- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.330-16.343
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アリストテレース、プルータルコス、アイソーポス、ディオゲネースを称えるエピグラムに続き、コンスタンティノープル競馬場の名御者ポルピュリオスの勝利と栄誉を詠んだ一連の銘文が収められている。
Anonymi Epigrammatici νοῦς καὶ Ἀριστοτέλους ψυχή, τύπος ἀμφοτέρων εἷς.
詠み人知らず 精神とアリストテレースの魂、その双方の姿は一つである。
Agathias Scholasticus εἰς εἰκόνα Πλουτάρχου σεῖο πολυκλήεντα τύπον στῆσαν, Χαιρωνεῦ Πλούταρχε, κρατερῶν υἱέες Αὐσονίων, ὅττι παραλλήλοισι βίοις Ἕλληνας ἀρίστους Ῥώμης εὐπολέμοις ἥρμοσας ἐνναέταις. ἀλλὰ τεοῦ βιότοιο παράλληλον βίον ἄλλον οὐδὲ σὺ γʼ ἂν γράψαις· οὐ γὰρ ὅμοιον ἔχεις.
アガティアス・スコラスティコス「プルータルコスの肖像に」 カイローネイアのプルータルコスよ、剛毅なるアウソニアの民の子らは、そなたの栄誉ある像を建てた。そなたが『対比列伝』において、ギリシアの最も優れた者たちを、武勇に秀でたローマの住民たちと調和させたからである。しかし、そなたの生涯に比肩するもう一つの生涯は、そなた自身であっても書くことはできなかったであろう。そなたに似通う者など存在しないのだから。
Agathias Scholasticus εἰς εἰκόνα Αἰσώπου εὖγε ποιῶν, Λύσιππε γέρων, Σικυώνιε πλάστα, δείκελον Αἰσώπου στήσαο τοῦ Σαμίου ἑπτὰ σοφῶν ἔμπροσθεν· ἐπεὶ κεῖνοι μὲν ἀνάγκην ἔμβαλον, οὐ πειθώ, φθέγμασι τοῖς σφετέροις, ὃς δὲ σοφοῖς μύθοις καὶ πλάσμασι καίρια λέξας,1 παίζων ἐν σπουδῇ, πείθει ἐχεφρονέειν. φευκτὸν δʼ ἡ τρηχεῖα παραίνεσις· ἡ Σαμίου δὲ τὸ γλυκὺ τοῦ μύθου καλὸν ἔχει δέλεαρ.
アガティアス・スコラスティコス「アイソーポスの肖像に」 シキュオーンの塑形家、老リュシッポスよ、そなたは善きことを成した。サモスのアイソーポスの像を、七賢人の先頭に立たせたのだから。彼らは自らの警句によって説得ではなく強制をもたらしたが、アイソーポスは巧みな寓話と作話によって時機にかなった事柄を語り、真面目さのうちに戯れつつ、賢慮を保つよう説得する。無骨な訓戒は避けられるものだが、サモスの人の〔訓戒〕は寓話の甘やかさを麗しい誘惑の餌として持つ。
Antiphilus ἡ πήρη καὶ χλαῖνα καὶ ὕδατι πιληθεῖσα μάζα, καὶ ἡ πρὸ ποδῶν ῥάβδος ἐρειδομένη, καὶ δέπας ἐκ κεράμοιο, σοφῷ κυνὶ μέτρα βίοιο ἄρκια κἠν τούτοις ἦν τι περισσότερον2 κοίλαις γὰρ πόμα χερσὶν ἰδὼν ἀρύοντα βοώτην, εἶπε· τί καὶ σὲ μάτην, ὄστρακον, ἠχθοφόρουν;
アンティピロス 頭陀袋と外套、水でこねた麦の団子、足もとに突かれる杖、そして素焼きの杯、これらは犬の智慧者にとって過不足なき生の尺度であった。だが、この中にさえなお余計なものが一つあった。両手で水を掬い飲む牛飼いを見て、彼は言った。「素焼きの器よ、なぜお前までも無駄に重荷として担いでいたのだろうか」と。 アンティピロス
Antiphilus γηράσκει καὶ χαλκὸς ὑπὸ χρόνου· ἀλλὰ σὸν οὔτι κῦδος ὁ πᾶς αἰών, Διόγενες, καθελεῖ· μοῦνος ἐπεὶ βιοτᾶς αὐτάρκεα δόξαν ἔδειξας θνητοῖς, καὶ ζωῆς οἶμον ἐλαφροτάτην. εἰς τὰς ἐν τῷ Ἱπποδρόμῳ Κωνσταντινουπόλεως στήλας τῶν ἀθλητῶν ἐπιγράμματα.
時が経てば青銅すらも老いる。だがディオゲネースよ、すべての歳月を尽くしても、そなたの栄光を奪い去ることは決してできまい。そなたのみが死すべき人間たちに、自足した生の誉れと、生を歩む最も身軽な道を示したのだから。 コンスタンティノープルの競馬場における競技者たちの彫像の碑銘
Anonymi Epigrammatici εἰς Πορφύριον Πορφύριον Κάλχαντος ἄναξ καὶ δῆμος ἐγείρει, πολλοῖς εὐκαμάτοις βριθόμενον στεφάνοις, πᾶσι μεθʼ ἡνιόχοισι νεώτατον, ὅσσον ἄριστον,3 ἀλλὰ τόσον νίκης κάρτος ἐνεγκάμενον. ἔπρεπε μὴν χρυσέῳ ἐν ἀγάλματι, μὴ δʼ ἐνὶ χαλκῷ τοῦτον τοῖς ἄλλοις εἴκελον ἑστάμεναι.
詠み人知らず「ポルピュリオスに」 主君と民衆は、首尾よく勝ち取った多くの冠に重みづけられ、すべての御者の中で最も若く、それと同じほどに最も優れ、かくも莫大な勝利の威力を得たカルカースの子ポルピュリオスの像を建立する。まことに彼は黄金の像において立つにふさわしく、他の御者たちのように青銅のうちにあるべきではなかった。
Anonymi Epigrammatici τέτραχα μὲν τὸ πάροιθε διακριδὸν ἴαχε δῆμος, τὸν Καλχαντιάδην;Πορφύριον ποθέων· αὐτὰρ ὃ δεξιτεροῖσιν ἀνακτορέοιο θοώκου ἡνία καὶ ζώνην ἱππότιν ἀνθέμενος, κεῖθεν ἐπισπέρχων ἐλάᾳ· μεσσηγὺ δʼ ἀέθλων χάλκεος ἱδρύνθη, πρῶτον ἴουλον ἔχων, εἰ δʼ ἐτέων γέρας ἦλθε θοώτερον, ἀλλʼ ἐπὶ νίκαις ὄψιμον,4 ἀλλὰ μόλις, πολλὰ μετὰ στέφεα.
詠み人知らず かつて民衆は四方に分かれて声を張り上げ、カルカースの子ポルピュリオスを渇望していた。しかし彼は皇帝の座所の右手に手綱と騎手の帯を奉納し、そこから急ぎ馬を走らせる。そして競技の半ばにして、初めての産毛を顎に蓄えた若さのまま青銅の像として据えられた。年齢からすれば早すぎる栄誉であったが、勝利の数からすれば、数多くの冠を経た後、遅くしてようやく得られた栄誉であった。
Anonymi Epigrammatici Ἀγχίσην Κυθέρεια, καὶ Ἐνδυμίωνα Σελήνη φίλατο· καὶ Νίκη νῦν τάχα Πορφύριον, ὃς καὶ ἑοὺς ἵππους καὶ ὁμόφρονος ἡνιοχῆος ἐξ ἑτέρων ἑτέρους αἰὲν ἀμειβόμενος, πολλάκι κρᾶτα πύκασσε πανημερίοισιν ἀέθλοις, οὐ μογέων, ἑτάρου μοῦνον ἐφεσπομένου.
詠み人知らず キュテレイアはアンキーセースを愛し、セレーネーはエンデュミオーンを愛した。そして今、おそらく勝利の女神ニーケーはポルピュリオスを愛している。彼は自らの馬と志を一にする御者の馬とを次々に互いに乗り換えながら、仲間がただ追随するだけで自らは労することなく、一日がかりの競技で幾度も頭に冠を戴いた。
Anonymi Epigrammatici τοῦτό σοι ἠϊθέῳ Νίκη γέρας, ὃ χρόνος ἄλλοις ὀψὲ μόλις πολιοῖς ὤπασε, Πορφύριε. καὶ γὰρ ἀριθμήσασα πολυστεφέας σέο μόχθους εὕρετο γηραλέων κρέσσονας ἡνιόχων. τί πλέον, ὅττι καὶ αὐτὸς ἐπευφήμησεν ἀύσας σὸν κλέος ἀντιπάλων δῆμος ἀγασσάμενος; ὀλβίη ἡ Βενέτων πανελεύθερός ἐστι γενέθλη, σε μέγας βασιλεὺς δῶρον ἔνευσεν ἔχειν.
詠み人知らず ポルピュリオスよ、時が他の者たちにはようやく白髪の老境になって授けたこの栄誉を、ニーケーは若きそなたに授けた。〔ニーケーは〕冠を重ねたそなたの労苦を数え上げ、老練な御者たちよりも勝っていると認めたからである。さらには、敵陣の民衆までもが叫び声をあげ、そなたの栄光を称えて賞賛したのだから、何をこれ以上望もうか。大王がそなたを贈り物として持つことを認めた青党の種族は、まったく幸いにして自由なる者たちである。
Anonymi Epigrammatici ἄλκιμοι ἀλκήεντα, σοφοὶ σοφόν, υἱέα Νίκης, οἱ Νίκης παῖδες Πορφύριον Βένετοι ἄνθεσαν ἀμφοτέραις γὰρ ἀμειβομένοις ἐπὶ πώλοις κυδιάει νίκαις, οἷς πόρεν, οἷς ἔλαβεν.
詠み人知らず 勇者たちが勇者を、賢者たちが賢者を、ニーケーの子らなる青党がニーケーの息子ポルピュリオスを捧げた。彼は、相手に譲り渡した馬においても、相手から受け取った馬においても、馬を交換した双方の勝利によって誇り高く輝いているからである。 詠み人知らず
Anonymi Epigrammatici ἄλλοις παυσαμένοισιν, ἀεθλεύοντι δὲ μούνῳ Πορφυρίῳ βασιλεὺς τοῦτο δέδωκε γέρας. πολλάκι νικήσας γὰρ ἑοὺς πόρεν ὠκέας ἵππους, λάζετο δʼ ἀντιπάλων, καὶ πάλιν ἐστέφετο. ἔνθεν ἔην Πρασίνοις ἔρις ἄσπετος, ἔνθεν ἀυτή, ὃς Βενέτους τέρψει, Κοίρανε, καὶ Πρασίνους.
他の者たちが競技を終える中、ただ一人競い続けるポルピュリオスに、皇帝はこの栄誉を授けた。幾度も勝利した彼は自らの足の速い馬を相手に譲り、敵の馬を取りながらも再び冠を受けたからである。ここから緑党には果てしない争いと叫び声が生じた。支配者よ、この男こそ青党をも緑党をも喜ばせる者である。
Anonymi Epigrammatici αἱ πάντων ψῆφοί με καὶ εἰσέτι διφρεύοντα ἔστησαν Νίκης ἐγγύθι Πορφύριον. δῆμος μὲν γὰρ ἐμὸς γέρας ᾔτεεν· οἱ δʼ ἕτεροί με δίζοντʼ αὖτις ἔχειν, νεῖκος ἀπειπάμενοι. μήτι δʼ ἡνιόχων περιγίγνομαι, οἷσι καὶ ἵππους κρείσσονας ἀντιπορὼν, δεῖξα χερειοτέρους.5
詠み人知らず すべての者たちの票が、今なお戦車を駆る私ポルピュリオスを、ニーケーの傍らに立たせた。わが味方の民衆は私への栄誉を求め、敵対する者たちは争いをやめて再び私を味方にしようと求めたからである。私は知恵において御者たちに勝る。彼らに自らのより優れた馬を交換して与えても、その馬をより劣るものに見せしめたのだから。
Anonymi Epigrammatici αὐτὸν Πορφύριον μὲν ἀπηκριβώσατο χαλκῷ ὁ πλάστης, ἔμπνουν οἷα τυπωσάμενος. τίς δὲ χάριν, τίς ἄεθλα, τίς ἔνθεα δήνεα τέχνης τεύξει, καὶ νίκην οὔποτʼ ἀμειβομένην;
詠み人知らず 彫刻家はポルピュリオスその人を、あたかも息づいているかのように象り、青銅に見事に再現した。だが、その気品を、その勝負を、その技芸の神がかりの知恵を、そして決して移ろうことのない勝利を、いったい誰が作り出せようか。
Anonymi Epigrammatici εἰκόνι χαλκείῃ τὸν χάλκεον ἡνιοχῆα ἄνθετο νικητὴν κοίρανος Αὐσονίων, ὡς σοφόν, ὡς Βενέτοις πεφιλημένον ἀλλʼ ἐπὶ νίκαις Πορφυρίου πολλὰς εἰκόνας ὀψόμεθα.
詠み人知らず アウソニアの統治者は、青銅の御者たる勝利者を青銅の像において捧げた。彼が賢明であり、青党に愛されているからである。だが、勝利を重ねるポルピュリオスの多くの肖像を、我々はこれからも目にすることであろう。
- 16.332ὃς δὲ σοφοῖς μύθοις καὶ πλάσμασι καίρια λέξας
関係代名詞 ὅς が接続詞的・指示代名詞的に用いられ、先行する「ἐπεὶ κεῖνοι μέν...」(彼らは〜)に対する「対照的な他方(ὁ δέ)」として機能している。主動詞 πείθει に対する主語として文を導いている。
- 16.333κἠν τούτοις ἦν τι περισσότερον
κἠν は καὶ ἐν の縮約形(crasis)。τι は不定代名詞主語で、περισσότερον は述語的形容詞。「これらの中においてさえ、なお過剰な/余分な何ものかがあった」の意。続く句で杯(ὄστρακον)を捨てた逸話の伏線となっている。
- 16.335πᾶσι μεθʼ ἡνιόχοισι νεώτατον, ὅσσον ἄριστον
前置詞 μετὰ + 与格で「〜の中で(among)」を表す。相関構文「ὅσσον... τόσον」が後続し、「全御者の中で最も若いその度合いと同じほどに、最も優れており、それほど莫大な勝利の威力を得た」という比例関係を示している。
- 16.336εἰ δʼ ἐτέων γέρας ἦλθε θοώτερον, ἀλλʼ ἐπὶ νίκαις ὄψιμον
対比的な構文。εἰ... ἀλλά は「〜であるとしても、しかし〜」の譲歩的対比を表す。ἐτέων は「年齢・年数に関して」(観点の属格)、νίκαις は「勝利の数・実績に関して」(条件または基準の与格)で、若くして像が立ったことの早さと、勝利数の実績からすれば遅いという両面を対比させている。
- 16.341οἷσι καὶ ἵππους κρείσσονας ἀντιπορὼν, δεῖξα χερειοτέρους
関係代名詞 οἷσι は先行詞 ἡνιόχων(御者たち)を受ける関係詞節。ἀντιπορών は「引き換えに与えて」を意味する分詞。ἵππους κρείσσονας(より優れた馬たち)を目的語に取り、述語的対格 χερειοτέρους(より劣るものとして)と結びついて「彼らに自分のより優れた馬を交換して与えながらも、それらの馬を(彼らの手腕の拙さゆえに)より劣るものとして露呈させた」という二重対格的構文を成す。
