- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:14.116-14.123
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
胡桃や林檎の分配、旅の距離程、失われた財産、遺言による相続配分などを題材とした、一連の算術的・数学的エピグラム群。
Anonymi Epigrammatici τίπτε με τῶν καρύων ἕνεκεν πληγῇσι πιέζεις, ὦ μῆτερ; τάδε πάντα καλαὶ διεμοιρήσαντο παρθένοι. ἦ γὰρ ἐμεῖο Μελίσσιον ἕβδομα δοιά,1 ἡ δὲ δυωδέκατον Τιτάνη λάβεν· ἕκτον ἔχουσιν καὶ τρίτον Ἀστυόχη φιλοπαίγμονες ἠδὲ Φίλιννα· εἴκοσι δʼ ἁρπάξασα Θέτις λάβε, δώδεκα Θίσβη· ἡ δʼ, ὅρα, ἡδὺ γελᾷ Γλαύκη παλάμῃσιν ἔχουσα ἕνδεκα· τοῦτο δέ μοι κάρυον περιλείπεται οἶον.
無名詩人 母上、なぜ胡桃のことで私を打撲で打ちのめすのですか。 これらはすべて美しい乙女たちが分け合ってしまったのです。 実にメリッシオーンが私から七分の二を取り、 ティターネーは十二分の一を取りました。陽気なアステュオケーと フィリンナは、六分の一と三分の一を持っています。 そしてテティスが奪い取って二十個を取り、ティスベーが十二個。 見なさい、グラウケーは掌に十一個を載せて 楽しそうに笑っています。そして私には、この胡桃一個だけが残されているのです。
Anonymi Epigrammatici α. ποῦ σοι μῆλα βέβηκεν, ἐμὸν τέκος; β. ἕκτα μὲν Ἰνὼ δοιά, καὶ ὀγδοάτην μοῖραν ἔχει Σεμέλη· Αὐτονόη δὲ τέταρτον ἀφήρπασεν αὐτάρ Ἀγαυὴ πέμπτον ἐμῶν κόλπων ᾤχετʼ ἀπαινυμένη· σοὶ δʼ αὐτῇ δέκα μῆλα φυλάσσεται· αὐτάρ ἔγωγε, ναὶ μὰ φίλην Κύπριν, ἓν τόδε μοῦνον ἔχω.
無名詩人 A:わが子よ、お前の林檎はどこへ行ってしまったのか。 B:イーノーが六分の二を持ち、セメレーが八分の一を持っています。 アウトノエーは四分の一を奪い去り、アガウエーは 私の懐から五分の一を奪い取って立ち去りました。 あなた様ご自身のためには十個の林檎が取って置かれています。ですが私自身は、 愛するキュプリスにかけて、この一個だけしか持っておりません。
Anonymi Epigrammatici Δρεψαμένη ποτὲ μῆλα φίλαις διεδάσσατο Μυρτώ· Χρυσίδι μὲν μήλων πέμπτον πόρε, τέτρατον Ἡροῖ, ἐννεακαιδέκατον Ψαμάθῃ, δέκατον Κλεοπάτρῃ· αὐτάρ ἐεικοστον δωρήσατο Παρθενοπείῃ· δώδεκα δʼ Εὐάδνῃ μοῦνον πόρεν αὐτάρ ἐς αὐτὴν ἤλυθον ἐκ πάντων ἑκατὸν καὶ εἴκοσι μῆλα.
無名詩人 かつてミュルトーは林檎を摘み取ると、友らのあいだで分配した。 クリューシースには林檎の五分の一を与え、ヘーローには四分の一を、 プサマテーには十九分の一を、クレオパトラーには十分の一を。 そしてパルテノペイアには二十分の一を贈った。 エウアドネーにはただ十二個だけを与えた。だが彼女自身のもとには、 すべての中から百二十個の林檎が戻ってきた。
Anonymi Epigrammatici Ἀντομέναις ποτὲ μῆλα φίλαις διεμοιρήσαντο Ἰνὼ καὶ Σεμέλη δώδεκα παρθενικαῖς. καὶ ταῖς μὲν Σεμέλη πόρεν ἄρτια· ταῖς δὲ περισσὰ δῶκε κασιγνήτη· μῆλα δʼ ἔχεν πλέονα. ἡ μὲν γὰρ τρισσῇσι τρίʼ ἕβδομα δῶκεν ἑταίραις, ταῖς δὲ δύο πάντων πέμπτον ἔδωκε λάχος· ἕνδεκα δʼ Ἀστυνόμη μιν ἀφείλατο, καὶ οἱ ἔλειπεν μοῦνα κασιγνήταις μῆλα δύω φερέμεν. ἡ δʼ ἑτέρη πισύρεσσι πόρεν δύο τέτρατα μήλων, πέμπτῃ δʼ ἑκταίην μοῖραν ἔδωκεν ἔχειν· τέσσαρα δʼ Εὐρυχόρῃ δῶρον πόρε· τέτρασι δʼ ἄλλοις μήλοισιν Σεμέλη μίμνεν ἀγαλλομένη.
無名詩人 かつてイーノーとセメレーは、出会った十二人の乙女の友らに 林檎を分け与えた。 そしてセメレーはある者たちに偶数を与え、他方姉妹は別の者たちに 奇数を与えた。彼女のほうがより多くの林檎を持っていたのだ。 というのも、彼女は三人の仲間に七分の三を与え、 二人の者にはすべての五分の一の分け前を与えた。 そしてアステュノメーが彼女から十一個を奪い取り、彼女には 姉妹たちのもとへ運ぶべきわずか二個の林檎だけが残された。 他方は、四人の者に林檎の四分の二を与え、 五人目の者には六分の一の分け前を持たせた。 そしてエウリュコレーへの贈り物として四個を与え、残る別の四個の 林檎を手に、セメレーは喜びに満ちて留まっていた。 無名詩人
Anonymi Epigrammatici ἡ καρύη πολλοῖσιν ἐβεβρίθει καρύοισιν· νῦν δέ τις ἐξαπίνης μιν ἀπέθρισεν ἀλλὰ τί φησιν; “ἐκ μὲν ἐμεῦ καρύων πέμπτον λάβε Παρθενόπεια· ὀγδόατον δὲ Φίλιννα φέρει λάχος· ἡ δʼ Ἀγανίππη τέτρατον· ἑβδομάτῳ δʼ ἐπιτέρπεται Ὠρείθυια· ἕκτην δʼ Εὐρυνόμη καρύων ἐδρέψατο μοίρην τρισσαὶ δʼ ἓξ ἑκατὸν Χάριτες διεμοιρήσαντο· ἐννάκι δʼ ἐννέα Μοῦσαι ἐμεῦ λάβον ἑπτὰ δὲ λοιπὰ δήεις ἀκρεμόνεσσιν ἐφήμενα τηλοτέροισιν.”
その胡桃の木は多くの胡桃をたわわに実らせていた。 だが今や何者かが不意にそれを刈り取ってしまった。しかし木は何と言うか。 「私の胡桃の五分の一をパルテノペイアが取り、 フィリンナは八分の一の分け前を運び去り、アガニッペーは四分の一を、 オーレイテュイアは七分の一に歓喜し、 エウリュノメーは胡桃の六分の一の分け前を摘み取った。 そして三柱のカリスたちが百六個を分け合い、 九倍の九個をムーサたちが私から取った。そして残る七個が、 遠くの梢に留まっているのを汝は見出すであろう。」
Anonymi Epigrammatici ἑπτάλοφον ποτὶ ἄστυ Γαδειρόθεν, ἕκτον ὁδοῖο Βαίτιος εὐμύκους ἄχρις ἐς ἠιόνας· κεῖθεν δʼ αὖ πέμπτον Πυλάδου μετὰ Φώκιον οὖδας, Ταύρη χθὼν, βοέης οὔνομʼ ἀπʼ εὐετίης· Πυρήνην δέ τοι ἔνθεν ἐπʼ ὀρθόκραιρον ἰόντι ὄγδοον, ἠδὲ μιῆς δωδέκατον δεκάτης.2 Πυρήνης δὲ μεσηγὺ καὶ Ἄλπιος ὑψικαρήνου τέτρατον· Αὐσονίης αἶψα δυωδέκατον ἀρχομένης ἤλεκτρα φαείνεται Ἠριδανοῖο. ὦ μάκαρ, ὃς δισσὰς ἤνυσα χιλιάδας, πρὸς δʼ ἔτι πέντʼ ἐπὶ ταῖς ἑκατοντάδας ἔνθεν ἐλαύνων ἡ γὰρ Ταρπείη μέμβλετʼ ἀνακτορίη.
無名詩人 ガデイラから七つの丘の都へと向かう道程の六分の一は、 牛の鳴き声響くバイティス川の岸辺に至るまで。 そこから再び五分の一で、ピュラデースのポーキス風の地、 牛の豊穣にちなんで名づけられたタウリケーの地へと至る。 そこから険しく聳えるピュレーネー山脈へと向かう者には、 八分の一と、さらに十分の一の十二分の一。 ピュレーネーと高嶺のアルプスとのあいだは 四分の一。アウソニアが始まると直ちに十二分の一で、 エリダノス川の琥珀が輝き出る。 ああ、そこから車を駆りつつ、二千と、 さらにその上に五百を踏破した私は幸いなるかな。 実にタルペイアの宮殿こそがわが関心事なのだから。
Anonymi Epigrammatici Εὐβλεφάροιο Δίκης ἱερὰ κρήδεμνα μιήνας, ὄφρα σε, πανδαμάτωρ χρυσέ, βλέποιμι τόσον, οὐδὲν ἔχω· πίσυρας γὰρ ἐπʼ οὐκ ἀγαθοῖσι ταλάντων οἰωνοῖσι μάτην δῶκα φίλοις δεκάδας·3 ἥμισυ δʼ αὖ, τρίτατόν τε καὶ ὄγδοον, ὦ πολύμορφοι ἀνθρώπων κῆρες, ἐχθρὸν ἔχοντα βλέπω.
無名詩人 麗しき瞼持つ正義の聖なるヴェールを穢してまで、 万物を屈服せしめる黄金よ、私が汝をこれほど多く見つめようとしたのに、 私には何もない。というのも、不吉なる鳥占いのもとで 虚しくも友らに四十タラントンを与えてしまったからだ。 そして再び半分、三分の一、そして八分の一を、おお、千変万化なる 人間の宿命よ、私は敵が握っているのを目にするのだ。
Anonymi Epigrammatici πέμπτον μοι κλήρου, παῖ, λάμβανε· δωδέκατον δὲ δέξο, δάμαρ· πίσυρες δʼ υἱέος οἰχομένου παῖδες, ἀδελφειοί τε δύω, καὶ ἀγάστονε μῆτερ, ἑνδεκάτην κλήρου μοῖραν ἕκαστος ἔχε.4 αὐτὰρ, ἀνεψιαδοῖ, δυοκαίδεκα δέχθε τάλαντα· Εὔβουλος δʼ ἐχέτω πέντε τάλαντα φίλος. πιστοτάτοις δμώεσσιν ἐλευθερίην καὶ ἄποινα, μισθὸν ὑπηρεσίης, τοῖσδε δίδωμι τάδε· ὧδε δὲ λαμβανέτωσαν Ὀνήσιμος εἴκοσι πέντε μνᾶς ἐχέτω· Δᾶος δʼ εἴκοσι μνᾶς ἐχέτω, πεντήκοντα Σύρος, Συνετὴ δέκα, Τίβιος ὀκτώ· ἑπτὰ δὲ μνᾶς Συνετῷ παιδὶ δίδωμι Σύρου. ἐκ δὲ τριηκόντων κοσμήσατε σῆμα ταλάντων, ῥέζετε δʼ Οὐδαίῳ Ζανὶ θυηπολίην δισσῶν ἔς τε πυρὴν καὶ ἄλφιτα καὶ τελαμῶνας, εἰκαίην δοιῶν σῶμα χάριν λαβέτω.
無名詩人 わが子よ、私の財産の五分の一を受け取れ。そして十二分の一を 受け取れ、わが妻よ。世を去った息子の四人の 子らよ、二人の兄弟たちよ、そして嘆き多き母よ、 それぞれ遺産の十一分の一の分け前を持て。 また甥たちよ、十二タラントンを受け取れ。 そして友のエウブーロスは五タラントンを持つがよい。 最も忠実なる奴隷たちには、奉仕への報酬として 自由とこれらの報償を与える。 彼らは次のように受け取るがよい。オネーシモスは二十五 ムナーを持つがよい。ダーオスは二十ムナーを持ち、 シューロスは五十、シュネテーは十、ティビオスは八を。 そして七ムナーを私はシューロスの子シュネトスに与える。 そして三十タラントンからわが墓を飾り立て、 冥府のゼウスに二〔タラントン〕の 犠牲を捧げよ。そして火葬の薪と大麦粉と帯のために、 わが遺体は二〔タラントン〕のささやかな恵みを受けるがよい。
- 14.116ἕβδομα δοιά
分数「七分の二」(2/7)を表す表現。基数詞δοιά(=δύο)が序数詞中性複数ἕβδομαを修飾し、「二つの七分の一」を表す。ギリシア語の数学パズルにおいて分子が2以上の場合によく用いられる構文。
- 14.121μιῆς δωδέκατον δεκάτης
乗算的な合成分数「十分の一の十二分の一」(1/12 × 1/10 = 1/120)を表す表現。部分属格μιῆς ... δεκάτηςが序数中性名詞δωδέκατον(十二分の一)に係る。先行するὄγδοον(八分の一)と加算され、1/8 + 1/120 = 16/120 = 2/15 の距離を示す。
- 14.122πίσυρας γὰρ ἐπʼ οὐκ ἀγαθοῖσι ταλάντων οἰωνοῖσι μάτην δῶκα φίλοις δεκάδας
著しい語順の倒置(hyperbaton)。対格の目的語はπίσυρας ... δεκάδας(四十、文字通りには「四つの十」)であり、中間に挟まれたταλάντωνは材料・同格的属格としてδεκάδαςに係る。文全体の主骨格は「私は不吉な鳥占いのもとで友らに四十タラントンを虚しく与えた」となる。
- 14.123ἑνδεκάτην κλήρου μοῖραν ἕκαστος ἔχε
呼格および主格的に列挙された受遺者(息子の子4人、兄弟2人、母1人の計7人)に対し、配分を表す単数主語ἕκαστος(各人が)が全体・部分の関係(schema kath' holon kai meros)で置かれ、2人称単数命令法ἔχε(持て)をとっている。これにより7人全員がそれぞれ11分の1ずつを受け取る計算(合計7/11)となる。
