- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:14.124-14.135
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
生涯の年齢配分を問う数謎(ディオパントスの墓碑銘を含む)や遺産分割の計算、水路の航程、貯水槽に注ぐ複数の水路・水盤の所要時間、紡績の作業量を題材とした算術的エピグラム群。
Anonymi Epigrammatici ἠέλιος, μήνη τε καὶ ἀμφιθέοντος ἀλῆται ζωοφόρου τοίην τοι ἐπεκλώσαντο γενέθλην ἕκτην μὲν βιότοιο φίλῃ παρὰ μητέρι μεῖναι ὀρφανὸν ὀγδοάτην δὲ μετʼ ἀντιβίοισιν ἀνάγκῃ θητεύειν, νόστον τε γυναῖκά τε παῖδά τʼ ἐπʼ αὐτῇ τηλύγετον δώσουσι θεοὶ τριτάτῃ ἐπὶ μοίρῃ·1 δὴ τότε σοι Σκυθικοῖσιν ὑπʼ ἔγχεσι παῖς τε δάμαρ τε ὄλλυνται. σὺ δὲ τοῖσιν ἐπʼ ἄλγεσι δάκρυα χεύσας, ἑπτὰ καὶ εἴκοσ’ ἔτεσσι βίου ποτὶ τέρμα περήσεις.
無名詩人 太陽と月、そして巡る獣帯を巡る遊星たちが、汝にこのような生を紡ぎ定めた。 汝の命の六分の一は、愛する母のもとで孤児として留まること。 八分の一は、抗う者たちのもとで余儀なく労役すること。 そして神々は三分の一の分け前に至った時に、帰郷と妻、そして妻のもとに 遅くに生まれた子を与えるであろう。 その時まさに、汝の妻子はスキタイの槍の下に倒れ果てる。 汝はこれらの苦痛に涙を流しつつ、 二十七年を経て生の幕引きへと至るであろう。
Anonymi Epigrammatici τύμβος ἐγώ· κεύθω δὲ πολύστονα τέκνα Φιλίννης, τοῖον μαψιτόκων καρπὸν ἔχων λαγόνων πέμπτον ἐν ἠιθέοις, τρίτατον δʼ ἐνὶ παρθενικῇσιν, τρεῖς δέ μοι ἀρτιγάμους δῶκε Φίλιννα κόρας· λοιποὶ δʼ ἠελίοιο πανάμμοροι ἠδὲ καὶ αὐδῆς τέσσαρες ἐκ λαγόνων εἰς Ἀχέροντα πέσον.
無名詩人 私は墓である。私はフィリンナの嘆き多き子らを覆い隠す。 空しく産み落とした胎のこのような子らを抱くのだ。 五分の一は若者たちのうちに、三分の一は処女たちのうちに、 そしてフィリンナは新たに嫁いだ三人の娘を私に与えた。 残る四人は、太陽と声の恩恵をまったく受けぬまま、 胎からアケローンへと落ちていった。
Anonymi Epigrammatici οὗτός τοι Διόφαντον ἔχει τάφος· ἆ μέγα θαῦμα· καὶ τάφος ἐκ τέχνης μέτρα βίοιο λέγει. ἕκτην κουρίζειν βιότου θεὸς ὤπασε μοίρην δωδεκάτην δʼ ἐπιθείς, μῆλα πόρεν χνοάειν· τᾖ δʼ ἄρʼ ἐφʼ ἑβδομάτῃ τὸ γαμήλιον ἥψατο φέγγος, ἐκ δὲ γάμων πέμπτῳ παῖδʼ ἐπένευσεν ἔτει.2 αἰαῖ, τηλύγετον δειλὸν τέκος, ἥμισυ πατρὸς3 † τοῦδε καὶ ἡ κρυερὸς μέτρον ἑλὼν βιότου. πένθος δʼ αὖ πισύρεσσι παρηγορέων ἐνιαυτοῖς τῇδε πόσου σοφίᾐ τέρμʼ ἐπέρησε βίου.
無名詩人 見よ、この墓がディオパントスを抱いている。ああ、大いなる驚異よ。 この墓が術策をもって、彼の生の尺度を語る。 神は彼の生涯の六分の一を少年の日々として授けた。 十二分の一を付け加えると、彼の頬に産毛を生えさせられた。 そしてそれに続いて七分の一で、婚礼の明かりを灯された。 そして婚礼から五年目に、神は彼に息子を授けられた。 悲しいかな、哀れな遅生えの子よ。この父の生の尺度の 半分を取り、冷酷なる運命が彼を奪い去った。 父は再び四年にわたって悲しみを慰めつつ、 数の学問によって、生の限界へと至った。
Anonymi Epigrammatici παντός ὅσου βεβίωκε χρόνου παῖς μὲν τὸ τέταρτον Δημοχάρης βεβίωκε· νεηνίσκος δὲ τὸ πέμπτον τὸ τρίτον εἰς ἄνδρας· πολιὸν δʼ ὅτʼ ἀφίκετο γῆρας ἔζησεν λοιπὰ τρισκαίδεκα γήραος οὐδῷ.
無名詩人 生きた全時間の四分の一を、デーモカレースは 童子として生きた。五分の一を若者として、 三分の一を大人の男たちへと至るまで生きた。そして白髪の老境に至ったとき、 彼は残る十三年を老いの敷居の上で生きた。
Anonymi Epigrammatici οἷον ἀδελφειὸς μʼ ἐβιήσατο, πέντε τάλαντα οὐχ ὁσίῃ μοίρῃ πατρικὰ δασσάμενος. ἑπτὰ κασιγνήτοιο τόδʼ ἑνδεκάτων4 πολύδακρυς πέμπτον ἔχω μοίρης. Ζεῦ, βαθὺν ὕπνον ἔχεις.
無名詩人 兄弟が私をいかに不当に扱ったことか。彼は五タラントンに及ぶ 父の遺産を、不敬なる分け前によって分配したのだ。 多くの涙に暮れる私は、兄弟の分け前の十一分の七の、 この五分の一を持つ。ゼウスよ、汝は深い眠りにあるのか。
Anonymi Epigrammatici εἶπε κυβερνητῆρι, πλατὺν πόρον Ἀδριακοῖο τέμνων νηί, ἁλὸς πόσα λείπεται εἰσέτι μέτρα; τὸν δʼ ἀπαμείβετο· “Ναῦτα, μέσον Κριοῖο μετώπου Κρηταίου, Σικελῆς τε Πελωρίδος ἑξάκι μέτρα χίλια, δοιῶν δʼ αὖτε παροιχομένοιο δρόμοιο πέμπτων διπλάσιον5 Σικελὴν ἐπὶ πορθμίδα λείπει.”
無名詩人 アドリア海の広き航路を船で切り進みつつ、 舵手に問うた。 「海原の道程は、なおどれほどの尺度を残しているか。」 舵手は彼に答えた。「船人よ、クレタのクリウ・メトポーン岬と シケリアのペローリス岬のあいだは六千の尺度である。 そして過ぎ去った航程の五分の二の二倍が、 シケリアの渡航地まで再び残されている。」
Anonymi Epigrammatici τῶν πισύρων κρουνῶν ὁ μὲν ἤματι πλῆσεν ἅπασαν δεξαμενήν, δυσὶ δʼ οὗτος, ὃ δʼ ἐν τρισὶν ἤμασιν οὗτος, τέτρατος ἐν τετόρεσσι· πόσῳ πλήσουσιν ἅπαντες;
無名詩人 四つの注ぎ口のうち、あるものは一日で貯水槽全体を満たした。 あるものは二日で、別のものは三日で、 四つ目は四日で満たした。皆が同時に注げば、どれほどの時間で満たすであろうか。
Anonymi Epigrammatici οἶγέ με, καὶ πισύρεσσιν ἐνιπλήσω παρεοῦσαν δεξαμενὴν ὥραις, κρουνὸς ἅλις προρέων· δεξιτερὸς δʼ ἄρʼ ἐμεῖο τόσαις ἀπολείπεται ὥραις, ὄφρα μιν ἐμπλήσει· δὶς δὲ τόσαις ὁ τρίτος. εἰ δʼ ἄμφω σὺν ἐμοὶ προχέειν ῥόου ἑσμὸν ἀνώγοις, εἰν ὀλίγῃ μοίρῃ πλήσομεν ἠματίῃ.
無名詩人 私を開けよ。そうすれば、私は溢れ出る噴流の口となって、 そこにある貯水槽を四時間で満たすであろう。 私の右のものは、それを満たすまでに同じ時間だけ遅れ、 三つ目のものはその二倍だけ遅れる。 もし汝が、私とともに両者にも流れの群れを注ぎ出すよう命じるなら、 我らは一日のほんのわずかな分け前で満たすであろう。
Anonymi Epigrammatici Κύκλωψ † ἐγὼ Πολύφημος ὁ χάλκεος· οἷα δʼ ἐπʼ αὐτῷ τεῦξέ τις ὀφθαλμὸν καὶ στόμα καὶ παλάμην, κρουνοῖς συζεύξας· στάζοντι δὲ πάμπαν ἔοικεν, ἠδʼ ἔτι καὶ βλύζων φαίνετʼ ἀπὸ στόματος. κρουνῶν δʼ οὔτις ἄτακτος· ὁ μὲν παλάμης τρισὶ μούνοις ἤμασιν ἐμπλήσει δεξαμενὴν προρέων ἠμάτιος γλήνης· στόμα δʼ ἤματος ἐν δύο πέμπτοις.6 τίς κʼ ἐνέποι τρισσοῖς ἶσα θέοντα χρόνον;
無名詩人 私は青銅のキュクロープスたるポリュペーモスである。ある者がこれの上に 目と口と掌を作り上げ、 それらを注ぎ口と結び合わせたのだ。彼は全体として滴り落ちるかのようであり、 今なお口から勢いよく噴き出しているように見える。 それらの注ぎ口には何ら乱れがない。掌のものはただ三日 流れ出るだけで貯水槽を満たし、 眼のものは一日で、口のものは一日の五分の二で満たす。 三つが等しく流れる時間を、誰が告げることができようか。
Anonymi Epigrammatici ὡς ἀγαθὸν κρητῆρι θοοὶ κερόωσι ῥέεθρον οἵδε δύω ποταμοί, καὶ Βρομίοιο Χάρις. ἶσος δʼ οὐ πάντεσσι ῥόου δρόμος· ἀλλά μιν οἶος Νεῖλος μὲν προρέων ἠμάτιος κορέσει, τόσσον ὕδωρ μαζῶν ἀπερεύγεται· ἐκ δʼ ἄρα Βάκχου; θύρσος ἐνὶ τρισσοῖς ἤμασιν οἶνον ἱείς· σὸν δὲ κέρας, Ἀχελῷε, δύʼ ἤμασι. νῦν δʼ ἅμα πάντες ῥεῖτε καὶ εἰν ὥραις πλήσετέ μιν ὀλίγαις.
無名詩人 なんと素晴らしい流れを、これら二つの速き川とブロミオスの恩恵が 混酒瓶の中で混ぜ合わせることか。 しかし流れの速さはすべてにおいて等しくはない。ただ ナイル川だけが流れ出れば、一日でそれを満たすであろう。 これほどの水をその乳房から吐き出すのだ。そしてバッコスから出た テュルソスは、三日で葡萄酒を注ぎ出し、 アケローオスよ、汝の角は二日で注ぐ。今や皆がともに 流れよ、そうすれば汝らはわずかな時間でこれを満たすであろう。
Anonymi Epigrammatici ὦ γύναι, ὡς πενίης ἐπελήσαο· ἣ δʼ ἐπίκειται αἰὲν ἀναγκαίῃ κέντρα φέρουσα πόνων. μνᾶν ἐρίων νήθεσκες ἐν ἤματι πρεσβυτέρη δὲ θυγατέρων καὶ μνᾶν καὶ τρίτον εἷλκε κρόκης· ὁπλοτέρη δὲ μιῆς φέρεν ἥμισυ. νῦν δʼ ἅμα πάσαις δόρπον ἐφοπλίζεις μνᾶν ἐρύσασα μόνον.
無名詩人 女よ、汝はなんと貧しさを忘れてしまったことか。貧しさは 労苦の刺激を常に携えて、やむなく汝に重くのしかかっているというのに。 汝はかつて一日に一ムナーの羊毛を紡いでいた。娘たちのうち姉は 一ムナーと三分の一の緯糸を紡ぎ出し、 妹は一ムナーの半分をもたらしていた。だが今、汝は皆とともに ただ一ムナーだけを紡ぎ出し、夕餉の支度をしている。
Anonymi Epigrammatici οἵδε λοετροχόοι τρεῖς ἕσταμεν ἐνθάδʼ Ἔρωτες, καλλιρόου πέμποντες ἐπʼ εὐρίποιο λοετρά. δεξιτερὸς μὲν ἔγωγε τανυπτερύγων ἀπὸ ταρσῶν ἤματος ἑκταίῃ μοίρῃ ἔνι τόνδε κορέσσω· λαιὸς δʼ αὖ πισύρεσσιν ἀπʼ ἀμφιφορῆος ἐν ὥραις· ἐκ δʼ ὁ μέσος τόξοιο κατʼ ἤματος αὐτὸ τὸ μέσσον. φράζεο δʼ, ὡς ὀλίγῃ κεν ἐνιπλήσαιμεν ἐν ὥρῃ, ἐκ πτερύγων τόξου τε καὶ ἀμφιφορῆος ἱέντες.
無名詩人 美しい流れの水路へと湯浴みの水を送りつつ、 我ら三柱の湯注ぎのエロースたちがここに立っている。 右にいる私は、伸びやかな翼の羽先から 一日の六分の一の分け前でこれを満たそう。 左の者はまた四時間で、甕から満たそう。 中央の者は、一日のちょうど半分で弓から満たそう。 もし我らが翼と弓と甕から注ぎ出すならば、 どれほど短い時間でこれを満たしうるか、考えよ。
- 14.124τριτάτῃ ἐπὶ μοίρῃ
前置詞 ἐπί に与格が後置され、「三分の一の配分/時期において」を表す。人生全体の三分の一を経た時点、または配分された三分の一の期間の追加を意味する。
- 14.126παῖδʼ ἐπένευσεν ἔτει
動詞 ἐπινεύω(「肯く、許す、授ける」)に対格 παῖδα(「子を」)と時を表す与格 πέμπτῳ ἔτει(「五年目に」)が係っている。神が結婚の5年目に子を授けたことを示す。
- 14.126ἥμισυ πατρὸς
ディオパントスの墓碑銘の核心部。ἥμισυ は中性名詞的用法の対格で、続く μέτρον ἑλὼν βιότου と同格またはその内容を規定し、「父の(生の尺度全体の)半分」を息子が生きたことを示す。
- 14.128ἑπτά κασιγνήτοιο τόδʼ ἑνδεκάτων
語順の倒置(hyperbaton)。ἑπτά ἑνδεκάτων(「十一分の七」)がカシグネートス(兄弟)の属格を挟んで離隔されている。語義は「私は兄弟の分け前の十一分の七の、この五分の一を持つ」であり、部分属格が重なる構文。
- 14.129πέμπτων διπλάσιον
δοιῶν ... πέμπτων(「五分の二」)に διπλάσιον(「二倍」)が係り、すでに通過した距離(παροιχομένοιο δρόμοιο)の「五分の二の二倍=五分の四」を意味する。
- 14.132ἤματος ἐν δύο πέμπτοις
前置詞 ἐν と与格 δύο πέμπτοις が結合し、時間の長さを表す(「一日の五分の二で」)。ἤματος は全体属格。
