← ギリシア詞華集

ギリシア詞華集 1

§3.11-3.19

キュジコス神殿浮彫の題辞と孝行の神話

キュジコスの神殿浮彫(第11〜19番)の題辞群。ペルセウスによるポリュデクテースの石化、イクシオーンの復讐、ヘラクレスによる母の冥府への導き、ティテュオスの誅殺、ベレロポンの救出、アイオロスとボイオートスによる母の解放、カターネの兄弟愛(断片)、クレオビスとビトーンの孝行、ロムルスとレムスによる母の救出を詠む。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.11

​Anonymi Epigrammatici ἐν τῷ ια;Πολυδέκτης ὁ Σερίφων βασιλεύς ἀπολιθούμενος ὑπὸ Περσέως τῇ τῆς Γοργόνος κεφαλῇ, διὰ τὸν τῆς μητρὸς αὐτοῦ γάμον ἐκπέμψας τοῦτον ἐπὶ τὴν τῆς Γοργόνος κεφαλήν, καὶ ὃν καθʼ ἑτέρου θάνατον ἐπενόει γενέσθαι τοῦτον αὐτὸς κατὰ τὴν πρόνοιαν τῆς Δίκης ἐδέξατο. ἔτλης καὶ σὺ λέχη Δανάης, Πολύδεκτα, μιαίνειν, δυσφήμοις εὐναῖς τὸν Δίʼ ἀμειψάμενος·1 ἀνθʼ ὧν ὄμματʼ ἔλυσε τὰ;Γοργόνος ἐνθάδε Περσεύς, γυῖα λιθουργήσας, ματρὶ χαριζόμενος.

無名詩人による題辞:第十一の円柱には、セリーポスの王ポリュデクテースがペルセウスによりゴルゴーンの首で石化される場面がある。彼は〔ペルセウスの〕母との結婚のためにペルセウスをゴルゴーンの首を取りに遣わしたが、他人に生じさせようと企てていたその死を、正義の女神の配慮により自ら迎えることとなった。 ポリュデクテースよ、汝もまたダナエーの床を汚さんとし、忌まわしき床においてゼウスの跡を襲おうと企てた。その報いとして、ペルセウスはここでゴルゴーンの眼を解き放ち、母への孝養として〔汝の〕四肢を石と化させた。

§3.12

​Anonymi Epigrammatici ἐν τῷ ιβ Ἰξίων Φόρβαντα καὶ Πολύμηλον ἀναιρῶν διὰ τὸν εἰς τὴν μητέρα τὴν ἰδίαν Μέγαραν γεγενημένον φόνον μηδοπότερον γὰρ αὐτῶν προελομένη γῆμαι, ἀγανακτήσαντες ἐπὶ τούτῳ ἐφόνευσαν. Φόρβαν καὶ Πολύμηλον ὅδʼ Ἰξίων βάλε γαίῃ;, ποινὰν τᾶς ἰδίας ματρὸς ἀμυνόμενος.2

無名詩人による題辞:第十二の円柱には、自らの母メガラーに加えられた殺害のためにポルバースとポリュメーロスを討つイクシオーンがある。母が彼らのいずれとも結婚することを望まなかったため、彼らはこれに憤慨して彼女を殺害したのである。 このイクシオーンは、自らの母への報復を討ち果たすべく、ポルバースとポリュメーロスを大地へと打ち倒した。

§3.13

​Anonymi Epigrammatici ὁ δὲ ιγ Ἡρακλέα ἄγοντα τὴν μητέρα αὐτοῦ Ἀλκμήνην εἰς τὸ Ἠλύσιον πεδίον, συνοικίζοντα αὐτὴν Ῥαδαμάνθυϊ, αὐτὸν δὲ εἰς θεοὺς δῆθεν ἐγκρινόμενον. Ἀλκίδας ὁ θρασὺς Ῥαδαμάνθυϊ ματέρα τάνδε, Ἀλκμήναν, ὅσιον πρὸς λέχος ἐξέδοτο.

無名詩人による題辞:第十三の円柱には、母アルクメーネーをエーリュシオンの野へと導き、彼女をラダマンテュスと縁組させ、自らは神々に列せられるヘラクレスがある。 勇猛なるアルケイデースは、この母アルクメーネーを、ラダマンテュスの神聖なる床へと引き渡した。

§3.14

​Anonymi Epigrammatici ἐν δὲ τῷ ιδ Τιτυὸς ὑπὸ ἀπόλλωνος καὶ Ἀρτέμιδος τοξευόμενος ἐπειδὴ τὴν μητέρα αὐτῶν Λητὼ ἐτόλμησεν ὑβρίσαι. μάργε καὶ ἀφροσύνῃ μεμεθυσμένε, τίπτε βιαίως εἰς εὐνὰς ἐτράπης τᾶς Διὸς εὐνέτιδος; ὅς σε δὴ αἵματι φύρσε κατάξια, θηρσὶ δὲ βορρὰν καὶ πτανοῖς ἐπὶ γᾷ εἴασε νῦν ὁσίως.

無名詩人による題辞:第十四の円柱には、アポロンとアルテミスによって、その母レートーを凌辱せんとしたため矢で射られるティテュオスがある。 狂乱し、愚行に酔い痴れた者よ、何ゆえゼウスの妻の床へと乱暴に身を向けたのか。神は汝をふさわしく血にまみれさせ、いまや正義に基づき、大地の上で汝を野獣と鳥たちの餌食として打ち捨てた。

§3.15

​Anonymi Epigrammatici ἐν δὲ τῷ ιε Βελλεροφόντης ὑπὸ τοῦ παιδὸς Γλαύκου σῳζόμενος, ἡνίκα κατενεχθεὶς ἀπὸ τοῦ Πηγάσου εἰς τὸ Ἀλήιον πεδίον, ἔμελλεν ὑπὸ Μεγαπένθους τοῦ Προίτου φονεύεσθαι. οὐκέτι Προιτιάδου φόνον ἔσχεθε Βελλεροφόντης, οὐδʼ ἐκ τοῦ πατρὸς † τειρομένου θάνατον. γλαῦκʼ ἄκραντα † γένους δόλον Ἰοβάτου δʼ ὑπαλύξει, οὕτως γὰρ Μοιρῶν ἐπέκλωσε λίνα. καὶ σὺ πατρὸς φόνον αὐτὸς ἀπήλασας ἐγγύθεν ἐλθών, καὶ μύθων ἐσθλῶν μάρτυς ἐπεφράσαο.

無名詩人による題辞:第十五の円柱には、ペーガソスからアレイオスの野へと落とされ、プロイトスの子メガペンテースに殺されんとした時、子グラウコスに救われるベレロポンがある。 ベレロポンはもはやプロイトスの子の殺意を留め得ず、苦しむ父からの死をも防ぎ得なかった。グラウコスよ、空しくもイオバテースの一族の計略を逃れるであろう、モイラたちの糸がかく紡がれたゆえに。汝自身が近くに進み寄って父の殺害を斥け、気高き物語の証人として心に留めた。

§3.16

​Anonymi Epigrammatici κατὰ δὲ τὰς θύρας τοῦ ναοῦ προσιόντων ἐστὶν Αἴολος καὶ Βοιωτός, Ποσειδῶνος παῖδες, ῥυόμενοι ἐκ δεσμῶν τὴν μητέρα.Μελανίππην τῶν περιτεθέντων αὐτῇ διὰ τὴν φθορὰν ὑπὸ τοῦ πατρὸς αὐτῆς, Αἴολε καὶ Βοιωτέ, σοφὸν φιλομήτορα μόχθον πρήξατε, μητέρʼ ἑὴν ῥυόμενοι θανάτου· τοὔνεκα γὰρ καὶ κάρτα πεφήνατε ἄλκιμοι ἄνδρες, ὃς μὲν ἀπʼ Αἰολίης, ὃς δʼ ἀπὸ Βοιωτίης

無名詩人による題辞:神殿の扉の側、近づく者たちの前には、母メラニッペーを、その密通ゆえに彼女の父によって課された縛めから救い出す、ポセイドンの子らアイオロスとボイオートスがある。 アイオロスよ、ボイオートスよ、生みの母を死から救い出し、母を思う知恵ある労苦を成し遂げた。まさにそれゆえに汝らは、一方はアイオリスから、他方はボイオーティアから、大いなる勇士として現れたのだ。

§3.17

​Anonymi Epigrammatici ἐν δὲ τῷ ιζ Ἄναπις καὶ Ἀμφίνομος, οἳ ἐκραγέντων τῶν κατὰ Σικελίαν κρατήρων διὰ τοῦ πυρὸς οὐδὲν ἕτερον ἢ τοὺς γονεῖς βαστάσαντες ἔσωσαν. πυρὸς καὶ γαίης

無名詩人による題辞:第十七の円柱にはアナピスとアムピノモスがある。彼らはシケリアの噴火口が炸裂した際、火炎を突いて他のいかなるものも顧みず、両親を背負って救い出した。 炎と大地の……

§3.18

​Anonymi Epigrammatici ἐν δὲ τῷ ιη Κλέοβις ἐστὶ καὶ Βίτων, οἳ τὴν ἑαυτῶν μητέρα Κυδίππην ἱερωμένην ἐν Ἄργει Ἥρας, αὐτοὶ ὑποσχόντες τοὺς αὐχένας τῷ ζυγῷ διὰ τὸ βραδῦναι τὸ σκεῦος τῶν βοῶν, ἱερουργῆσαι ἐποίησαν, καὶ ἡσθεῖσα, φασίν, ἐπὶ τούτῳ ἐκείνη ηὔξατο τῇ θεῷ εἴ τι ἐστι κάλλιστον ἐν ἀνθρώποις, τοῦτο τοῖς παισὶν αὐτῆς ὑπαντῆσαι· καὶ τοῦτο αὐτῆς εὐξαμένης ἐκεῖνοι αὐτονυκτὶ θνήσκουσιν. οὐ ψευδὴς ὅδε μῦθος, ἀληθείῃ δὲ κέκασται, Κυδίππης παίδων εὐσεβίης θʼ ὁσίης. ἡδυχαρὴς γὰρʼ ἔην κόπος ἀνδράσι χʼ ὥριος οὗτος, μητρὸς ἐπʼ εὐσεβίῃ3 κλεινὸν ἔθεντο πόνον. χαίροιτʼ εἰν ἐνέροισιν ἐπʼ εὐσεβίῃ κλυτοὶ ἄνδρες, καὶ τὸν ἀπʼ αἰώνων μῦθον ἔχοιτε μόνοι.

無名詩人による題辞:第十八の円柱にはクレオビスとビトーンがある。彼らはアルゴスでヘーラーの神官を務めていた自らの母キュディッペーのために、牛の装具が遅れたことから、自ら軛に首を差し入れ、彼女に祭儀を執り行わせた。伝えられるところによれば、母はこのことに喜び、人にとって最善のものが息子たちに訪れるよう女神に祈願した。そして彼女が祈ると、息子たちはその夜のうちに世を去った。 この物語は偽りではなく、真実によって際立っている。キュディッペーの息子たちとその神聖なる敬虔についての〔物語は〕。この骨折りは男たちにとって甘美な喜びであり、時宜にかなったものであった。彼らは母への敬虔のために名高き労苦を捧げたのだ。敬虔ゆえに名高き男たちよ、冥府にて歓喜せよ。汝らのみが世々に語り継がれる物語を保持せんことを。

§3.19

​Claudianus ἐν δὲ τῷ ιθ Ῥῆμος καὶ Ῥωμύλος ἐκ τῆς Ἀμολίου κολάσεως ῥυόμενοι τὴν μητέρα Σερβιλίαν ὀνόματι· ταύτην γὰρ ὁ Ἄρης φθείρας ἐξ αὐτῆς ἐγέννησεν, καὶ ἐκτεθέντας αὐτοὺς λύκαινα ἔθρεψεν. ἀνδρωθέντες οὖν τὴν μητέρα τῶν δεσμῶν ἔλυσαν, Ῥώμην δὲ κτίσαντες Νομήτορι τὴν βασιλείαν ἀπεκατέστησαν. τόνδε σὺ μὲν παίδων κρύφιον γόνον Ἄρεϊ τίκτεις, Ῥῆμόν τε ξυνῶν καὶ Ῥωμύλον λεχέων, θὴρ δὲ λύκαινʼ ἄνδρωσεν ὑπὸ σπήλυγγι τιθηνός, οἵ σε δυσηκέστων ἥρπασαν ἐκ καμάτων.

クラウディアヌスによる題辞:第十九の円柱には、アムーリウスの処罰からセルウィリアという名の母を救い出すレムスとロムルスがある。アレースが彼女を犯してこの子らをもうけ、捨てられた彼らを牝狼が育てた。成長した彼らは母を縛めから解き放ち、ローマを創建してヌミトルに王権を返還した。 汝は共にした床からアレースに、子らのこの秘められた胤、レムスとロムルスを産み落とした。牝狼が洞窟の懐で乳母となって彼らを男へと育て上げ、彼らは汝を耐え難き労苦から奪還したのだ。

構文注3 件
  1. 3.11τὸν Δίʼ ἀμειψάμενος

    動詞 ἀμείβω の中動態分詞が対格(τὸν Δία)を伴い、「ゼウスと交替する」「ゼウスに代わってその座を襲う」という意味を表す。ゼウスの相手であったダナエーの寝所に自ら取って代わろうとした不敬を指す。

  2. 3.12ποινὰν τᾶς ἰδίας ματρὸς ἀμυνόμενος

    ἀμύνομαι は通常「防ぐ」または「復讐する」を意味するが、ここでは ποινήν(報復・償い)を目的語に取り、「母のための返報を遂行する(復讐を果たす)」の意で機能している。τᾶς ἰδίας ματρός は目的格的属格または利害の属格(「母のために」)。

  3. 3.18μητρὸς ἐπʼ εὐσεβίῃ

    前置詞 ἐπί に与格 εὐσεβίῃ が続き、「敬虔のために/敬虔のゆえに」という動機や目的を表す。μητρός は εὐσεβίῃ に対する目的格的属格であり、「母に対する敬虔(孝心)」を意味する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:3.11-3.19