← ギリシア詞華集

ギリシア詞華集 1

§4.1-4.2

詩人たちを花に見立てた選集の序詩

メレアグロスは自らが編纂した詩選集の序詩において、古今の詩人たちを草花になぞらえてディオクレースに捧げ、フィリッポスはその続編として後代の詩人たちを花に擬えてカミルスに献呈している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
1

​Meleager Μοῦσα φίλα, τίνι τάνδε φέρεις πάγκαρπον ἀοιδάν; ἢ τίς ὁ καὶ τεύξας ὑμνοθετᾶν στέφανον;1 ἄνυσε μὲν Μελέαγρος, ἀριζάλῳ δὲ Διοκλεῖ μναμόσυνον ταύταν ἐξεπόνησε χάριν, πολλὰ μὲν ἐμπλέξας Ἀνύτης κρίνα, πολλὰ δὲ Μοιροῦς λείρια, καὶ Σαπφοῦς βαιὰ μέν, ἀλλὰ ῥόδα· νάρκισσόν τε τορῶν Μελανιππίδου ἔγκυον ὕμνων, καὶ νέον οἰνάνθης κλῆμα Σιμωνίδεω· σὺν δʼ ἀναμὶξ πλέξας μυρόπνουν εὐάνθεμον ἶριν Νοσσίδος, ἧς δέλτοις κηρὸν ἔτηξεν Ἔρως· τῇ δʼ ἅμα καὶ σάμψυχον ἀφʼ ἡδυπνόοιο Ῥιανοῦ, καὶ γλυκὺν Ἠρίννης παρθενόχρωτα κρόκον, Ἀλκαίου τε λάληθρον ἐν ὑμνοπόλοις ὑάκινθον, καὶ Σαμίου δάφνης κλῶνα μελαμπέταλον ἐν δὲ Λεωνίδεω θαλεροὺς κισσοῖο κορύμβους, Μνασάλκου τε κόμας ὀξυτόρου πίτυος· βλαισήν τε πλατάνιστον ἀπέθρισε Παμφίλου οἴμης, σύμπλεκτον καρύης ἔρνεσι Παγκράτεος, Τύμνεὼ τʼ εὐπέταλον λεύκην, χλοερόν τε σίσυμβρον Νικίου, Εὐφήμου τʼ ἀμμότροφον πάραλον ἐν δʼ ἄρα Δαμάγητον, ἴον μέλαν, ἡδύ τε μύρτον Καλλιμάχου, στυφελοῦ μεστὸν ἀεὶ μέλιτος, λυχνίδα τʼ Εὐφορίωνος, ἰδʼ ἐν Μούσαις κυκλάμινον, ὃς Διὸς ἐκ κούρων ἔσχεν ἐπωνυμίην.2 τῇσι δʼ ἅμʼ Ἡγήσιππον ἐνέπλεκε, μαινάδα βότρυν, Πέρσου τʼ εὐώδη σχοῖνον ἀμησάμενος, σὺν δʼ ἅμα καὶ γλυκὺ μῆλον ἀπʼ ἀκρεμόνων Διοτίμου, καὶ ῥοιῆς ἄνθη πρῶτα Μενεκράτεος, σμυρναίους τε κλάδους Νικαινέτου, ἠδὲ Φαέννου τέρμινθον, βλωθρὴν τʼ ἀχράδα Σιμμίεω· ἐν δὲ καὶ ἐκ λειμῶνος ἀμωμήτοιο σελίνου βαιὰ διακνίζων ἄνθεα Παρθενίδος, λείψανὰ τʼ εὐκαρπεῦντα μελιστάκτων ἀπὸ Μουσέων, ξανθοὺς ἐκ καλάμης Βακχυλίδεω στάχυας· ἐν δʼ ἄρʼ Ἀνακρείοντα, τὸ μὲν γλυκὺ κεῖνο μέλισμα, νέκταρος, εἰς δʼ ἐλέγους ἄσπορον ἀνθέμιον ἐν δὲ καὶ ἐκ φορβῆς σκολιότριχος ἄνθος ἀκάνθης Ἀρχιλόχου, μικρὰς στράγγας ἀπʼ ὠκεανοῦ· τοῖς δʼ ἅμʼ Ἀλεξάνδροιο νέους ὄρπηκας ἐλαίης, ἠδὲ Πολυκλείτου πορφυρέην κύανον. ἐν δʼ ἄρʼ ἀμάρακον ἧκε, Πολύστρατον, ἄνθος ἀοιδῶν, φοίνισσάν τε νέην κύπρον ἀπʼ Ἀντιπάτρου· καὶ μὴν καὶ Συρίαν σταχυότριχα θήκατο νάρδον, ὑμνοθέταν, Ἑρμοῦ δῶρον ἀειδόμενον ἐν δὲ Ποσείδιππόν τε καὶ Ἡδύλον, ἄγριʼ ἀρούρης, Σικελίδεὼ τʼ ἀνέμοις ἄνθεα φυόμενα. ναὶ μὴν καὶ χρύσειον ἀεὶ θείοιο Πλάτωνος κλῶνα, τὸν ἐξ ἀρετῆς πάντοθι λαμπόμενον ἄστρων τʼ ἴδριν Ἄρατον ὁμοῦ βάλεν, οὐρανομάκεως φοίνικος κείρας πρωτογόνους ἕλικας, λωτὸν τʼ εὐχαίτην Χαιρήμονος, ἐν φλογὶ μίξας Φαιδίμου, Ἀνταγόρου τʼ εὔστροφον ὄμμα βοός, τάν τε φιλάκρητον Θεοδωρίδεω νεοθαλῆ ἕρπυλλον, κυάμων τʼ ἄνθεα Φανίεω, ἄλλων τʼ ἔρνεα πολλὰ νεόγραφα· τοῖς δʼ ἅμα Μούσης καὶ σφετέρης ἔτι που πρώιμα λευκόια. ἀλλὰ φίλοις μὲν ἐμοῖσι φέρω χάριν ἔστι δὲ μύσταις κοινὸς ὁ τῶν Μουσέων ἡδυεπὴς στέφανος.

メレアグロス 愛するムーサよ、誰のために汝はこの万朶の実を結ぶ歌を携えるのか。あるいは、歌を紡ぐ者たちのこの冠を編み上げたのは誰か。 メレアグロスがこれを成し遂げ、名高きディオクレースのために記念となるこの恩愛の品を丹精したのだ。 彼はアニュテーの多くの白百合を編み込み、モイローの多くの百合を、そしてサッポーのものはわずかではあるが薔薇を編み込んだ。 また、澄んだ調べの歌を孕んだメラニッピデースの水仙を、シモーニデースの葡萄の花咲く若枝を。 さらに、エロースがその蝋板の蝋を溶かしたノッシスの、芳香を放ち花咲く菖蒲を織り交ぜて編み、 それとともに、甘く香るリアーノスのマヨラナを、エリンナの甘く処女の肌色をしたクロッカスを、 歌い手たちの間で饒舌なアルカイオスのヒヤシンスを、サミオスの黒葉の月桂樹の枝を、 レオニダースのみずみずしい蔦の散形花序を、ムナサルケースの鋭く尖った松の緑葉を。 さらに、パンクラテースの胡桃の若枝と編み合わされた、パンピロスのはためく詩のプラタナスを刈り取り、 テュムネースの葉豊かな白ポプラを、ニキアスの青々としたオランダガラシを、エウペーモスの砂に育つ海辺の植物を、 ついでダマゲトスを黒いスミレとして、苦渋の蜂蜜を常に満たしたカリマコスの甘いミルテを、 エウポリオーンの仙翁花を、そしてムーサたちの間で、ゼウスの御子たちから名を得た者をシクラメンとして編み込んだ。 これらとともに、ヘーゲーシッポスを狂乱の葡萄の房として編み入れ、ペルセースの香わしい藺草を刈り取り、 また同時にディオティーモスの枝から甘い林檎を、メネクラテースの石榴の初花を、 ニカイネトスの没薬の枝を、パエンノスのテレビンを、シンミアースの高く伸びた山梨を。 さらに傷なきパセリの野から、パルテニスのわずかな花を摘み取り、 蜜滴るムーサたちから豊かに実った遺産たる、バッキュリデースの茎から黄金の穂を。 ついでアナクレオーンを、あの甘いネクタルの調べであり、哀歌に向けては蒔かれずして咲いた花として編み込み、 またアルキロコスの巻き毛のような粗野な草地から棘あるアザミの花を、大海からの小さな飛沫として。 これらとともにアレクサンドロスのオリーブの若枝を、ポリュクレイトスの紫の矢車菊を。 そしてマヨラナ、歌い手たちの花たるポリュストラトスを差し入れ、アンティパトロスから新しき紅のヘンナを。 実のところ、歌の作者であり、ヘルメースの歌われる賜物たる、穂毛あるシリアのナルドをも置いた。 さらに野に生えるポセイディッポスとヘーデュロスを、風の中に育つシケリデースの花を。 またまさに神聖なるプラトーンの常に黄金に輝く枝、その卓越性によって四方に光を放つ枝を。 星々の智者アラートスをともに投げ入れ、天に届く椰子の最初に生じた巻き蔓を刈り取った。 そしてカイレモーンの豊かな葉叢のロートスを、パイディモスの焔に織り交ぜ、アンタゴラースの自在に動く牛の目を、 テオドーリデースの濃い生酒を好む摘みたてのタイムを、パニアースの空豆の花を、 そして他の者たちの新しく書かれた多くの若枝を。これらとともに、自らのムーサの、いまなおどこかに咲く早咲きの白紫羅欄花をも。 さて、私は我が友らにこの歓びを届けるが、ムーサたちのこの甘き調べの冠は、秘儀に通じた者たち皆のものなのだ。

​Philippus ἄνθεά σοι δρέψας Ἑλικώνια, καὶ κλυτοδένδρου Πιερίης κείρας πρωτοφύτους κάλυκας, καὶ σελίδος νεαρῆς θερίσας στάχυν, ἀντανέπλεξα τοῖς Μελεαγρείοις ὡς ἴκελον στεφάνοις.3 ἀλλὰ παλαιοτέρων εἰδὼς κλέος, ἐσθλὲ Κάμιλλε, γνῶθι καὶ ὁπλοτέρων τὴν ὀλιγοστιχίην. Ἀντίπατρος πρέψει στεφάνῳ στάχυς· ὡς δὲ κόρυμβος Κριναγόρας λάμψει δʼ ὡς βότρυς Ἀντίφιλος, Τύλλιος ὡς μελίλωτον, ἀμάρακον ὣς Φιλόδημος· μύρτα δʼ ὁ Παρμενίων· ὡς ῥόδον Ἀντιφάνης· κισσὸς δʼ Αὐτομέδων Ζωνᾶς κρίνα δρῦς δὲ Βιάνωρ· Ἀντίγονος δʼ ἐλάη, καὶ Διόδωρος ἴον Εὔηνον δάφνῃ, συνεπιπλεκτοὺς δὲ περισσοὺς εἴκασον οἷς ἐθέλεις ἄνθεσιν ἀρτιφύτοις.

フィリッポス ヘリコーンの花を汝のために摘み、名高き樹々のピエリアの最初に生じた蕾を刈り取り、 新しき書冊の穂を刈り取って、私はメレアグロスの冠に比肩するものとして編み返した。 されど高潔なるカミルスよ、汝は昔の詩人たちの栄光を知るがゆえに、より新しき詩人たちの短き詩句をも認めよ。 アンティパトロスは冠において麦穂として際立ち、クリナゴラースは蔦の房として、アンティピロスは葡萄の房として輝き、 テュッリオスはシナガワハギとして、ピロデーモスはマヨラナとして、 パルメニオーンはミルテとして、アンティパネースは薔薇として輝くであろう。 アウトメドーンは蔦、ゾーナースは白百合、ビアーノールは樫の木、 アンティゴノスはオリーブ、ディオドーロスはスミレ、 エウエーノスは月桂樹になぞらえ、ともに編み込まれた余の詩人たちは、汝が望むがままに、今しがた生じた花々になぞらえるがよい。

構文注3 件
  1. 4.1ἢ τίς ὁ καὶ τεύξας ὑμνοθετᾶν στέφανον;

    冠詞+分詞 ὁ τεύξας が述語的に用いられ、καί が強調詞(「そもそも〜した者は誰か」)として機能している。前行の二人称への問いかけ(「汝は何者のために携えるのか」)に呼応し、詩華集の編纂者を名乗る導入としての自己対話的修辞疑問文である。

  2. 4.1ὃς Διὸς ἐκ κούρων ἔσχεν ἐπωνυμίην

    「ゼウスの子ら(Διόσκουροι:カストールとポリュデウケース)から名を得た者」という迂言的表現であり、詩人ディオスコリデース(Διοσκορίδης)の名を詩的に言い換えた関係節である。直前の κυκλάμινον とともに同格的・連語的に詩人を指示している。

  3. 4.2ἀντανέπλεξα τοῖς Μελεαγρείοις ὡς ἴκελον στεφάνοις

    動詞 ἀντανέπλεξα の接頭辞 ἀντι- が「対抗して/応答して」を表し、与格 τοῖς Μελεαγρείοις ... στεφάνοις は「メレアグロスの花冠に対抗して」または ἴκελον(「〜と類似した、匹敵する」)の補足語として二重に係りうる。ὡς ἴκελον は結果・様態を示し、「メレアグロスの花冠に匹敵するものとして」を意味する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:4.1-4.2