- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:14.136-14.150
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
煉瓦積み・倒壊事故の犠牲者数・胡桃の分配・時刻や天体観測・遺産分割・重量や金銭のやり取りに関する様々な算術的謎解き詩と、トロイア遠征軍の兵数、ユリアヌス帝の武功、てんかんの治療法、アイゲウスの子作りにまつわる神託詩が提示される。
Anonymi Epigrammatici Πλινθουργοί, μάλα τοῦτον ἐπείγομαι οἶκον ἐγεῖραι, ἦμαρ δʼ ἀννέφελον τόδε σήμερον, οὐδʼ ἔτι πολλῶν χρηίζω, πᾶσαν δὲ τριηκοσίῃσι δέουσαν1 πλίνθον ἔχω. σὺ δὲ μοῦνος ἐν ἤματι τόσσον ἔτευχες· παῖς δέ τοι ἐκ καμάτοιο διηκοσίαις ἀπέληγεν γαμβρὸς δʼ αὖ τόσσῃσι καὶ εἰσέτι πεντήκοντα. τρισσαῖς συζυγίαις πόσσαις τόδε τεύχεται ὥραις;
無名詩人 煉瓦工たちよ、私はこの家を建てることをいたく急いでいる。そして今日は雲一つない日であり、私はもはや多くを必要としていない。必要なすべての煉瓦から三百個を欠くものを持っているのだ。そなたは一人で一日にそれだけを作っていた。 そなたの息子は疲労から二百個で作業を終えた。そして娘婿はふたたび同数にさらに五十個を加えて終えた。三人の組み合わせで、これは何時間で作られるであろうか。
Anonymi Epigrammatici δάκρυ παρὰ στάξαντες ἀμείβετε· οἵδε γὰρ ἡμεῖς, οὓς τόδε δῶμα πεσὸν ὤλεσεν Ἀντιόχου δαιτυμόνας, ἴσης τε ˘ θεὸς δαιτός τε τάφου τε τόνδʼ ἔπορεν χῶρον. τέσσαρες ἐκ Τεγέης κείμεθα· Μεσσήνης δὲ δυώδεκα· ἐκ δέ τε πέντε Ἄργεος· ἐκ Σπάρτης δʼ ἥμισυ δαιτυμόνων, αὐτός τʼ Ἀντίοχος· πέμπτου δέ τε πέμπτον ὄλοντο Κεκροπίδαι· σὺ δʼ Ὕλαν κλαῖε, Κόρινθε, μόνον.
無名詩人 涙を垂らしつつ通り過ぎよ。というのも、崩れ落ちたこのアンティオコスの館が滅ぼした饗宴の客である我らがここにいるからだ。神は等しい饗宴と等しい墓のこの地を我らに授けられた。我らのうちテゲアーからの四人が横たわり、十二人はメッセーネーから、五人はアルゴスから、饗宴の客の半分はスパルタから、そしてアンティオコス自身もいる。ケクロプスの子らは客の五分の一の五分の一が滅びた。コリントスよ、そなたはただヒュラース一人を悼め。
Anonymi Epigrammatici Νικαρέτη παίζουσα σὺν ἡλικιώτισι πέντε, ὧν εἶχεν καρύων Κλεῖτʼ ἔπορεν τὸ τρίτον, καὶ Σαπφοῖ τὸ τέταρτον, Ἀριστοδίκῃ δὲ τὸ πέμπτον, εἰκοστὸν Θεανοῖ καὶ πάλι δωδέκατον, εἰκοστὸν τέτρατον δὲ Φιλιννίδι· καὶ περιῆν δὲ πεντήκοντʼ αὐτῇ Νικαρέτῃ κάρυα.
無名詩人 ニカレテーは五人の同年代の少女たちと遊びつつ、持っていた胡桃のうち三分の一をクレイトーに与え、四分の一をサッポーに、五分の一をアリストディケーに、二十分の一とさらに十二分の一をテアノーに、二十四分の一をフィリンニスに与えた。そしてニカレテー自身には五十個の胡桃が残っていた。
Anonymi Epigrammatici γνωμονικῶν Διόδωρε μέγα κλέος, εἰπέ μοι ὥρην, ἡνίκʼ ἀπʼ ἀντολίης πόλον ἥλατο χρύσεα κύκλα ἠελίου. “τοῦ δῆτοι ὅσον τρία πέμπτα δρόμοιο, τετράκι τόσσον ἔπειτα μεθʼ Ἑσπερίην ἅλα λείπει.”
無名詩人 日時計の計測における大いなる栄誉たるディオドーロスよ、太陽の黄金の円輪が東から天空へと跳ね上がった時、私に時刻を告げよ。「その行程の五分の三ほどの、その四倍が、西の海に至るまで残されている。」
Anonymi Epigrammatici Ζεῦ μάκαρ, ἦ ῥά τοι ἔργα τάδʼ εὔαδεν, οἷα γυναῖκες Θεσσαλικαὶ παίζουσι; μαραίνεται ὄμμα Σελήνης ἐκ μερόπων ἴδον αὐτός· ἔην δʼ ἔτι νυκτὸς ἐπʼ ἠῶ δὶς τόσον ὅσσα δύʼ ἕκτα καὶ ἕβδομον οἰχομένοιο.2
無名詩人 幸いなるゼウスよ、テッサリアの女たちが弄ぶこのような業は、真に汝の意にかなうものか。人々の手によって月の目は衰えゆく、私自身が〔それを〕目撃した。そして夜が曙に向かう時間は、過ぎ去った時間の六分の二と七分の一を合わせたものの二倍がまだ残っていた。
Anonymi Epigrammatici Ἀπλανέων ἄστρων, παρόδους τʼ ἐπὶ τοῖσιν ἀλητῶν εἰπέ μοι, ἡνίκʼ ἐμὴ χθιζὸν ἔτικτε δάμαρ. ἦμαρ “ἔην, ὅσσον τε δὶς ἕβδομον ἀντολίηθεν, ἑξάκι τόσσον ἔην Ἑσπερίην ἐς ἅλα.”
無名詩人 昨日我が妻が出産した時、不動の星々と、それらに連なる遊星たちの運行を私に告げよ。「昼であり、東からの〔道のりの〕七分の一の二倍ほどの、その六倍が西の海へと〔残って〕いた。」
Anonymi Epigrammatici ἔγρεσθʼ, Ἠριγένεια παρέδραμε· πέμπτον, ἔριθοι, λειπομένης τρισσῶν οἴχεται ὀγδοάτων.
無名詩人 目を覚ませ、曙の女神は過ぎ去った。紡ぎ女たちよ、残された〔昼〕の八分の三の五分の一が過ぎ去った。
Anonymi Epigrammatici Σύρτιος ἐν τενάγεσσι πατήρ θάνεν. ἐκ δʼ ἄρʼ ἐκείνης πέντε τάλαντα φέρων ἤλυθε ναυτιλίης οὗτος ἀδελφειῶν προφερέστατος· ἦ γὰρ ἔμοιγε δῶκεν ἑῆς μοίρης διπλάσιον τριτάτων δοιῶν, ἡμετέρης δὲ δύʼ ὄγδοα μητέρι μοίρης ὤπασεν, οὐδὲ δίκης ἤμβροτεν ἀθανάτων.
無名詩人 父はシュルティスの浅瀬で死んだ。そしてこの者がかの航海から五タラントンを携えて帰還した。彼こそ兄弟たちの中で最も際立った者である。というのも、彼は実に私に彼自身の分け前の三分の二の二倍を与え、我らの分け前の八分の二を母に授け、不死なる神々の正義を踏み外さなかったからだ。
Anonymi Epigrammatici α. ἁ βάσις ἃν πατέω σὺν ἐμοὶ βάρος ἁλίκον ἕλκει. β. χἀ κρηπὶς σὺν ἐμοὶ τόσσα τάλαντα φέρει. α. ἀλλʼ ἐγὼ οἶος ἅπαξ τὰν σὰν βάσιν ἐς δὶς ἀνέλκω. β. κἠγὼ μοῦνος ἐὼν σὰν βάσιν ἐς τρὶς ἄγω.
無名詩人 甲:私が踏んでいる台座は、私とともにこれほどの重さを引く。 乙:私の台座もまた、私とともに同数のタラントンを支えている。 甲:だが私一人で、そなたの台座を一度に二倍引き上げる。 乙:私もまた一人で、そなたの台座を三倍持ち上げる。
Anonymi Epigrammatici α. δός μοι δέκα μνᾶς, καὶ τριπλοῦς σοῦ γίνομαι. β. κἀγὼ λαβὼν σοῦ τὰς ἴσας, σοῦ πενταπλοῦς.
無名詩人 甲:私に十ムナーをくれ、そうすれば私はそなたの三倍になる。 乙:そして私もそなたから同額を受け取れば、そなたの五倍になる。
Anonymi Epigrammatici α. δός μοι δύο μνᾶς, καὶ διπλοῦς σοῦ γίνομαι. β. κἀγὼ λαβὼν σοῦ τὰς ἴσας, σοῦ τετραπλοῦς.
無名詩人 甲:私に二ムナーをくれ、そうすれば私はそなたの二倍になる。 乙:そして私もそなたから同額を受け取れば、そなたの四倍になる。
Homerus Ὅμηρος Ἡσιόδῳ ἐρωτήσαντι, πόσον τὸ τῶν Ἑλλήνων πλῆθος τὸ κατὰ τῆς Ἰλίου στρατεῦσαν ἑπτὰ ἔσαν μαλεροῦ πυρὸς ἐσχάραι· ἐν δὲ ἑκάστῃ πεντήκοντʼ ὀβελοί, περὶ δὲ κρέα πεντήκοντα· τρὶς δὲ τριηκόσιοι περὶ ἓν κρέας ἦσαν Ἀχαιοί.
ホメーロス:イリオスへと遠征したギリシア人の軍勢はどれほどの数であるかと問うたヘーシオドスに対して 荒れ狂う火の炉が七つあった。各々の中に五十本の串があり、その周囲には肉が五十切れあった。そして一つの肉の周囲にアカイア人が九百人ずついた。
Germanus χρησμὸς δοθεὶς Ἰουλιανῷ τῷ ἀποστάτῃ, ὅτε τὴν γενέθλιον ἡμέραν ἐπιτελῶν ἑαυτοῦ διῆγεν περὶ Κτησιφῶντα ἀγῶνας ἱππικοὺς θεώμενος γηγενέων ποτὲ φῦλον ἐνήρατο μητίετα Ζεύς, ἔχθιστον μακάρεσσιν Ὀλύμπια δώματʼ ἔχουσιν. Ῥωμαίων βασιλεὺς Ἰουλιανὸς θεοειδὴς μαρνάμενος πόλιας πόλιας καὶ τείχεα μακρὰ ἀγχεμάχων διέπερσε πυρὶ κρατερῷ τε σιδήρῳ, νωλεμέως δʼ ἐδάμασσε καὶ ἔθνεα πολλὰ καὶ ἄλλα· ὃς ῥα καὶ ἑσπερίων ἀνδρῶν Ἀλαμανικὸν οὖδας ὑσμίναις πυκναῖσιν ἑλὼν ἀλάπαξεν ἀρούρας.
ゲルマヌス:背教者ユリアヌスが自身の誕生日を祝い、クテーシポーンの周辺で競馬を観戦しつつ過ごしていた時に下された神託 かつて知慮深きゼウスは、オリュンポスの館を持つ至福の神々にとって最も憎むべき地生まれの族を滅ぼした。ローマ人の神のごとき王ユリアヌスは戦い、近接して戦う者たちの都市と長い城壁を強大な火と鉄をもって破壊し尽くし、他の多くの部族をも絶え間なく征服した。彼こそはまた、激しい戦いによって西方の人々の住むアラマンニの地を奪い、その田野を荒廃させたのだ。
Anonymi Epigrammatici χρησμὸς δοθεὶς Τιμοκράτῃ Ἀθηναίῳ ἐρωτήσαντι περὶ ἐπιληψίας μείζονʼ ἀειράμενος κεφαλῆς ποιμνηίου εὐλὴν μηκάδος, ἀγρονόμοιο δέμας περικάββαλε μήλου, ἑρπηστὰν πολύπλαγκτον ἐϋρρήνου ἀπὸ κόρσης.
無名詩人:てんかんについて問うたアテナイ人ティーモクラテースに下された神託 放牧される群れの牝山羊の頭から、頭よりも大きな蛆虫を取り上げ、彷徨い歩く這う虫を、良き羊毛を持つ羊の頭から取り去り、野に住まう羊の胴体に投げかけよ。
Anonymi Epigrammatici χρησμὸς δοθεὶς τῷ Αἰγεῖ ἐρωτήσαντι περὶ παιδοποιΐας ἀσκοῦ τὸν προὔχοντα ποδαιόνα, φίλτατε λαῶν, μὴ λῦσαι,3 πρὶν γουνὸν Ἀθηναίων ἀφικέσθαι.
無名詩人:子作りについて問うたアイゲウスに下された神託 民の最も愛する者よ、アテナイ人の高台に至るまでは、革袋の突き出た足の結び目を解いてはならぬ。
- 14.136τριηκοσίῃσι δέουσαν
分詞 δέουσαν は πᾶσαν... πλίνθον を修飾し、「〜を欠いている、〜に満たない」を意味する。与格 τριηκοσίῃσι は差の度量(measure of difference)を表し、「300個欠けている(必要な総数に300個足りない)」という意味を成す。
- 14.140οἰχομένοιο
分詞 οἰχομένοιο(男性・中性単数属格、エピック形)は名詞 χρόνου を補って「過ぎ去った(夜の)時間」を表す。先行する分数表現 δύʼ ἕκτα καὶ ἕβδομον(2/6+1/7)が全体に対する部分を表すため、全体を示す部分属格(partitive genitive)として機能している。
- 14.150μὴ λῦσαι
否定辞 μή とアオリスト不定詞 λῦσαι の組み合わせ。ここでは主節の定動詞を伴わず、命令法代用の不定詞(infinitive for imperative)として機能し、神託詩特有の厳格な禁止(「解いてはならぬ」)を表している。
