← ギリシア詞華集

ギリシア詞華集 1

§4.3#1

宴に喩えた新詩選とユスティニアヌス賛美

アガティアスは聴衆の満腹と自作の処遇を案じつつ、多くの詩人の短詩を集めて編んだ自著を調味料豊かな持ち寄り宴会に喩え、皇帝ユスティニアヌスの武勲と帝国全土の平定を讃える歌で詩集を開くことを宣言する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
3

​Agathias Scholasticus συλλογὴ νέων ἐπιγραμμάτων ἐκτεθεῖσα ἐν Κωνσταντίνου πόλει πρὸς Θεόδωρον Δεκουρίωνα τὸν Κοσμᾶ· εἴρηται δὲ τὰ προοίμια μετὰ τὰς συνεχεῖς ἀκροάσεις τὰς κατʼ ἐκεῖνο καιροῦ γενομένας. οἶμαι μὲν ὑμᾶς, ἄνδρες, ἐμπεπλησμένους ἐκ τῆς τοσαύτης τῶν λόγων πανδαισίας, ἔτι που τὰ σιτία προσκόρως ἐρυγγάνειν·1 καὶ δὴ κάθησθε τῇ τρυφῇ σεσαγμένοι· λόγων γὰρ ἡμῖν πολυτελῶν καὶ ποικίλων πολλοὶ προθέντες παμμιγεῖς εὐωχίας, περιφρονεῖν πείθουσι τῶν εἰθισμένων. τί δὲ νῦν ποιήσω; μὴ τὰ προὐξειργασμένα οὕτως ἐάσω συντετῆχθαι κείμενα;2 ἢ καὶ προθῶμαι τῆς ἀγορᾶς ἐν τῷ μέσῳ, παλιγκαπήλοις εὐτελῶς ἀπεμπολῶν; καὶ τίς μετασχεῖν τῶν ἐμῶν ἀνέξεται; τίς δʼ ἂν πρίαιτο τοὺς λόγους τριωβόλου, εἰ μὴ φέροι πως ὦτα μὴ τετρημένα; ἀλλʼ ἐστὶν ἐλπὶς εὐμενῶς τῶν δρωμένων ὑμᾶς μεταλαβεῖν, κοὐ κατεβλακευμένως· ἔθος γὰρ ὑμῖν τῇ προθυμίᾳ μόνῃ τῇ τῶν καλούντων ἐμμετρεῖν τὰ σιτία. καὶ πρός γε τούτῳ δεῖπνον ἠρανισμένον ἥκω προθήσων ἐκ νέων ἡδυσμάτων. ἐπεὶ γὰρ οὐκ ἔνεστιν ἐξ ἐμοῦ μόνου ὑμᾶς μεταλαβεῖν, ἄνδρες, ἀξίας τροφῆς, πολλοὺς ἔπεισα συλλαβεῖν μοι τοῦ πόνου, καὶ συγκαταβαλεῖν καὶ συνεστιᾶν πλέον. καὶ δὴ παρέσχον ἀφθόνως οἱ πλούσιοι ἐξ ὧν τρυφῶσι· καὶ παραλαβὼν γνησίως ἐν τοῖς ἐκείνων πέμμασι φρυάττομαι. τοῦτο δέ τις αὐτῶν προσφόρως, δεικνὺς ἐμέ, ἴσως ἐρεῖ πρὸς ἄλλον “ἀρτίως ἐμοῦ μάζαν μεμαχότος μουσικήν τε καὶ νέαν, οὗτος παρέθηκεν τὴν ὑπʼ ἐμοῦ μεμαγμένην.” ταυτὶ μὲν οὖν ἐρεῖ τις † οὐδὲ τῶν σοφωτάτων, τῶν ὀψοποιῶν, ὧν χάριν δοκῶ μόνος εἶναι τοσαύτης ἡγεμὼν πανδαισίας. θαρρῶν γὰρ αὐτοῖς λιτὸν οἴκοθεν μέρος καὐτὸς παρέμιξα, τοῦ δοκεῖν μὴ παντελῶς ξένος τις εἶναι3 τῶν ὑπʼ ἐμοῦ συνηγμένων. ἀλλʼ ἐξ ἑκάστου σμικρὸν εἰσάγω μέρος, ὅσον ἀπογεῦσαι· τῶν δὲ λοιπῶν εἰ θέλοι τυχεῖν τις ἁπάντων καὶ μετασχεῖν εἰς κόρον, ἴστω γε ταῦτα κατʼ ἀγορὰν ζητητέα. κόσμον δὲ προσθεὶς τοῖς ἐμοῖς πονήμασι, ἐκ τοῦ Βασιλέως τοὺς προλόγους ποιήσομαι· ἅπαντα γάρ μοι δεξιῶς προβήσεται. καί μοι μεγίστων πραγμάτων ὑμνουμένων εὑρεῖν γένοιτο καὶ λόγους ἐπηρμένους. μή τις ὑπαυχενίοιο λιπὼν ζωστῆρα λεπάδνου βάρβαρος ἐς Βασιλῆα βιημάχον ὄμμα τανύσσῃ· μηδʼ ἔτι Περσὶς ἄναλκις ἀναστείλασα καλύπτρην ὄρθιον ἀθρήσειεν4 ἐποκλάζουσα δὲ γαίῃ, καὶ λόφον αὐχήεντα καταγνάμπτουσα τενόντων, Αὐσονίοις ἄκλητος ὑποκλίνοιτο ταλάντοις. ἑσπερίη θεράπαινα, σὺ δʼ ἐς κρηπῖδα Γαδείρων, καὶ παρὰ πορθμὸν Ἴβηρα καὶ Ὠκεανίτιδα Θούλην, ἤπιον ἀμπνεύσειας, ἀμοιβαίων δὲ τυράννων κράατα μετρήσασα τεῇ κρυφθέντα κονίῃ, θαρσαλέαις παλάμῃσι φίλην ἀγκάζεο Ῥώμην Καυκασίῳ δὲ τένοντι καὶ ἐν ῥηγμῖνι Κυταίῃ, ὁππόθι ταυρείοιο ποδὸς δουπήτορι χαλκῷ σκληρὰ σιδηρείης ἐλακίζετο νῶτα κονίης, σύννομον Ἀδρυάδεσσιν ἀναπλέξασα χορείην Φασιὰς εἱλίσσοιτο φίλῳ σκιρτήματι νύμφη, καὶ καμάτους μέλψειε πολυσκήπτρου βασιλῆος, μόχθον ἀπορρίψασα γιγαντείου τοκετοῖο. μηδὲ γὰρ αὐχήσειεν Ἰωλκίδος ἔμβολον Ἀργοῦς, ὅττι πόνους ἥρωος ἀγασσαμένη Παγασαίου οὐκέτι Κολχὶς ἄρουρα, γονῇ πλησθεῖσα Γιγάντων, εὐπτολέμοις σταχύεσσι μαχήμονα βῶλον ἀνοίγει.5

アガティアス・スコラスティコス コスマスの子、デクリオのテオドロスに捧げられ、コンスタンティノポリスにおいて公にされた新しきエピグラム集。この序詩は、当時催された度重なる朗読会ののちに語られたものである。 諸君、言葉のこれほど豊かな大饗宴に腹を満たしたあなた方は、いまだ不快なまでにその食物をげっぷとして吐き出しているのではないか、と私は思う。そして現に、贅沢のあまり満腹しきって腰を下ろしている。というのも、豪勢で多彩な言葉の雑多なる宴をわれらに差し出した多くの者たちが、見慣れた日常の食物を見下すよう仕向けているからだ。 だが今、私は何をすべきか。すでに仕上げられた作品がこのように放置されて朽ち果てるのを許すべきか。それともアゴラの中央に差し出し、小商人たちに二束三文で売り払おうか。しかし誰が私の作品に与るのを堪え得ようか。三オボロスでこの言葉を誰が買い取ろうか、よほど耳に穴の開いていない者でないかぎり。 しかし、私の差し出すものをあなた方が親身に、倦怠に沈むことなく分かち合ってくれるという望みはある。なぜなら、あなた方は招く者の熱意だけによって供された食物を推し量るのが常だからだ。それに加えて、私は新しい調味料から成る、持ち寄りの饗宴を供するためにやって来たのだ。 というのも、諸君、私一人からあなた方が相応しい糧を得ることは不可能であるゆえ、多くの者たちを説得して私の労苦を手伝わせ、ともに寄与し、さらにともに饗宴を催すようにしたからだ。 そして富める者たちは、自らが楽しむ贅沢の中から惜しみなく提供してくれた。私はそれを本心から受け取り、彼らの焼き菓子を前に誇らしげにしている。 彼らのうちの誰かが、私を指さして、他者に向かってこうもっともらしく言うかもしれない。「私が詩的で新しいパン生地を捏ねたばかりだというのに、こいつは私が捏ねたものを差し出したのだ」と。 料理人たちのうち最も知恵深からぬ者ですら、こういうことを言うだろう。彼らのおかげで、私ひとりがこれほどの大饗宴の主宰者であるかのように思われているのだから。実際、私は彼らを信頼し、自ら集めたものたちにとって完全に無縁な者と思われぬようにするため、我が家からも簡素な一品を差し挟んだのだ。 しかし、私は各自からほんの一部分、味見する程度に差し入れているにすぎない。もし誰かが残りのすべてを手に入れ、飽きるまで味わいたいと望むなら、それらは市場で捜し求めるべきものだと知るがよい。 さて、我が労作に飾りを添えるべく、皇帝から序詞を始めることにしよう。そうすれば万事が私にとって幸先よく運ぶであろうから。そして最大の事績を歌うにあたり、高邁な言葉を見出すことが私に叶わんことを。 いかなる蛮族も、首の下の頸木帯を解いて、力強き戦士なる皇帝に対して眼を向けたりせぬように。 力なきペルシアも二度と被衣を巻き上げてまっすぐに顔を上げることなく、地にひざまずき、筋張った項の誇り高き頸を折り曲げ、招かれずとも自らイタリアの天秤に屈するように。 西方の侍女たる地よ、汝はガディラの礎に、イベリアの海峡と大洋のトゥーレの傍らに、穏やかに息をつくがよい。 そして代々の僭主たちの頭が汝の塵に隠されたのを数え上げ、確固たる両手で愛するローマを抱き留めるがよい。 コーカサスの山脈において、またキュタイの波打ち際において――そこではかつて青銅の蹄を鳴らす雄牛の足によって、鉄の土壌の硬き背が引き裂かれていたが――ファシスのニュンペーは木のニュンペーたちとともに群れなす輪舞を織り成し、親愛の跳躍をもって巡り、数多の笏を持つ皇帝の労苦を讃えて歌うがよい。巨人族の産褥の苦難を投げ捨てて。 というのも、イオールコスのアルゴー船の衝角も誇ることのないように。パガサイの英雄の労苦に驚嘆したコルキスの耕地が、巨人たちの種に満たされて戦い好む麦穂とともに戦の土塊を開くことはもはやないのだと。

構文注5 件
  1. 4.3οἶμαι μὲν ὑμᾶς, ἄνδρες, ἐμπεπλησμένους ... προσκόρως ἐρυγγάνειν

    動詞 οἶμαι が対格不定詞構文を支配しており、意味上の主語は ὑμᾶς、主動詞的不定詞は ἐρυγγάνειν である。分詞 ἐμπεπλησμένους は ὑμᾶς と一致する対格男性複数で、原因または付帯状況(「満腹しているがゆえに/満腹した状態で」)を表す。

  2. 4.3μὴ τὰ προὐξειργασμένα οὕτως ἐάσω συντετῆχθαι κείμενα;

    μὴ ... ἐάσω は疑問文における疑惑の接続法(deliberative subjunctive、アオリスト接続法1人称単数)。動詞 ἐάω は対格不定詞をとって「〜が…するのを許す/放置する」を意味し、τὰ προὐξειργασμένα(対格主語)が συντετῆχθαι(完了受動不定詞)するのを ἐάσω するか、という修辞的自問を表す。κείμενα は付帯状況を示す分詞。

  3. 4.3τοῦ δοκεῖν μὴ παντελῶς ξένος τις εἶναι

    定冠詞中性単数属格 τοῦ を伴う不定詞句(τοῦ δοκεῖν)による目的表現(「〜と思われることのないように」)。不定詞 δοκεῖν の補語として主格 ξένος τις が置かれているのは、文の主語(καὐτός=私自身)と一致しているためである。

  4. 4.3μηδʼ ἔτι Περσὶς ἄναλκις ἀναστείλασα καλύπτρην ὄρθιον ἀθρήσειεν

    μηδέ + 希求法(ἀθρήσειεν、3人称単数アオリスト希求法)による希求・祈念の表現(「ペルシアが…仰ぎ見ることのないように」)。女性名詞形容詞 Περσὶς が主語で、分詞 ἀναστείλασα、ἐποκλάζουσα、καταγνάμπτουσα が主語の動作を修飾する。

  5. 4.3μηδὲ γὰρ αὐχήσειεν Ἰωλκίδος ἔμβολον Ἀργοῦς, ὅττι ... οὐκέτι Κολχὶς ἄρουρα ... ἀνοίγει

    主節は μηδὲ γὰρ αὐχήσειεν(希求法。「アルゴーの衝角も誇ることのないように」)。ὅττι は接続詞 ὅτι の詩的異形で、ここでは動詞 αὐχήσειεν の目的語となる名詞節(「〜ということ」)を導く。節内の骨格は Κολχὶς ἄρουρα(主語)... οὐκέτι ... ἀνοίγει(動詞)... βῶλον(対格目的語)である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:4.3#1