← ギリシア詞華集

ギリシア詞華集 5

§16.309-16.329

詩人や哲学者たちの肖像とガラス細工

アナクレオーン、サッポー、オッピアノス、アガティアス、ピュタゴラス、プラトーン、アリストテレースらの彫像・肖像や事績を題材とした警句に加え、ガラス工芸や銀の筆を詠んだ小品群。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
309

​Anonymi Epigrammatici Τήιον ἀμφοτέρων με βλέπεις ἀκόρεστον ἐρώτων πρέσβυν, ἴσον κούροις, ἶσον ἁδόντα κόραις· ὄμμα δέ μευ Βρομίῳ βεβαρημένον, ἠδʼ ἀπὸ κώμων τερπνὰ φιλαγρύπνων σήματα παννυχίδων.

詠み人知らず そなたが見ているのは、少年にも少女にも等しく惹かれ、両方の愛に飽くことを知らぬテオスの老翁、わが姿である。わが目はブロミオスによって重く沈み、夜通し眠りを惜しんだ饗宴の快い名残を留めている。

310

​Damocharis εἰς εἰκόνα Σαπφοῦς αὐτή σοι πλάστειρα Φύσις παρέδωκε τυπῶσαι τὴν Μυτιληναίαν, ζωγράφε, Πιερίδα. πηγάζει τὸ διαυγὲς ἐν ὄμμασι τοῦτο δʼ ἐναργῶς δηλοῖ φαντασίην ἔμπλεον εὐστοχίης. αὐτομάτως δʼ ὁμαλή τε καὶ οὐ περίεργα † κολῶσα σάρξ ὑποδεικνυμένην τὴν ἀφέλειαν ἔχει. ἄμμιγα δʼ ἐξ ἱλαροῖο καὶ ἐκ νοεροῖο προσώπου μοῦσαν ἀπαγγέλλει Κύπριδι μιγνυμένην.

ダモカリス「サッポーの肖像に」 絵師よ、塑形者たる自然みずからが、ミュティレーネーのムーサを形づくるようそなたに委ねたのだ。その両眼には透明な輝きが湧き出でており、これは創意の才気に満ちた想像力をありありと示している。自ずから滑らかで余計な飾りのない肉体は、あからさまな素朴さを帯びている。朗らかさと知性に満ちた面持ちが混ざり合い、キュプリスと交わるムーサの姿を告げ知らせている。

​Anonymi Epigrammatici εἰς τὰ Ὀππιανοῦ Ἁλιευτικά Ὀππιανὸς σελίδεσσιν ἁλίπλοα φῦλα συνάψας θήκατο πᾶσι νέοις ὄψον ἀπειρέσιον.

詠み人知らず「オッピアノスの『漁撈詩』に」 オッピアノスは海を泳ぐ種族たちを書物の紙葉に連ね合わせ、あらゆる若き者たちのために尽きせぬ美味なる馳走を用意した。

​Anonymi Epigrammatici εἰς εἰκόνα Γεωργίου Καλλιόπη βασίλεια Γεώργιον εἶπεν ἰδοῦσα· οὗτος ἐμὸς γενέτης γνήσιος, οὐ Κρονίδης.

詠み人知らず「ゲオルギオスの肖像に」 王妃なるカリオペーはゲオルギオスを見てこう言った。「この者こそわが真の生みの親であり、クロノスの子ではない。」

​Anonymi Epigrammatici εἰς ἀνδριάντα Πτολεμαίου ῥήτορος ἐν Ἀντιοχείᾳ α. Εἰκών, τίς σ’ ἀνέθηκε; β. λόγοι. α. τίνος εἶ; β. Πτολεμαίου. α. ποίου; β. τοῦ Κρητός. α. τεῦ χάριν; β. ἀντʼ ἀρετῆς. α. τῆς ποδαπῆς; β. πάσης. α. τῆς ἐς τίνας; β. ἐς δικολέκτας. α. καὶ ξύλον ἀρκεῖ; β. ναί· χρυσίον οὐ δέχεται.

詠み人知らず「アンティオケイアにおける弁論家プトレマイオスの像に」 問:像よ、誰がお前を捧げたのか。答:言論です。問:誰の像なのか。答:プトレマイオスの。問:どのプトレマイオスか。答:クレータ人の。問:何のゆえに。答:卓越性への報いとして。問:いかなる卓越性か。答:あらゆる卓越性です。問:誰に対する。答:法廷で弁ずる者たちに対する。問:そして木で足りるのか。答:足ります。彼は黄金など受け取らないのですから。

​Arabius εἰκόνα Λογγίνῳ χρυσέην πόλις εἶχεν ὀπάσσαι,1 εἰ μὴ πότνα Δίκη χρυσὸν ἀπεστρέφετο.

アラビオス 尊き正義の女神が黄金を退けさえしなかったなら、都市はロンギノスに黄金の像を授けることができたであろうに。

315

​Thomas ῥητορικῆς φιλέω τρεῖς ἀστέρας, οὕνεκα μοῦνοι πάντων ῥητήρων εἰσὶν ἀρειότεροι· σεῖο πόνους φιλέω, Δημόσθενες· εἰμὶ δὲ λίην καὶ φιλαριστείδης καὶ φιλοθουκυδίδης.

トマス 私は弁論術の三つの星を愛する。彼らのみがあらゆる弁論家たちの中でより優れているからだ。デモステネスよ、私はそなたの労作を愛する。そしてまたアリステイデースの熱烈な愛好家であり、トゥーキュディデースの熱烈な愛好家でもある。

​Michaelius εἰς εἰκόνα Ἀγαθίου Σχολαστικοῦ ἡ πόλις Ἀγαθίαν τὸν ῥήτορα, τὸν στιχαοιδόν, δίζυγος εὐεπίης ῥυθμὸν ἀγασσαμένη, ὡς μήτηρ ἐτέλεσσεν ἐφʼ υἱέι, καὶ πόρε τήνδε εἰκόνα, καὶ στοργῆς μάρτυρα καὶ σοφίης· Μεμνόνιον δὲ τοκῆα, κασίγνητόν τε σὺν αὐτῷ ἔστησεν, γενεῆς σύμβολα σεμνοτάτης.

ミカエリオス「アガティアス・スコラスティコスの肖像に」 都は弁論家にして詩作の歌い手なるアガティアスを、その二筋の優れた言論のリズムを称賛し、母が息子に対するように栄誉を授け、親愛と知恵の証人たるこの肖像を与えた。そして彼の誉れ高き家柄の証として、父メンモニオスとその兄弟をも彼とともに並び立たせた。

​Palladas κωφὸν ἄναυδον ὁρῶν τὸν Γέσσιον, εἰ λίθος ἐστί, Δήλιε, μαντεύου, τίς τίνος ἐστὶ λίθος.2

パラダス 口を閉ざし言葉なきゲッシオスを見て、もしこれが石であるなら、デーロスの神よ、どちらがどちらの石であるのかを占いたまえ。

​Anonymi Epigrammatici εἰς εἰκόνα ῥήτορος ἀφυοῦς τίς σὲ τὸν οὐ λαλέοντα τύπῳ ῥητῆρος ἔγραψε· σιγᾷς, οὐ λαλέεις· οὐδὲν ὁμοιότερον.

詠み人知らず「無能な弁論家の肖像に」 語ることのないそなたを、弁論家の姿で描いたのは誰か。そなたは沈黙し、語らない。これほど実物に似たものはない。

​Anonymi Epigrammatici εἰς εἰκόνα Μαρίνου ῥήτορος εἰκόνες ἀνθρώποισι φίλον γέρας· ἀλλὰ Μαρίνῳ ὕβρις, ἐλεγχομένης εἴδεος ἀπρεπίης.

詠み人知らず「弁論家マリーノスの肖像に」 肖像は人びとにとって喜ばしい名誉の贈り物である。だがマリーノスにとっては恥辱である。その容貌の醜さが暴き出されるのだから。

320

​Anonymi Epigrammatici [εἰς ἄγαλμα Ἀριστείδου ῥήτορος νεῖκος Ἀριστείδης Ἰάδων κατέπαυσε πολήων, τὸ πρὶν Ὁμηρείης εἶχον ὑπὲρ γενεῆς. φασὶν γὰρ πᾶσαι “Σμύρνη τέκε θεῖον Ὅμηρον, ἡ καὶ Ἀριστείδην ῥήτορα γειναμένη.”

詠み人知らず「弁論家アリステイデースの像に」 かつてホメーロスの出自をめぐってイオーニアの都市たちが抱いていた争いを、アリステイデースが鎮めた。あらゆる都市がこう言っているからだ。「神のごときホメーロスを産んだスミュルナこそが、弁論家アリステイデースをも生み落としたのだ」と。

​Anonymi Epigrammatici εἰκὼν Καλλίστου τοῦ ῥήτορος· οἱ δὲ παρʼ αὐτὴν ἐρχόμενοι, Ἑρμῇ σπένδετε τῷ λογίῳ.

詠み人知らず 弁論家カリストスの肖像である。その傍らを通り過ぎる者たちよ、雄弁の神ヘルメースに神酒を注ぐがよい。

​Anonymi Epigrammatici Φύρμος με Φύρμον, πυρφόρος τὸν πυρφόρον, ὁ παῖς ὁ ῥήτωρ τὸν πατέρα τὸν ῥήτορα,

詠み人知らず ピュルモスが私ピュルモスを、火を持つ神官が火を持つ神官を〔捧げた〕。弁論家たる子が、弁論家たる父を。

​Mesomedes τὰν ὕελον ἐκόμιζε κόψας ἐργάτας ἀνήρ ἐς δὲ πῦρ ἔθηκε βῶλον, ὡς σίδηρον εὐσθενῆ· ἁ δʼ ὕελος, οἷα κηρός, ἐξεχεῖτο, παμφάγοισι φλοξὶν ἐκπυρουμένα· θαῦμα δʼ ἦν ἰδεῖν βροτοῖς ὁλκὸν ἐκ πυρὸς ῥέοντα, καὶ τὸν ἐργάτην τρέμοντα, μὴ πεσὼν διαρραγῇ.3 ἐς δὲ διπτύχων ἀκμὰς χηλέων ἔθηκε βῶλον.

メソメーデース 職人はガラスを切り出して運び、強い鉄のようにその塊を火に入れた。するとガラスは蜜蝋のように溶け出し、すべてを食らい尽くす炎に焼き焦がされた。火から流れ出る筋と、落ちて砕け散りはしないかと震える職人の姿を見るのは、死すべき人間にとって驚嘆であった。そして職人は二つに分かれたやっとこの先端にその塊を置いた。

​Anonymi Epigrammatici ἡ γραφὶς ἀργυρέη μὲν ὅτʼ ἐκ πυρὸς ἦλθον ἐτύχθην, σαῖσι δὲ καὶ χρυσέη γίνομαι ἐν παλάμαις. ὧδέ σοι, ὦ χαρίεσσα Λεόντιον, εὖ μὲν Ἀθήνη τέχνης, εὖ δʼ εἴδους ἄκρα δέδωκε Κύπρις.

詠み人知らず 私たる鉄筆は、火から出てきたときには銀で作られたが、そなたの掌の中では黄金にもなる。優雅なるレオンティオンよ、このようにアテーナーは技芸の頂を、キュプリスは美しさの極致を、そなたに見事に授けたのだ。

325

​Julianus εἰς ἀνδριάντα Πυθαγόρου οὐ τὸν ἀναπτύσσοντα φύσιν πολύμητιν ἀριθμῶν ἤθελεν ὁ πλάστης Πυθαγόραν τελέσαι, ἀλλὰ τὸν ἐν σιγῇ πινυτόφρονι· καὶ τάχα φωνὴν ἔνδον ἀποκρύπτει, καὶ τόδʼ ἔχων ὀπάσαι.4

ユリアノス「ピュタゴラスの像に」 彫刻家は、数の知恵深き本性を解き明かすピュタゴラスを作ろうと望んだのではなく、知性に満ちた沈黙のうちにある彼を望んだのだ。そして彫刻家はおそらく、声を授けることができたにもかかわらず、その内に声を隠しているのである。

​Anonymi Epigrammatici εἰς εἰκόνα Πυθαγόρου αὐτὸν Πυθαγόραν ὁ ζωγράφος, ὃν μετὰ φωνῆς εἶδες ἄν, εἴ γε λαλεῖν ἤθελε Πυθαγόρας.

詠み人知らず「ピュタゴラスの肖像に」 画家が描いたのはピュタゴラスその人である。もしピュタゴラスが語ることを望みさえしたなら、声とともにそなたが見たであろう姿の。

​Joannes Barbucallus ὡς σοφὸς ὁ γράψας· ζωὰν οὐκ ἔμβαλε κηρῷ, Σωκράτεος ψυχᾷ τοῦτο χαριζόμενος.

ヨーアンネース・バルブカッロス 描いた者は何と賢明であることか。彼は蝋に命を吹き込まず、そのことによってソクラテースの魂に喜ばしい報いをもたらしたのだ。

​Anonymi Epigrammatici τὸν νοῦν διδάσκων αἰθερεμβατεῖν Πλάτων, τοὺς τῶν ὑπὲρ νοῦν ἐξερεύγεται λόγους.

詠み人知らず 精神に天空を歩むことを教えるプラトーンは、精神を超えたものたちの言論を吐露する。

​Anonymi Epigrammatici εἰς εἰκόνα Ἀριστοτέλους οὗτος Ἀριστοτέλης μετρῶν χθόνα καὶ πόλον ἄστρων.

詠み人知らず「アリストテレースの肖像に」 大地と星々の天空を測る者、これぞアリストテレースである。

構文注4 件
  1. 16.314εἶχεν ὀπάσσαι

    εἶχεν+不定詞は「与えることができた(可能であった)」を意味し、後続の条件節 εἰ μὴ... ἀπεστρέφετο(事実に反する過去の条件)と呼応して、ἄν を伴わない非人称的・可能表現による反実仮想過去帰結節を形成している。

  2. 16.317τίς τίνος ἐστὶ λίθος

    二重疑問代名詞(τίς τίνος)の構文。「誰が誰の石であるか」、すなわち石像たるゲッシオスと素材の石のいずれが本体でいずれが属性であるかを神託に問う機智的表現。

  3. 16.323μὴ πεσὼν διαρραγῇ

    懸念を表す動詞 τρέμοντα に後続する μή 節(接続法)で、「落ちて粉々に砕け散りやしないかと心配して/恐れて」という危惧の意味を表す。

  4. 16.325καὶ τόδʼ ἔχων ὀπάσαι

    ἔχων ὀπάσαι は ἔχω+不定詞で「授ける能力がある」の意。前置詞的副詞/接続関係としての καί は譲歩(「それ[声]を授ける能力がありながらも」)の意味を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.309-16.329