς λῆξεν ὁμῶς πάντεσσι βροτοῖσιν; ἤθελεν ὑμνοπόλον κεῖθι χοροστασίη.
ナジアンゾスのグレゴリオス、同じ人へ おお、涙の泉よ、膝よ、もっとも清らかな捧げ物によって キリストを宥めたカルテリオスの御手よ。 いかにして彼はすべての死すべき者たちと同じく生涯を終えたのか。 かの地(天)の聖歌隊が讃美歌の歌い手を求めたのだ。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν ἥρπασας, ὦ Νικόμηδες, ἐμὸν κέαρ· ἥρπασας ὦκα Καρτέριον, τῆς σῆς σύζυγον εὐσεβίης.
ナジアンゾスのグレゴリオス、同じ人へ ニコメデスよ、そなたはわが心を奪い去った。そなたの敬虔の友、 カルテリオスを瞬く間に奪い去ったのだ。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν ὦ Ξώλων ζαθέων ἱερὸν πέδον, οἷον ἔρεισμα σταυροφόρων κόλποις Καρτέριον κατέχεις.
ナジアンゾスのグレゴリオス、同じ人へ おお、神聖なるクソーラの清らかな大地よ、十字架を担う者らの いかなる支柱を、カルテリオスをその懐に抱いていることか。
Gregorius Nazianzenus εἰς Βάσσον τινὰ παρὰ λῃστῶν ἀποκτανθέντα Βάσσε φίλος, Χριστῷ μεμελημένος ἔξοχον ἄλλων, τῆλε τεῆς πάτρης ληΐστορι χειρὶ δαμάσθης, οὐδέ σε τύμβος ἔχει πατρώϊος· ἀλλὰ καὶ ἔμπης πᾶσιν Καππαδόκεσσι μέγʼ οὔνομα σεῖο λέλειπται, καὶ στῆλαι παγίων μέγʼ ἀμείνονες, αἷς ἐνιγράφθης. Γρηγορίου τόδε σοι μνημήιον, ὃν φιλέεσκες.
ナジアンゾスのグレゴリオス、盗賊によって殺害されたあるバッソスへ 親愛なるバッソスよ、誰よりもキリストの御心に留められていた人よ、 祖国から遠く離れ、盗賊の手によって命を奪われ、 父祖の墓がそなたを迎えることもなかった。だがそれでも すべてのカッパドキアの人々のもとにそなたの偉大なる名は残され、 その名が刻まれた墓碑は、石の円柱よりもはるかに勝っている。 かつてそなたが愛したグレゴリオスからの、これが記念の贈り物である。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν ὡς Ἀβραὰμ κόλποισι τεθεὶς ὑποδέχνυσο, Βάσσε, σὸν τέκος Ἀβραὰμ πνεύματι Καρτέριον· αὐτὰρ ἐγών, εἰ καί σε τάφος σὺν πατρὶ καλύπτοι, οὔποτʼ ἀφʼ ὑμετέρης στήσομʼ ὁμοζυγίης.
ナジアンゾスのグレゴリオス、同じ人へ アブラハムの懐に抱かれたように、バッソスよ、霊において アブラハムに等しいそなたの子カルテリオスを迎えよ。 たとえ一つの墓がそなたと父をともに覆うとしても、 私は決してそなたたちとの結びつきから離れることはない。
Gregorius Nazianzenus εἰς Φιλτάτιον ἠίθεον μεγάλοιο μέγαν κοσμήτορα λαοῦ χθὼν ἱερὴ κεύθω Φιλτατίοιο δέμας.
ナジアンゾスのグレゴリオス、フィルタティオスへ 大いなる民の偉大なる指導者であった若きフィルタティオスの 亡骸を、聖なる大地である私が秘め隠している。
- 8.133λόγῳ λόγον ὃν παρὰ σεῖο Ἀμφίλοχʼ, ἐξεδάην ἀντιχαριζόμενος
λόγῳ は手段の与格(「言葉/詩によって」)。関係代名詞 ὃν の先行詞 λόγον は分詞 ἀντιχαριζόμενος(「返礼としながら」)の直接目的語であり、同時に従属節 ἐξεδάην(「私が学んだ」)の目的語でもある(先行詞の繰り込み・牽引的配置)。全体として「かつてあなたから学んだ言葉(教え・弁論)に対して、今度は言葉(詩)をもって報いながら」という意味をなす。
- 8.135τυτθὸν μὲν πτολίεθρον, ἀτάρ πολὺν ἀνέρα δῶκα
主語は人称化された故郷ディオカイサレイア(ἡ Διοκαισαρέων [πόλις])であり、詩全体が都市による語りとなっている。τυτθὸν μὲν πτολίεθρον は主語と同格または譲歩的な叙述(「小さな都市ではあるが」)として機能し、対比の接続詞 ἀτάρ を挟んで πολὺν ἀνέρα(「大いなる男を」)と対照されている。
- 8.142ὃς βιότῳ μʼ ἔζησας ἀσαρκέι
動詞 ζάω(生きる)が他動詞・使役的に用いられ、対格代名詞 με(私を)と与格句 βιότῳ ἀσαρκέι(肉なき生において)を取っている(「私を肉を離れた禁欲的・霊的生に生きさせてくれた」)。古典期には極めて稀で、ヘレニズム期・教父ギリシア語に見られる使役用法。
- 8.143ἦν ὅτε ἦν
「かつて(それ/青春/生が)あった頃に」を意味する詩的・慣用的な表現。直前の τὸν ἔπλασας ἤθεσι κεδνοῖς(「良き徳をもってあなたが形づくってくれた」)にかかり、カルテリオスが生きてグレゴリオスを教育していた往時(若き日)を指す。
