- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.11.1-1.11.14
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アナスタシウス没後にユスティヌスが即位する一方、ペルシア王カバデスは愛息ホスローの王位継承を確実にするため、彼をユスティヌスの養子とする和睦提案を送るが、クアエストルのプロクロスがこの前例のない協定に異議を唱える。
Ἀναστασίου δὲ ὀλίγῳ ὕστερον τελευτήσαντος Ἰουστῖνος τὴν βασιλείαν παρέλαβεν, ἀπεληλαμένων αὐτῆς τῶν Ἀναστασίου ξυγγενῶν ἁπάντων, καίπερ πολλῶν τε καὶ λίαν ἐπιφανῶν ὄντων.
アナスタシウスがその少しのちに死ぬと、ユスティヌスが帝位を継承したが、アナスタシウスの親族は多数かつ極めて高名であったにもかかわらず、その全員が帝位から退けられた。
τότε δὴ μέριμνά τις Καβάδῃ ἐγένετο μή τι Πέρσαι νεωτερίσωσιν ἐς τὸν αὑτοῦ οἶκον, ἐπειδὰν τάχιστα αὐτὸς τελευτήσῃ τὸν βίον, ἐπεὶ οὐδὲ ἀντιλογίας χωρὶς ἐς τῶν παίδων τινὰ παραπέμψαι τὴν ἀρχὴν ἔμελλε.
そのとき、カバデスは、自分が死ぬとたちまちペルシア人たちが自分の王家に反乱を起こすのではないかという懸念を抱いた。というのも、息子の誰かに王位を平和裡に譲り渡すことすらできそうになかったからである。
τῶν γάρ οἱ παίδων τὸν πρεσβύτατον Καόσην τῆς μὲν ἡλικίας ἕνεκα ἐς τὴν βασιλείαν ὁ νόμος ἐκάλει, ἀλλὰ Καβάδην οὐδαμῆ ἤρεσκεν. ἐβιάζετο δὲ τήν τε φύσιν καὶ τὰ νόμιμα ἡ τοῦ πατρὸς γνώμη.
彼の子らのうち、長男のカオセースは年齢のゆえに法によって王位へと招かれていたが、カバデスにはまったく気に入らなかった。そして父の意志は自然の理と慣習法の双方に背馳していたのである。
Ζάμην δέ, ὃς τὰ δευτερεῖα ἐφέρετο, τοῖν ὀφθαλμοῖν τὸν ἕτερον ἐκκεκομμένον ἐκώλυεν ὁ νόμος. ἑτερόφθαλμον γὰρ ἢ ἄλλῃ τινὶ λώβῃ ἐχόμενον οὐ θέμις Πέρσαις βασιλέα καθίστασθαι.
他方、第二位にあったザメスについては、両眼の一方を抉り取られていたため法がこれを阻んでいた。片目が見えない者や、その他の身体的欠損を抱える者がペルシア人たちの王となることは禁忌とされているからである。
Χοσρόην δέ, ὃς αὐτῷ ἐκ τῆς Ἀσπεβέδου ἀδελφῆς ἐγεγόνει, ὑπερηγάπα μὲν ὁ πατήρ, ὁρῶν δὲ Πέρσας σχεδόν τι εἰπεῖν ἅπαντας τεθηπότας τὴν Ζάμου ἀνδρείαν (ἦν γὰρ ἀγαθὸς τὰ πολέμια) καὶ τὴν ἄλλην ἀρετὴν σέβοντας, ἔδεισε μὴ Χοσρόῃ ἐπαναστάντες ἔργα ἀνήκεστα ἐς τὸ γένος καὶ τὴν βασιλείαν ἐργάσωνται.
また、アスペベデスの妹から生まれたホスローを、父は過度に愛していたが、ほぼすべてのペルシア人がザメスの武勇に驚嘆し(彼は軍事に巧みであった)、その他の徳を尊崇しているのを見て、彼らがホスローに対して蜂起し、王統と王国に対して取り返しのつかない破滅をもたらすのではないかと恐れた。
ἔδοξεν οὖν αὐτῷ ἄριστον εἶναι τόν τε πόλεμον καὶ τὰς τοῦ πολέμου αἰτίας διαλῦσαι Ῥωμαίοις, ἐφ’ ᾧ Χοσρόης παῖς ἐσποιητὸς Ἰουστίνῳ βασιλεῖ γένοιτο·1 οὕτω γάρ οἱ μόνως τὸ ὀχυρὸν ἐπὶ τῇ ἀρχῇ διασώσασθαι. διὸ δὴ πρέσβεις τε ὑπὲρ τούτων καὶ γράμματα ἐς Βυζάντιον Ἰουστίνῳ βασιλεῖ ἔπεμψεν.
そこで、彼にとっては、ホスローがユスティヌス皇帝の養子となるという条件で、ローマ人との戦争と戦争の火種を終息させることが最善であると思われた。このようにしてのみ、彼にとって自らの王位の安泰を保つことができると考えたからである。それゆえ、この件に関して使者たちと書状をビュザンティオンのユスティヌス皇帝のもとへと送った。
ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Οὐ δίκαια μὲν πεπονθέναι πρὸς Ῥωμαίων ἡμᾶς καὶ αὐτὸς οἶσθα, ἐγὼ δὲ ὑμῖν τὰ ἐγκλήματα πάντα ἀφεῖναι παντελῶς ἔγνωκα, ἐκεῖνο εἰδώς, ὡς οὗτοι ἂν μάλιστα τῶν ἀνθρώπων νικῷεν, οἵ γε, προσόντος αὐτοῖς τοῦ δικαίου, εἶτα ἐλασσούμενοι ἑκόντες εἶναι2 τῶν φίλων ἡσσῶνται.
その書面は以下のことを示していた。「われわれがローマ人から不正な扱いを受けたことは、そなた自身も知っている。しかし余は、そなたたちに対する不満をすべて完全に放棄することを決意した。なぜなら、正当性が自分たちにあるにもかかわらず、喜んで身を引いて友に屈する者こそ、世の人々の中で最も勝利を収める者であると知っているからである。
χάριν μέντοι αἰτοῦμαί σε ὑπὲρ τούτων τινά, ἣ ἂν οὐχ ἡμᾶς αὐτοὺς μόνον, ἀλλὰ καὶ τὸ ἑκατέρου ὑπήκοον ἅπαν ἔς τε τὸ ξυγγενὲς συνδέουσα καὶ τὴν ἀπ’ αὐτοῦ ὡς τὸ εἰκὸς εὔνοιαν, ἐς κόρον δή που τῶν τῆς εἰρήνης ἀγαθῶν καταστήσασθαι ἱκανὴ εἴη.
もっとも余は、このことに対する代償として、そなたにある恩顧を願う。それはわれら自身のみならず、双方の臣民全体を親族関係と、当然そこから生じる好意へと結びつけ、平和の恵沢を心ゆくまで享受させうるものである。
λέγω δὲ ὅπως ἂν Χοσρόην τὸν ἐμόν, ὅς μοι τῆς βασιλείας διάδοχος ἔσται, εἰσποιητὸν παῖδα ποιήσαιο.”3
余が言わんとするのは、余の王位の継承者となるべき余の息子ホスローを、そなたが養子として迎えてほしいということである。」
Ταῦτα ἐπεὶ ἀπενεχθέντα Ἰουστῖνος βασιλεὺς εἶδεν, αὐτός τε περιχαρὴς ἐγένετο καὶ Ἰουστινιανὸς ὁ βασιλέως ἀδελφιδοῦς, ὃς δὴ αὐτῷ καὶ τὴν βασιλείαν ἐκδέξασθαι ἐπίδοξος ἦν.
ユスティヌス皇帝はこの書状が届けられたのを見ると、自身も、また彼から帝位を継承する見込みとなっていた皇帝の甥ユスティニアヌスも、大いに歓喜した。
καὶ κατὰ τάχος ἐς τὴν πρᾶξιν ἠπειγέσθην τὴν ἐσποίησιν ἐν γράμμασι θέσθαι ᾗ νόμος Ῥωμαίοις, εἰ μὴ Πρόκλος ἐκώλυσεν,4 ὃς βασιλεῖ τότε παρήδρευε τὴν τοῦ καλουμένου κοιαίστωρος ἀρχὴν ἔχων, ἀνὴρ δίκαιός τε καὶ χρημάτων διαφανῶς ἀδωρότατος.
そして二人は、ローマ人の慣習に従って養子縁組を書面で成立させる手続きを急いで進めようとしたが、当時皇帝の側近くに仕え、いわゆるクアエストルの官職に就いていたプロクロスがそれを阻止した。彼は公明正大にして、金銭の賄賂を決して受け取らないことで名高い人物であった。
διὸ δὴ οὔτε νόμον τινὰ εὐπετῶς ἔγραφεν οὔτε τι τῶν καθεστώτων κινεῖν ἤθελεν, ὃς καὶ τότε ἀνταίρων ἔλεξε τοιάδε·
それゆえに彼は、いかなる法律も軽々しく起草することはなく、既存の体制の何ものをも改変しようとはしなかった。彼がまさにそのとき反対して、次のように語ったのである。
“Νεωτέροις μὲν ἐγχειρεῖν πράγμασιν οὔτε εἴωθα καὶ ἄλλως δέδοικα πάντων μάλιστα, εὖ εἰδὼς ὅτι ἐν τῷ νεωτεροποιῷ τό γε ἀσφαλὲς οὐδαμῶς σώζεται.
「私は前例のない事態に手を染めることには慣れておりませんし、何よりもそれを恐れております。事態の変革においては安全が決して保たれないことをよく知っているからです。
δοκῶ δέ μοι, εἰ καὶ λίαν τις ἦν περὶ ταῦτα θρασύς, ἀποκνῆσαι ἂν ἐς τήνδε τὴν πρᾶξιν·5 καὶ κατορρωδῆσαι τὸν ἐξ αὐτῆς σάλον·
思うに、たとえこうした事柄に極めて大胆な者であったとしても、この行為には躊躇し、そこから生じる混乱を恐怖するはずでございます。」
- 1.11.6ἐφ’ ᾧ Χοσρόης παῖς ἐσποιητὸς Ἰουστίνῳ βασιλεῖ γένοιτο
ἐφ’ ᾧ は条件・約定(「〜という条件で」)を表す接続詞句として機能している。主節の間接話法的な文脈(ἔδοξεν αὐτῷ)に連動して従属節の動詞が希求法(γένοιτο)をとっている。
- 1.11.7ἑκόντες εἶναι
不定詞 εἶναι を伴う慣用的な限定表現(「自ら進んで」「意図して」)。副詞的に主語の意図を限定する役割を果たす。
- 1.11.9λέγω δὲ ὅπως ἂν Χοσρόην τὸν ἐμόν, ὅς μοι τῆς βασιλείας διάδοχος ἔσται, εἰσποιητὸν παῖδα ποιήσαιο
λέγω は先行する χάριν に対する同格的・説明的な敷衍(「余が言っているのは〜ということだ」)を導く。ὅπως ἂν + 希求法(ποιήσαιο)は、名詞節として願望や提案の内容(「そなたが〜としてくださるように」)を表している。
- 1.11.11καὶ κατὰ τάχος ἐς τὴν πρᾶξιν ἠπειγέσθην τὴν ἐσποίησιν ἐν γράμμασι θέσθαι ᾗ νόμος Ῥωμαίοις, εἰ μὴ Πρόκλος ἐκώλυσεν
直説法過去を用いた非現実条件文(反実仮想)の一種で、帰結節(ἠπειγέσθην)に ἄν が付されず、まさに実現しかけた行為が寸前で阻止されたことを鮮明に描写する構文(「もしプロクロスが阻止しなかったなら、二人は急いで実行していたところであった」)。
- 1.11.14δοκῶ δέ μοι, εἰ καὶ λίαν τις ἦν περὶ ταῦτα θρασύς, ἀποκνῆσαι ἂν ἐς τήνδε τὴν πρᾶξιν
人称構文 δοκῶ μοι(「私には〜と思われる」)に、潜在・反実を表す ἄν + 不定詞(ἀποκνῆσαι ἄν)が後続している。条件節 εἰ καὶ ... ἦν と呼応し、「たとえ極めて大胆な者であったとしても、躊躇するであろう」という判断を示す。
