- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.295-16.308
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ホメーロスの神的な起源と出生地を争う諸都市の議論、詩人の不朽の偉業を讃える警句群に続き、ピンダロスと酒に酔いよろめきながら愛を歌うアナクレオーンを詠んだ詩が並ぶ。
Anonymi Epigrammatici οὐχὶ πέδον Σμύρνης ἐλοχεύσατο θεῖον Ὅμηρον, οὐ Κολοφὼν τρυφερῆς ἄστρον Ἰηονίης, οὐ Χίος, οὐκ Αἴγυπτος ἐύσπορος, οὐ Κύπρος ἁγνή, οὐ νῆσος κραναὴ Λαρτιάδαο πάτρη, οὐκ Ἄργος Δαναοῖο, κυκλωπείη τε Μυκήνη, οὐδὲ τὸ Κεκροπιδῶν ἄστυ παλαιογόνων. οὐ γὰρ ἔφυ χθονὸς ἔργον· ἀπʼ αἰθέρος ἀλλὰ ἑ Μοῦσαι πέμψαν,1 ἵνʼ ἡμερίοις δῶρα ποθητὰ φέροι.
詠み人知らず スミュルナの大地が神のごときホメーロスを産み落としたのではない。たおやかなイオーニアの星たるコロポーンでもなく、キオスでも、実り豊かなエジプトでも、清らかなキュプロスでもなく、ラエルテースの子の故郷たる険しい島でもない。ダナオスのアルゴスでも、キュクロープスたちが築いたミュケーナイでも、太古に生まれたケクロプスの子らの都でもない。彼は大地の生み出した業ではなかったからだ。天界からムーサたちが彼を送り出し、死すべき人間たちに憧れの賜物をもたらさせたのである。
Antipater οἱ μέν σευ Κολοφῶνα τιθηνήτειραν, Ὅμηρε, οἱ δὲ καλὰν Σμύρναν, οἱ δʼ ἐνέπουσι Χίον, οἱ δʼ Ἴον, οἱ δʼ ἐβόασαν ἐΰκλαρον Σαλαμῖνα, οἱ δέ νυ τῶν Λαπιθέων ματέρα Θεσσαλίην· ἄλλοι δʼ ἄλλην μαῖαν ἀνίαχον. εἰ δέ με Φοίβου χρὴ λέξαι πινυτὰς ἀμφαδὰ μαντοσύνας, πάτρα σοι τελέθει μέγας οὐρανός, ἐκ δὲ τεκούσης οὐ θνατᾶς, ματρὸς δʼ ἔπλεο Καλλιόπας,
アンティパトロス ホメーロスよ、ある者らはコロポーンをそなたの乳母と呼び、ある者らは美しきスミュルナを、ある者らはキオスをそう呼ぶ。ある者らはイオスを、ある者らは恵み多きサラミースを高らかに称え、ある者らはラピテースたちの母なるテッサリアを称える。また他の者らは別の育みの地を叫び立てる。だが、もし私にポイボスの賢明な神託を白日の下に語ることが許されるなら、そなたの故郷は大いなる天であり、そなたを産んだのは死すべき女ではなく、母なるカリオペーから生まれたのだ。
Anonymi Epigrammatici ἑπτὰ ἐριδμαίνουσι πόλεις διὰ ῥίζαν Ὁμήρου, Κύμη, Σμύρνα, Χίος, Κολοφών, Πύλος, Ἄργος, Ἀθῆναι.
詠み人知らず 七つの都市がホメーロスの出自をめぐって争っている。キューメー、スミュルナ、キオス、コロポーン、ピュロス、アルゴス、アテーナイ。
Anonymi Epigrammatici ἑπτὰ πόλεις μάρναντο σοφὴν διὰ ῥίζαν Ὁμήρου, Σμύρνα, Χίος, Κολοφών, Ἰθάκη, Πύλος, Ἄργος, Ἀθῆναι.
詠み人知らず 七つの都市がホメーロスの知恵ある出自をめぐって競い合った。スミュルナ、キオス、コロポーン、イタケー、ピュロス、アルゴス、アテーナイ。
Anonymi Epigrammatici α. Χῖος ἔφυς; β. οὔ φημι. α. τί δαί, Σμυρναῖος; β. ἀπαυδῶ. α. Κύμη δʼ ἢ Κολοφὼν πατρίς, Ὅμηρε, σέθεν; β. Οὐδετέρη. α. Σαλαμὶς δὲ τεὴ πόλις; β. οὐδʼ ἀπὸ ταύτης ἐξέφυν. α. ἀλλʼ αὐτὸς λέξον ὅπῃ γέγονας. β. οὐκ ἐρέω. α. τίνος ἦρα;2 β. Πέπεισμʼ ὅτι τἀτρεκὲς εἰπὼν ἕξω τὰς ἄλλας ἄμμιν ἀπεχθομένας.
詠み人知らず 問:キオスの生まれか。答:違う。問:ではスミュルナの者か。答:否と言う。問:ホメーロスよ、そなたの故郷はキューメーか、それともコロポーンか。答:どちらでもない。問:ではサラミースがそなたの都市か。答:そこから生まれたのでもない。問:ならば、そなたがどこで生まれたのか自身で語るがよい。答:語るまい。問:一体何ゆえに。答:真実を告げれば、他の都市たちが私に敵意を抱くようになると確信しているからだ。
Anonymi Epigrammatici εἰς αἰῶνας, Ὅμηρε, καὶ ἐξ αἰῶνος ἀείδῃ, οὐρανίης Μούσης δόξαν ἀειράμενος. μῆνιν μὲν γὰρ ἄεισας Ἀχιλλέος, ἄεισας Ἀχαιῶν στρομβηδὸν νηῶν σύγχυσιν ἐν πελάγει, τειρόμενόν τε πλάνῃσιν Ὀδυσσέα ποικιλόβουλον, τοῦ λέχος ἀσπασίως εἴσιδε Πηνελόπη,
詠み人知らず ホメーロスよ、天上のムーサの誉れを帯びたそなたは、世々にわたり、また永遠の昔より歌い継がれる。そなたはアキレウスの怒りを歌い、大洋におけるアカイア人の船々の渦巻く混乱を歌い、さらには放浪に苦しむ知略に富むオデュッセウスを歌った。彼の床をペネロペーは喜んで目にした。
Anonymi Epigrammatici εἰ θεός ἐστιν Ὅμηρος, ἐν ἀθανάτοισι σεβέσθω· εἰ δʼ αὖ μὴ θεός ἐστι, νομιζέσθω θεὸς εἶναι.
詠み人知らず もしホメーロスが神であるならば、不死の者たちの間で崇められるがよい。もし彼が神でないとするならば、神であると見なされるがよい。
Anonymi Epigrammatici εὗρε Φύσις, μόλις εὗρε· τεκοῦσα δʼ ἐπαύσατο μόχθων, εἰς ἕνα μοῦνον Ὅμηρον ὅλην τρέψασα μενοινήν.
詠み人知らず 自然は見出した、辛うじて見出した。そしてただ一人のホメーロスへと全念慮を注ぎ込み、産み終えると労苦を休めた。
Anonymi Epigrammatici τίς ποθʼ Ὁμηρείης μεγάλης ὀπός ἐστιν ἀπευθής; τίς χθών, τίς δὲ θάλασσα μάχην οὐκ οἶδεν Ἀχαιῶν; δῆμος ὁ Κιμμερίων, πανδερκέος ἄμμορος αἴγλης ἠελίου, Τροίης ὄνομʼ ἔκλυεν, ἔκλυεν Ἄτλας οὐρανὸν εὐρύστερνον ἔχων ἐπικείμενον ὤμοις.
詠み人知らず ホメーロスの大いなる声を耳にしていない者が一体誰かいようか。アカイア人たちの戦いを知らぬ大地が、また海があろうか。普く照らす太陽の光を奪われたキンメリオイの民もトロイアの名を聞き、広い胸なる天を肩に乗せ支えるアトラースもそれを聞いた。
Anonymi Epigrammatici διεξιών, Ὅμηρε, τὴν κεκαυμένην,3 φθονεῖν ἀφῆκας τὰς ἀπορθήτους πόλεις.
詠み人知らず ホメーロスよ、そなたは焼かれた都を詳しく物語ることで、破壊されなかった都市たちに嫉妬の念を抱かせた。
Antipater εἰς εἰκόνα Πινδάρου Νεβρείων ὁπόσον σάλπιγξ ὑπερίαχεν αὐλῶν, τόσσον ὑπὲρ πάσας ἔκραγε σεῖο χέλυς· οὐδὲ μάτην ἁπαλοῖς περὶ χείλεσιν ἑσμὸς ἐκεῖνος ἔπλασε κηρόδετον, Πίνδαρε, σεῖο μέλι. μάρτυς ὁ Μαινάλιος κερόεις θεός, ὕμνον ἀείσας τῶν σέο,4 καὶ νομίων λησάμενος δονάκων.
アンティパトロス「ピンダロスの肖像に」 角笛が小鹿の骨の笛を音量で凌駕するごとく、そなたの竪琴はあらゆる竪琴を凌いで響き渡った。 ピンダロスよ、あの蜂の群れがそなたの柔らかな唇のまわりに蜜蝋で固めた蜜を形作ったのも徒事ではない。マイナロスの角ある神が証人である。彼は野の葦笛を忘れ、そなたの讃歌を歌ったのだから。
Leonidas εἰς Ἀνακρέοντα πρέσβυν Ἀνακρείοντα χύδαν σεσαλαγμένον οἴνῳ θάεο δινωτοῦ στρεπτὸν ὕπερθε λίθου, ὡς ὁ γέρων λίχνοισιν ἐπʼ ὄμμασιν ὑγρὰ δεδορκὼς ἄχρι καὶ ἀστραγάλων ἕλκεται ἀμπεχόναν· δισσῶν δʼ ἀρβυλίδων τὰν μὲν μίαν, οἷα μεθυπλήξ, ὤλεσεν· ἐν δʼ ἑτέρᾳ ῥικνὸν ἄραρε πόδα. μέλπει δʼ ἠὲ Βάθυλλον ἐφίμερον, ἠὲ Μεγιστέα, αἰωρῶν παλάμᾳ τὰν δυσέρωτα χέλυν. ἀλλὰ πάτερ Διόνυσε, φύλασσέ μιν οὐ γὰρ ἔοικεν ἐκ Βάκχου πίπτειν Βακχιακὸν θέραπα.5
レオニダース「アナクレオーンに」 酒にひどく酔い痴れ、円く彫られた石の上でよろめく老アナクレオーンを見るがよい。この老人は好色な眼差しで潤んだ目を向け、足首にまで外套を引きずっている。二つの革靴のうち片方を、酔いに打たれた者の常として失い、もう片方に皺だらけの足をぴったり収めている。そして愛らしいバテュロスを、あるいはメギステウスを歌い、手に切なき恋の竪琴を揺らしている。だが父ディオニューソスよ、彼を見守りたまえ。バッコスの従者がバッコスによって倒れるのはふさわしくないゆえに。
Leonidas ἴδʼ ὡς ὁ πρέσβυς ἐκ μέθας Ἀνακρέων ὑπεσκέλισται, καὶ τὸ λῶπος ἕλκεται ἐσάχρι γυίων τῶν δὲ βλαυτίων τὸ μὲν ὅμως φυλάσσει, θάτερον δʼ ἀπώλεσεν. μελίσδεται δὲ τὰν χέλυν διακρέκων ἤτοι Βάθυλλον, ἢ καλὸν Μεγιστέα. φύλασσε, Βάκχε, τὸν γέροντα, μὴ πέσῃ.
レオニダース 老アナクレオーンが酔いによって足をすくわれ、衣を脚の先まで引きずっている様子を見るがよい。上履きのうち片方はそれでも履き続けているが、もう片方は失ってしまった。そして竪琴をかき鳴らしながら、バテュロスを、あるいは美しきメギステウスを歌っている。バッコスよ、この老人が倒れぬよう見守りたまえ。
Eugenes τὸν τοῖς μελιχροῖς Ἱμέροισι σύντροφον, Λυαῖʼ, Ἀνακρείοντα Τήιον κύκνον, ἔσφηλας ὑγρῇ νέκταρος μεληδόνι. λοξὸν γὰρ αὐτοῦ βλέμμα, καὶ περὶ σφυροῖς ῥιφθεῖσα λώπευς πέζα, καὶ μονοζυγὲς μέθην ἐλέγχει σάνδαλον χέλυς δʼ ὅμως τὸν εἰς Ἔρωτας ὕμνον ἀθροΐζεται. ἀπτῶτα τήρει τὸν γεραιόν, Εὔιε.
エウゲネース 甘やかな欲望たちの友、テオスの白鳥アナクレオーンを、リュアイオスよ、そなたは神酒の潤んだ配慮によってつまづかせた。彼の眼差しは斜めを向き、足首のまわりに投げ出された外套の裾と、片方だけ履かれたサンダルがその酩酊を物語っている。それでも竪琴は愛の神々への讃歌を紡ぎ出している。エウイオスよ、この老人を倒れさせずに守りたまえ。
- 16.295ἀπʼ αἰθέρος ἀλλὰ ἑ Μοῦσαι πέμψαν
対偶関係「οὐ γὰρ ἔφυ χθονὸς ἔργον」に続く対比構文。代名詞「ἑ」は三人称単数対格代名詞(=αὐτόν)であり、「πέμψαν」の直接目的語である。
- 16.299τίνος ἦρα;
「τίνος」(何のために)に不変化詞「ἦ ῥα」(「ἦρα」と合綴)が後続した口語的・疑問強調表現。「いったい何の理由でか」を意味する。
- 16.304τὴν κεκαυμένην
名詞「πόλιν」が省略された女性単数対格の完了受動態分詞で、「焼かれた都」、すなわちトロイアを指す。後続する「τὰς ἀπορθήτους πόλεις」との対比によって補完が一意に定まる。
- 16.305τῶν σέο
「ὕμνον」にかかる部分属格で、「そなた(の讃歌)のうちの一つの讃歌」を意味する。「σέο」は二人称代名詞属格のイオニア・叙事詩形(=σοῦ)。
- 16.306ἐκ Βάκχου πίπτειν Βακχιακὸν θέραπα
前置詞「ἐκ」は酒神あるいは酒を原因・出所として表す(「バッコスによって/酒のために倒れる」)。名詞「θέραπα」は古風な単数対格形(=θεράποντα)で、「ἔοικεν」に導かれる対格不定詞構文の意味上の主語。
