- 底本
- Greek Anthology, Vol. 1. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc6:3.1-3.10
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
キュジコスのアポロニス神殿の浮彫を描写する連作銘文(第1〜10歌)。ディオニュソス、テレポス、ポイニクス、アンピオンとゼートスらによる母への孝行や母の救出、またレートーを守るアポロンの活躍など、母子にまつわる神話の場面が詠まれる。
Anonymi Epigrammatici εἰς Διόνυσον, Σεμέλην τὴν μητέρα εἰς οὐρανὸν ἀνάγοντα προηγουμένου Ἑρμοῦ, Σατύρων δὲ καὶ Σιληνῶν μετὰ λαμπάδων προπεμπόντων αὐτούς. τάνδε Διὸς δμαθεῖσαν ἐν ὠδίνεσσι κεραυνῷ, καλλίκομον Κάδμου παῖδα καὶ Ἁρμονίης, ματέρα θυρσοχαρὴς ἀνάγει γόνος ἐξ Ἀχέροντος, τὰν ἄθεον Πενθέως ὕβριν ἀμειβόμενος.
無名詩人による題辞:ヘルメスが先導し、サテュロスたちとシレノスたちが松明を掲げて送り届ける中、母セメレーを天へと導くディオニュソスに。 カドモスとハルモニアーの美しい髪の娘、産褥の中でゼウスの雷霆に打たれたこの母を、テュルソスを愛でるその御子がアケロンから導き上げ、ペンテウスの不敬なる驕慢に報いている。
Anonymi Epigrammatici ὁ β κίων ἔχει Τήλεφον ἀνεγνωρισμένον τῇ ἑαυτοῦ μητρί. τὸν βαθὺν Ἀρκαδίης προλιπὼν πάτον εἵνεκα ματρὸς Αὔγης, τᾶσδʼ ἐπέβην γᾶς Τεϋθραντιάδος, Τήλεφος, Ἡρακλέους φίλος γόνος αὐτὸς ὑπάρχων, ὄφρα μιν ἂψ ἀγάγω ἐς πέδον Ἀρκαδίης.
無名詩人による題辞:第二の円柱には、自らの母に認知されたテレポスがある。 母アウゲーのためにアルカディアの深い踏み分け道を離れ、ヘラクレスの愛しき子自身であるこの私テレポスは、彼女を再びアルカディアの平原へと連れ戻すために、このテウトラニアの地に足を踏み入れた。
Anonymi Epigrammatici ὁ γʼ ἔχει τυφλούμενον Φοίνικα ὑπὸ πατρὸς Ἀμύντορος, καὶ κωλύουσαν Ἀλκιμέδην τὸν οἰκεῖον ἄνδρα. Ἀλκιμέδη ξύνευνον Ἀμύντορα παιδὸς ἐρύκει, φοίνικος δʼ ἐθέλει παῦσαι χόλον γενέτου,1 ὅττι περ ἤχθετο πατρὶ ʽσαόφρονος εἵνεκα μητρός, παλλακίδος δούλης λέκτρα προσιεμένῳ· κεῖνος δʼ αὖ δολίοις ψιθυρίσμασιν ἤχθετο κούρῳ, ἦγε δʼ ἐς ὀφθαλμοὺς λαμπάδα παιδολέτιν,
無名詩人による題辞:第三の円柱には、父アミュントルによって盲目にされるポイニクスと、夫を押し留めるその妻アルキメデーがある。 アルキメデーは夫アミュントルを息子から引き離し、ポイニクスの父の怒りを解こうと望んでいる。 息子は慎み深き母のために、奴隷の側室の床を受け入れた父を憎んでいたのだ。しかし父もまた悪意ある囁きのために息子を憎み、子を滅ぼす松明をその両眼へと差し向けていた。
Anonymi Epigrammatici ὁ δʼ ἔχει Πολυμήδην καὶ Κλυτίον τοὺς υἱοὺς Φινέως τοῦ Θρᾳκός, οἵτινες τὴν Φρυγίαν γυναῖκα τοῦ πατρὸς ἐφόνευσαν, ὅτι τῇ μητρὶ αὐτῶν Κλεοπάτρᾳ, αὐτὴν ἐπεισῆγεν. μητρυιὰν Κλυτίος καὶ Κλυτόνοος Πολυμήδης κτείνουσι Φρυγίην, ματρὸς ὑπὲρ σφετέρας. Κλειοπάτρη δʼ ἐπὶ τοῖσιν ἀγάλλεται, ἣ πρὶν ἐπεῖδεν τὰν Φινέως γαμετὰν δαμναμένην ὁσίως,2
無名詩人による題辞:第四の円柱には、トラーキアのピネウスの息子たちポリュメーデースとクリュティオスがある。彼らは父のプリュギア人の妻を殺害した。父が彼らの母クレオパトラの上に彼女を迎え入れたからである。 クリュティオスと名高きポリュメーデースは、自らの母のために、継母たるプリュギアの女を討ち果たす。かつてピネウスの妻が義にかなって征服されるのを見届けたクレオパトラーは、この行為に歓喜している。
Anonymi Epigrammatici ὁ ε ἔχει Κρεσφόντην ἀναιροῦντα Πολυφόντην τοῦ πατρὸς τὸν φονέα· ἔστι δὲ καὶ Μερόπη βάκτρον κατέχουσα καὶ συνεργοῦσα τῷ υἱῷ πρὸς τὴν τοῦ ἀνδρὸς ἐκδημίαν. Κρεσφόντου γενέτην πέφνες τὸ πάρος, Πολυφόντα, κουριδίης ἀλόχου λέκτρα θέλων μιάναι· ὀψὲ δέ σοι πάϊς ἧκε φόνῳ γενέτῃ προσαμύνων, καί σε κατακτείνει ματρὸς ὑπὲρ Μερόπας. τοὔνεκα καὶ δόρυ πῆξε μεταφρένῳ, ἁ δʼ ἐπαρήγει, βριθὺ κατὰ κροτάφων βάκτρον ἐρειδομένα.
無名詩人による題辞:第五の円柱には、父の仇ポリュポンテースを討つクレスポンテースがある。また杖を手に持ち、夫の死へと息子に協力するメロペーもいる。 ポリュポンテースよ、汝はかつて正妻の床を汚さんとし、クレスポンテースの父を討った。だが遅れてその子が、殺された父の復讐のために現れ、母メロペーのために汝を討ち果たす。それゆえ槍を背中に突き刺し、母もまた重い杖を蟀谷に打ち下ろして手を貸している。
Anonymi Epigrammatici ὁ ς ἔχει Πυθῶνα ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος ἀναιρούμενον, καθότι τὴν Λητὼ πορευομένην εἰς Δελφοὺς ἐπὶ τὸ κατασχεῖν [τὸ] μαντεῖον ἐπιφανεὶς διεκώλυσεν. Γηγενέα Πυθῶνα, μεμιγμένον ἑρπετὸν ὁλκοῖς, ἐκνεύει Λατώ, πάγχυ μυσαττομένη· σκυλᾶν γὰρ ἐθέλει πινυτὰν θεὸν ἀλλά γε τόξῳ θῆρα καθαιμάσσει Φοῖβος ἀπὸ σκοπιῆς· Δελφὸν δʼ αὖ θήσει τρίπον ἔνθεον ἐκ δʼ ὅδʼ ὀδόντων πικρὸν ἀποπνεύσει ῥοῖζον ὀδυρόμενος
無名詩人による題辞:第六の円柱には、アポロンとアルテミスに討たれるピュトンがある。神託所を占拠すべくデルポイへと赴くレートーの前に現れ、彼女を妨害したからである。 大地より生まれ、とぐろを巻く蛇の姿をしたピュトンを、レートーはひどく忌み嫌って身をかわす。 ピュトンは賢明な女神を略奪せんとするからである。だが峰からポイボスが弓によってこの野獣を血に染める。彼はデルポイに霊感宿る三脚鼎を据え、蛇は呻きながら歯の間から苦き息を吐き出すであろう。
Anonymi Epigrammatici ὁ ζ ἔχει περὶ τὰ ἀρκτῷα μέρη, Ἀμφίονος καὶ Ζήθου ἱστορίαν προσάπτοντες ταύρῳ τὴν Δίρκην, ὅτι τὴν μητέρα αὐτῶν Ἀντιόπην, διὰ τὴν φθορὰν Λύκῳ ἀνδρὶ αὐτῆς ὑπὸ Νυκτέως τοῦ πατρὸς αὐτῆς παραδοθεῖσαν, ὀργῇ ζηλοτύπῳ ἐνσχεθεῖσα, ἀμέτρως ἐτιμωρήσατο. Ἀμφίων καὶ Ζῆθε, Διὸς σκυλακεύματα, Δίρκην κτείνατε τάνδʼ ὀλέτιν ματέρος Ἀντιόπας, δέσμιον ἣν πάρος εἶχε διὰ ζηλήμονα μῆνιν· νῦν δʼ ἱκέτις αὐτὴ λίσσετʼ ὀδυρομένη. ᾇ γε καὶ ἐκ ταύροιο καθάπτετε δίπλακα σειρήν, ὄφρα δέμας σύρῃ τῆσδε κατὰ ξυλόχου.
無名詩人による題辞:第七の円柱の北側には、母アンティオペーが密通のために父ニュクテウスによって夫リュコスに引き渡され、嫉妬の怒りに囚われたディルケーによって過度に処罰されたため、ディルケーを雄牛に縛り付けるアンピオンとゼートスの物語がある。 ゼウスの裔たるアンピオンとゼートスよ、母アンティオペーを滅ぼしたこの女ディルケーを殺せ。彼女はかつて嫉妬深き怒りゆえに母を縛めの中に留めていたが、いまや自ら嘆きつつ哀願している。さあ、この森の中をその身体が引きずられるよう、彼女を雄牛に二重の綱で結びつけよ。
Anonymi Epigrammatici ἐν τῷ η ἡ τοῦ Ὀδυσσέως νεκυομαντεία· καθέστηκε τὴν] ἰδίαν μητέρα Ἀντίκλειαν περὶ τῶν κατὰ τὸν οἶκον ἀνακρίνων. μᾶτερ Ὀδυσσῆος πινυτόφρονος Ἀντίκλεια, ζῶσα μὲν εἰς Ἰθάκην οὐχ ὑπέδεξο πάιν· ἀλλά σε νῦν Ἀχέροντος ἐπὶ ῥηγμῖσι γεγῶσαν θαμβεῖ, ἀνὰ γλυκερὰν ματέρα δερκόμενος.
無名詩人による題辞:第八の円柱にはオデュッセウスの冥府降霊術がある。彼は家での出来事について自らの母アンティクレイアに尋問している。 思慮深きオデュッセウスの母アンティクレイアよ、汝は生きてその子をイタケーに迎え入れることはなかった。しかし今やアケロンの岸辺にいる汝を見て、愛しき母を見上げつつ、彼は驚愕している。
Anonymi Epigrammatici ἐν τῷ θ Πελίας καὶ Νηλεὺς ἐνλελάξευνται, οἱ Ποσειδῶνος παῖδες, ἐκ δεσμῶν τὴν ἑαυτῶν μητέρα ῥυόμενοι, ἣν πρώην ὁ πατὴρ μὲν Σαλμωνεὺς διὰ τὴν φθορὰν ἔδησεν· ἡ δὲ μητρυιὰ αὐτῆς Σιδηρὼ τὰς βασάνους αὐτῇ ἐπέτεινεν. μὴ Τυρὼ τρύχοι σε περισπείρημα Σιδηροῦς Σαλμωνεῖ γενέτᾳ τῷδʼ ὑποπτησσομένην· οὐκέτι γὰρ δουλώσει ἐν ἕρκεσιν, ἐγγύθι λεύσσων3 Νηλέα καὶ Πελίαν τούσδε καθεξομένους.
無名詩人による題辞:第九の円柱には、ポセイドンの子らペリアースとネーレウスが刻まれている。彼らは自らの母を縛めから救い出している。彼女はかつて密通のために父サルモーネウスによって縛られ、継母シデーローは彼女への拷問を激化させていた。 テューローよ、この父サルモーネウスに怯える汝を、シデーローの巻きつく罠が苦しめることのなきように。 近くにこのネーレウスとペリアースが腰を下ろしているのを見るならば、父はもはや汝を柵の中に奴隷とすることはないであろう。
Anonymi Epigrammatici ἐν δὲ τῷ κατὰ δύσιν πλευρῷ ἐστὶν ἐν ἀρχῇ τοῦ ι πίνακος Εὔνοος γεγλυμμένος καὶ Θόας, οὓς ἐγέννησεν Ὑψιπύλη, ἀναγνωριζόμενοι τῇ μητρί, καὶ τὴν χρυσῆν δεικνύντες ἄμπελον ὅπερ ἦν αὐτοῖς τοῦ γένους σύμβολον, καὶ ῥυόμενοι αὐτὴν τῆς διὰ τὸν Ἀρχεμόρου θάνατον παρʼ Εὐρυδίκῃ τιμωρίας. φαῖνε, Θόαν, Βάκχοιο φυτὸν τόδε· ματέρα γάρ σου ῥύσῃ τοῦ θανάτου, οἰκέτιν Ὑψιπύλαν· ἃ· τὸν ἀπʼ Εὐρυδίκας ἔτλη χόλον, ἦμος † ἀφοῦθαρ ὕδρος ὁ γαγενέτας ὤλεσεν Ἀρχέμορον. στεῖχε δὲ καὶ σὺ λιπὼν Ἀσωπίδος Εὔνοε † κούραν γειναμένην ἄξων Λῆμνον ἐς ἠγαθέην,
無名詩人による題辞:西側の壁面には、第十の額の冒頭に、ヒュプシピュレーの生んだエウノオスとトアースが刻まれており、母に再会し、彼らにとって家系の証であった黄金の葡萄の木を示し、アルケモロスの死によってエウリュディケーから下される処罰から母を救い出している。 トアースよ、バッコスのこの苗木を掲げよ。汝は汝の母、召使いとなったヒュプシピュレーを死から救うであろう。彼女は大地より生まれた大蛇がアルケモロスを滅ぼした時、エウリュディケーの怒りに耐えたのだ。そしてエウノオスよ、汝もまたアーソーポスの娘を去って進み、生みの母を神聖なレームノス島へと導くがよい。
- 3.3Φοίνικος δʼ ἐθέλει παῦσαι χόλον γενέτου
Φοίνικος と γενέτου はともに属格であり、同格的に「ポイニクスの父(アミュントル)」を指す。χόλον γενέτου で「父の怒り」を表し、Φοίνικος は γενέτου に係ると解するのが文脈上自然である(父が息子を盲目にしようとしており、母が鎮めようとしているのは父の激怒であるため)。「父に対するポイニクスの怒り」と解する余地もあるが、直後の節で父が盲目の刑を下そうとしている主客関係と合致しない。
- 3.4δαμναμένην ὁσίως
副詞 ὁσίως(敬虔に、神法に背かず、正当に)は受動分詞 δαμναμένην に係る。前妻クレオパトラが不当に虐待されたのに対し、今や継母(ピネウスの後妻)が息子の手によって「正当に/報いを受けて討たれる(制圧される)」ことをクレオパトラが見届けて喜んでいる文脈を示す。
- 3.9οὐκέτι γὰρ δουλώσει ἐν ἕρκεσιν, ἐγγύθι λεύσσων
主動詞 δουλώσει の主語は父サルモーネウス(前行の Σαλμωνεῖ γενέτᾳ)。分詞 λεύσσων(男性単数主格)は主語であるサルモーネウスに一致し、「(サルモーネウスが傍らに坐す息子たちを)見れば、もはや娘テューローを監禁・奴隷化することはないだろう」という意味関係を成す。
