- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.11.15-1.11.26
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
プロクロスはホスローの法的な養子縁組がローマ帝国の継承権要求につながると警告し、皇帝らはこれを受け入れて、使節を送るものの縁組は文書ではなく蛮族の武具による儀礼でのみ行う方針を決定する。両国は国境に高官使節団を派遣して講和交渉に臨む。
οὐ γὰρ ἄλλο οὐδὲν οἶμαι ἔν γε τῷ παρόντι ἡμῖν ἐν βουλῇ εἶναι ἢ ὅπως ἂν τὰ Ῥωμαίων πράγματα Πέρσαις εὐπρεπεῖ παραδοίημεν λόγῳ, οἵ γε οὐκ ἐγκρυφιάζοντες οὐδὲ παραπετάσμασί τισι χρώμενοι, ἀλλὰ διαρρήδην ὁμολογοῦντες τὸ βούλευμα, οὕτως ἀνέδην ἀφαιρεῖσθαι τὴν βασιλείαν ἡμᾶς ἀξιοῦσι, τῷ μὲν τῆς ἀπάτης φανερῷ τὴν ἀφέλειαν προϊσχόμενοι,1 λόγῳ δὲ ἀναιδεῖ τὴν ἀπραγμοσύνην προβεβλημένοι.
というのも、現時点で我々の思慮の中にあるのは、名分を繕ってローマ人の国をペルシア人たちに引き渡す方法以外の何物でもない、と私は考えるからです。彼らは隠しだてもせず、何らかの目くらましを用いることもなく、その企てを公然と認めた上で、このように露骨にも我々から帝権を奪い取ることを要求しているのです。詐術の明白さをもって純朴さを装い、厚かましい言葉をもって無事平穏を装いながら。
καίτοι χρῆν ἑκάτερον ὑμῶν ταύτην τῶν βαρβάρων τὴν πεῖραν παντὶ ἀποκρούεσθαι σθένει· σὲ μέν, ὦ βασιλεῦ, ὅπως δὴ μὴ Ῥωμαίων εἴης βασιλεὺς ὕστατος, σὲ δέ, ὦ στρατηγέ, ὅπως ἂν μὴ σαυτῷ ἐς τὴν βασιλείαν ἐμποδὼν γένοιο.
とはいえ、あなた方お二人は、蛮族どものこの企てを全力を尽くして撃退すべきであったのです。皇帝よ、そなたはローマ人の最後の皇帝とならぬように、将軍よ、そなたは自分自身の帝位継承を妨げぬように。
τὰ μὲν γὰρ ἄλλα σοφίσματα λόγου ὡς ἐπὶ πλεῖστον σεμνότητι καλυπτόμενα ἴσως ἄν που καὶ ἑρμηνέως τοῖς πολλοῖς δέοιτο, αὕτη δὲ ἄντικρυς ἐκ προοιμίων εὐθὺς ἡ πρεσβεία τῷ Ῥωμαίων βασιλεῖ Χοσρόην τοῦτον, ὅστις ποτέ ἐστι, κληρονόμον εἰσποιεῖν βούλεται.
というのも、他の言論の詭弁はたいてい重々しさによって覆われており、おそらく一般の人々にとっては解釈者を必要としもするでしょうが、この使節団は冒頭から直ちに率直に、ローマ皇帝に対し、このホスローなる男が何者であれ、彼を養子として相続人に迎え入れさせようと望んでいるのです。
οὑτωσὶ γάρ μοι περὶ τούτων διαλογίζεσθε· φύσει τοῖς παισὶ τὰ τῶν πατέρων ὀφείλεται, οἵ τε νόμοι τῷ διαλλάσσοντι ἀλλήλοις ἀεὶ ἐν πᾶσιν ἀνθρώποις μαχόμενοι ἐνταῦθα ἔν τε Ῥωμαίοις καὶ πᾶσι βαρβάροις ξυνίασί τε καὶ ξυνομολογοῦντες ἀλλήλοις κυρίους ἀποφαίνουσι τοὺς παῖδας εἶναι τοῦ πατρὸς κλήρου. ὥστε τὰ πρῶτα ἑλομένοις ὑμῖν πάντα λελείψεται τὰ λοιπὰ ξυγχωρεῖν.”2
このことについて、私と同じようにこう考えてみてください。本性上、父たちの財産は子らに帰するものであり、あらゆる法は、常に全人類において相互に相違して争っているにもかかわらず、この点においてはローマ人の間でもあらゆる蛮族の間でも一致し、互いに同意して、子らが父の遺産の主権者であると定めています。したがって、初めの提案を受け入れたならば、あなた方には残りのすべてを認める道しか残されないでしょう」。
Πρόκλος μὲν τοσαῦτα εἶπε. βασιλεὺς δὲ καὶ ὁ βασιλέως ἀδελφιδοῦς τούς τε λόγους ἐνεδέχοντο καὶ τὸ πρακτέον ἐν βουλῇ ἐποιοῦντο.
プロクロスはこのように語った。皇帝と皇帝の甥はその言葉を受け入れ、なすべきことを思慮の中に入れた。
ἐν τούτῳ δὲ καὶ ἄλλα Καβάδης γράμματα πρὸς Ἰουστῖνον βασιλέα πέμψας, ἄνδρας τε αὐτὸν στεῖλαι δοκίμους ἠξίου, ἐφ’ ᾧ τὴν εἰρήνην πρὸς αὐτὸν θήσονται,3 καὶ γράμμασι τὸν τρόπον σημῆναι καθ’ ὃν ἂν αὐτῷ τὴν τοῦ παιδὸς εἰσποίησιν θέσθαι βουλομένῳ εἴη.4
その間にカワードはユスティヌス帝に別の書状を送り、彼と平和を結ぶために高名な使者たちを派遣し、息子の養子縁組をどのような方法で執り行うことを望むかを書状によって示すよう皇帝に求めた。
καὶ τότε δὴ Πρόκλος ἔτι μᾶλλον ἢ πρότερον τὴν Περσῶν πεῖραν διέβαλλε, μέλειν τε αὐτοῖς ἰσχυρίζετο ὅπως δὴ τὸ Ῥωμαίων κράτος σφίσιν αὐτοῖς ὡς ἀσφαλέστατα προσποιήσωνται.
その時、プロクロスは以前にも増してペルシア人の企てを非難し、彼らが狙っているのは、ローマ人の支配権をできる限り確実な方法で自らのものとすることに他ならないと主張した。
καὶ γνώμην ἀπέφαινε τὴν μὲν εἰρήνην αὐτοῖς αὐτίκα δὴ μάλα περαίνεσθαι, ἄνδρας δὲ τοὺς πρώτους ἐκ βασιλέως ἐπ’ αὐτῇ στέλλεσθαι, οὓς δὴ δεήσει πυνθανομένῳ τῷ Καβάδῃ καθ’ ὅ τι δεῖ τὴν ἐσποίησιν Χοσρόῃ γενέσθαι, διαρρήδην ἀποκρίνασθαι ὅτι δεῖ ὡς βαρβάρῳ προσήκει, δηλῶν ὅτι οὐ γράμμασιν οἱ βάρβαροι τοὺς παῖδας ἐσποιοῦνται, ἀλλ’ ὅπλων σκευῇ.
そして彼は、彼らとの平和は直ちに締結されるべきであるが、そのために皇帝のもとから最高位の者たちを派遣し、その者たちはカワードからホスローの養子縁組をどのように執り行うべきかと問われた折には、蛮族にふさわしい形で行われるべきだと明確に答えるよう義務づけられるべきである、という意見を提示し、蛮族は書面によってではなく武具の装備によって子を養子とするのだと示した。
οὕτω τοίνυν τοὺς πρέσβεις Ἰουστῖνος βασιλεὺς ἀπεπέμψατο, ἄνδρας τοὺς Ῥωμαίων ἀρίστους ἕψεσθαι σφίσιν οὐκ ἐς μακρὰν ὑποσχόμενος, οἳ τά τε ἀμφὶ τῇ εἰρήνῃ καὶ τῷ Χοσρόῃ ὡς ἄριστα διοικήσονται.
そこでユスティヌス帝は使節たちを送り返し、平和とホスローに関する諸事を最善の形で処理するであろうローマ人の最も優れた者たちが間もなく彼らの後に続くであろうと約束した。
γράμμασί τε Καβάδην κατὰ ταὐτὸ ἠμείψατο. στέλλονται τοίνυν ἐκ μὲν Ῥωμαίων Ὑπάτιος, Ἀναστασίου τοῦ πρώην βεβασιλευκότος ἀδελφιδοῦς, πατρίκιός τε καὶ ἀρχὴν τῆς ἕω τὴν στρατηγίδα ἔχων, καὶ Ῥουφῖνος ὁ Σιλβανοῦ παῖς, ἔν τε πατρικίοις ἀνὴρ δόκιμος καὶ Καβάδῃ ἐκ πατέρων αὐτῶν γνώριμος·
そして同様の内容の書状をもってカワードに返答した。こうしてローマ側からは、かつて帝位にあったアナスタシウスの甥であり、パトリキウスにして東方軍司令官の職に就いていたヒュパティオスと、シルワヌスの息子で、パトリキウスの中でも高名な人物であり先祖代々カワードと知己であったルフィヌスが派遣された。
ἐκ Περσῶν δὲ ἀνὴρ δυνατώτατός τε καὶ ἐξουσίᾳ πολλῇ χρώμενος, ὄνομα μὲν Σεόσης, ἀδρασταδάραν σαλάνης δὲ τὸ ἀξίωμα, καὶ Μεβόδης, τὴν τοῦ μαγίστρου ἔχων ἀρχήν. οἳ δὴ ἐς χῶρόν τινα ξυνιόντες ὃς γῆν τὴν Ῥωμαίων τε καὶ Περσῶν διορίζει, ἀλλήλοις τε ξυγγινόμενοι ἔπρασσον ὅπως τά τε διάφορα διαλύσουσι καὶ τὰ ἀμφὶ τῇ εἰρήνῃ εὖ θήσονται.
一方ペルシア側からは、きわめて有力で大きな権力を誇る人物で、名はセオセース、位階はアドラスタダラーン・サーラーンである者と、マギステル職にあったメボデスが派遣された。彼らはローマ人とペルシア人の地を隔てるある地に集まり、互いに会合して、紛争を解決し平和に関することを善処すべく交渉に臨んだ。
- 1.11.15τῷ μὲν τῆς ἀπάτης φανερῷ τὴν ἀφέλειαν προϊσχόμενοι
τῷ φανερῷ は名詞化した中性形容詞で、手段・原因の与格として機能し、τῆς ἀπάτης はその限定属格。「詐術の明白さ(露骨さ)によって」の意。これに対置される τὴν ἀφέλειαν(純朴さ、素朴さ)は分詞 προϊσχόμενοι の直接目的語であり、続く句 λόγῳ δὲ ἀναιδεῖ τὴν ἀπραγμοσύνην προβεβλημένοι(厚かましい言葉をもって無事平穏を前に掲げながら)と対句構造を成している。
- 1.11.18ὥστε τὰ πρῶτα ἑλομένοις ὑμῖν πάντα λελείψεται τὰ λοιπὰ ξυγχωρεῖν
ὥστε 節において、λελείψεται(完了未来)は非人称的に「〜することだけが残されるであろう」と解することも可能だが、ここでは不定詞句 ξυγχωρεῖν(認めること)または πάντα τὰ λοιπά(残りのすべて)を主語と見なす構文。ἑλομένοις ὑμῖν は判断者・関与者の与格(あるいは条件節相当「もしあなた方が〜を選べば」)として機能している。
- 1.11.20ἐφ’ ᾧ τὴν εἰρήνην πρὸς αὐτὸν θήσονται
ἐφ’ ᾧ に直説法未来 θήσονται が後続する構文で、「〜という条件で/〜するために」という条件・目的を表す定型表現。使者(ἄνδρας)の派遣の目的ないし条件を規定している。
- 1.11.20καθ’ ὃν ἂν αὐτῷ τὴν τοῦ παιδὸς εἰσποίησιν θέσθαι βουλομένῳ εἴη
間接疑問節を導く καθ’ ὃν ἂν ... εἴη(ἄν+希求法)。βουλομένῳ は εἴη に対する述語的与格で、「もし彼にとって望ましいことであるならば」という慣用的な与格構文(εἰ βουλομένῳ ἐστί τινι)の潜在希求法形。θέσθαι は εἰσποίησιν と結びついて養子縁組を執り行うことを表す動名詞的用法。
