← プロコピオス

戦史

§1.11.27-1.11.39

講和交渉の決裂と両国使節の処罰

ラジカ領有権と養子縁組の儀礼をめぐって平和交渉は決裂し、帰国したペルシアの使節セオセースは涜聖や職権乱用を告発されて処刑され、ローマの使節ヒュパティオスも讒言を受けて罷免される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.11.27

ἧκε δὲ καὶ Χοσρόης ἐς ποταμὸν Τίγρην, ὃς δὴ πόλεως Νισίβιδος διέχει δυοῖν ἡμέραιν ὁδῷ μάλιστα, ὅπως, ἐπειδὰν τὰ ἐς τὴν εἰρήνην ἑκατέροις δοκῇ ὡς ἄριστα ἔχειν, αὐτὸς ἐς Βυζάντιον στέλλοιτο.

また、ホスロー自身も、和平に関する事柄が双方にとって最善の形に定まったあかつきには自らビザンティオンへ向かうことができるよう、ニシビスの町からおよそ二日の道程にあるティグリス川に到着した。

§1.11.28

πολλοὶ μὲν οὖν καὶ ἄλλοι λόγοι πρὸς ἀμφοτέρων ὑπὲρ τῶν ἐν σφίσι διαφόρων ἐλέγοντο, καὶ γῆν δὲ τὴν Κολχίδα ἣ νῦν Λαζικὴ ἐπικαλεῖται Σεόσης ἔλεγε Περσῶν κατήκοον τὸ ἀνέκαθεν οὖσαν βιασαμένους λόγῳ οὐδενὶ Ῥωμαίους ἔχειν.

そこで、彼らの間に横たわる係争について双方から数多くの議論が交わされたが、その際セオセースは、今日ラジカと呼ばれているコルキスの地は古来ペルシア人の従属下にあったものであり、ローマ人たちはいかなる正当な根拠もなくこれを力ずくで占有しているのだと主張した。

§1.11.29

ταῦτα Ῥωμαῖοι ἀκούσαντες δεινὰ ἐποιοῦντο, εἰ καὶ Λαζικὴ πρὸς Περσῶν ἀντιλέγοιτο. ἐπεὶ δὲ καὶ τὴν ἐσποίησιν ἔφασκον δεῖν γενέσθαι Χοσρόῃ οὕτως ὥσπερ βαρβάρῳ προσήκει, οὐκ ἀνεκτὰ Πέρσαις ἔδοξεν εἶναι.

これを聞いたローマ人たちは、ラジカまでもがペルシア人たちから異議を申し立てられたことに憤慨した。そのうえ、ホスローの養子縁組も蛮族にふさわしい形で行われなければならないとローマ人たちが主張したため、ペルシア人たちにはこれは到底容認できないことと思われた。

§1.11.30

ἑκάτεροι οὖν διαλυθέντες ἐπ’ οἴκου ἀνεχώρησαν, καὶ Χοσρόης ἄπρακτος πρὸς τὸν πατέρα ἀπιὼν ᾤχετο, περιώδυνός τε ὢν τοῖς ξυμπεσοῦσι καὶ Ῥωμαίους εὐχόμενος τῆς ἐς αὐτὸν ὕβρεως τίσασθαι.

こうして双方は会談を決裂させて帰途に就き、ホスローも目的を果たせぬまま父のもとへ立ち去ったが、身に起きた出来事に激しい苦痛を覚え、自分に対する侮辱をローマ人たちに報復することを誓っていた。

§1.11.31

Μετὰ δὲ Μεβόδης μὲν τὸν Σεόσην διέβαλλε Καβάδῃ, ὡς δὴ ἐξεπίτηδες, οὔ οἱ ἐπιτεταγμένον πρὸς τοῦ δεσπότου,1 τὸν Λαζικῆς λόγον προθείη, τὴν εἰρήνην ἐκκρούων Ὑπατίῳ τε κοινολογησάμενος πρότερον, ὃς δὴ βασιλεῖ τῷ οἰκείῳ εὐνοϊκῶς ὡς ἥκιστα ἔχων τήν τε εἰρήνην καὶ τὴν Χοσρόου ἐσποίησιν ἔργῳ ἐπιτελῆ οὐκ ἐῴη γενέσθαι, πολλὰ δὲ καὶ ἄλλα κατηγοροῦντες οἱ ἐχθροὶ τὸν Σεόσην ἐς δίκην ἐκάλουν.

その後、メボデスはセオセースをカワードに讒言し、主君からの命を受けてもいないのに、あらかじめヒュパティオスと共謀したうえで和平を頓挫させようと故意にラジカの論題を持ち出したのだと訴えた。このヒュパティオスなる人物は、自身の皇帝に対しておよそ好意的でなく、和平もホスローの養子縁組も実際に成立することを阻もうとしていたというのである。さらにセオセースの敵たちは他にも多くの罪状を申し立てて彼を法廷に召喚した。

§1.11.32

Περσῶν μὲν οὖν ἡ βουλὴ ξύμπασα φθόνῳ μᾶλλον ἢ νόμῳ ξυνειλεγμένοι ἐδίκαζον.2 τῇ τε γὰρ ἀρχῇ οὐ ξυνειθισμένῃ σφίσιν αὐτοῖς ἐπιεικῶς ἤχθοντο καὶ τῷ τρόπῳ τοῦ ἀνδρὸς χαλεπῶς εἶχον.

そこでペルシアの評議会全体が法によるというよりはむしろ嫉妬心から集まり、彼を裁いた。というのも、彼らは自分たちにとって前例のないその官職に少なからず不満を抱いており、その男の性格にも憤りを覚えていたからである。

§1.11.33

ἦν γὰρ ὁ Σεόσης χρημάτων μὲν ἀδωρότατος καὶ τοῦ δικαίου ἐπιμελητὴς ἀκριβέστατος, ἀλαζονείας δὲ νόσῳ ἐχόμενος οὐδὲν ὁμοίως τοῖς ἄλλοις ἀνθρώποις. ξυμφυὲς μὲν γὰρ εἶναι δοκεῖ τοῖς Περσῶν ἄρχουσι τοῦτό γε ἐν δὲ τῷ Σεόσῃ καὶ αὐτοὶ ᾤοντο ὑπερφυῶς ἐς τὰ μάλιστα τὸ πάθος ἀκμάσαι.

セオセースは金銭については極めて潔白で、正義を厳格に重んじる人物であったが、他の誰にも類を見ないほど傲慢という病に憑りつかれていた。ペルシアの支配層にとってこれ自体が生得的な性向であるように思われるが、セオセースにおいてはその性向が極めて異常なほど頂点に達していたと彼ら自身も考えていたのである。

§1.11.34

ἔλεγον δὲ οἱ κατήγοροι ταῦτά τε ἅπερ μοι προδεδήλωται καὶ ὡς ἥκιστα τῷ ἀνθρώπῳ βουλομένῳ εἴη ἐν τῷ καθεστῶτι τρόπῳ βιοτεύειν ἢ περιστέλλειν τὰ Περσῶν νόμιμα.

告発者たちは、私がすでに述べたことのほかに、この男が現行の風習に従って生活することやペルシアの慣習を守ることをまったく望んでいないと主張した。

§1.11.35

καινά τε γὰρ αὐτὸν δαιμόνια σέβειν καὶ τελευτήσασαν ἔναγχος τὴν γυναῖκα θάψαι, ἀπειρημένον τοῖς Περσῶν νόμοις γῇ κρύπτειν ποτὲ τὰ τῶν νεκρῶν σώματα.

すなわち、彼が新しい神々を崇拝し、ペルシアの法では死者の遺体を土に埋めることはいかなる時も禁じられているにもかかわらず、最近亡くなった妻を埋葬したというのである。

§1.11.36

οἱ μὲν οὖν δικασταὶ θάνατον τοῦ ἀνθρώπου κατέγνωσαν, Καβάδης δὲ ὥσπερ μὲν ξυναλγοῦντι ἅτε φίλῳ τῷ Σεόσῃ ἐῴκει,3 ἐξελέσθαι δὲ αὐτὸν οὐδαμῆ ἤθελεν.

そこで裁判官たちはこの男に死刑を宣告した。カワードは友人であるセオセースと共に痛嘆しているかのようではあったが、彼を救い出す気は毛頭なかった。

§1.11.37

οὐ μὴν οὐδὲ ὅτι αὐτὸν δι’ ὀργῆς ἔχοι ἐξήνεγκεν, ἀλλὰ τῷ λόγῳ παραλύειν τοὺς Περσῶν νόμους οὐκ ἐβούλετο, καίπερ ζωάγρια τῷ ἀνθρώπῳ ὀφείλων, ἐπεί οἱ Σεόσης αἰτιώτατος γέγονε βιῶναί τε καὶ βασιλεῖ εἶναι.4 οὕτω μὲν ὁ Σεόσης καταγνωσθεὶς ἐξ ἀνθρώπων ἠφάνιστο.

もっとも、彼に対して怒りを抱いていることを表に出すことすらなく、口実の上ではペルシアの法を破ることを望まなかったのである。セオセースこそが彼にとって生き永らえ王位に就く最大の要因であったため、彼に対して命の恩を負っていたにもかかわらずである。このようにしてセオセースは有罪判決を受けて世を去った。

§1.11.38

ἡ δὲ ἀρχὴ ἐξ αὐτοῦ ἀρξαμένη ἐς αὐτὸν ἐτελεύτησεν. ἕτερος γάρ τις ἀδρασταδάραν σαλάνης οὐδεὶς γέγονε. καὶ Ῥουφῖνος δὲ Ὑπάτιον ἐς βασιλέα διέβαλλε.

そしてその官職は彼から始まり彼で終わった。アドラスタダラーン・サーラーンとなった者は、他に一人もいなかったからである。またルフィヌスもヒュパティオスを皇帝に讒言した。

§1.11.39

διὸ δὴ αὐτόν τε παρέλυσε τῆς ἀρχῆς βασιλεύς, καὶ τῶν οἱ ἐπιτηδείων τινὰς πικρότατα αἰκισάμενος οὐδὲν ὑγιὲς ἐν ταύτῃ τῇ διαβολῇ τὸ παράπαν εὗρε, κακὸν μέντοι οὐδὲν Ὑπάτιον ἄλλο εἰργάσατο.

このため皇帝はヒュパティオスを解任し、その側近の幾人かを極めて過酷に拷問にかけたが、この告発には何ら根拠のある点を見出せなかった。とはいえ、皇帝はヒュパティオスに対してそれ以上の危害を加えることはなかった。

構文注4 件
  1. 1.11.31οὔ οἱ ἐπιτεταγμένον πρὸς τοῦ δεσπότου

    非人称動詞または分詞の絶対対格(accusative absolute)。主節の主語・目的語から独立した付帯状況節として機能し、「主君から彼に命じられていなかったにもかかわらず」の意を表す。主格絶対構文ではなく非人称的な対格絶対構文として読む。

  2. 1.11.32Περσῶν μὲν οὖν ἡ βουλὴ ξύμπασα φθόνῳ μᾶλλον ἢ νόμῳ ξυνειλεγμένοι ἐδίκαζον

    集合名詞 ἡ βουλὴ(単数女性)に対し、意味上の複数性に合わせて分詞 ξυνειλεγμένοι(複数男性主格)と動詞 ἐδίκαζον(複数三人称)が呼応する意味的一致(constructio ad sensum / synesis)。評議会を構成する成員たちを念頭に置いた構文。

  3. 1.11.36ὥσπερ μὲν ξυναλγοῦντι ἅτε φίλῳ τῷ Σεόσῃ ἐῴκει

    動詞 ἐῴκει(与格支配「〜のように見える」)に分詞 ξυναλγοῦντι が呼応する構文。「友人であるセオセースと共に悲しむ者であるかのように見えた」の意。主語であるカワード自身の見かけの態度を分詞の与格で受けている。

  4. 1.11.37ἐπεί οἱ Σεόσης αἰτιώτατος γέγονε βιῶναί τε καὶ βασιλεῖ εἶναι

    不定詞 βιῶναί と εἶναι は最上級形容詞 αἰτιώτατος の限定用法の不定詞(「〜することの最大の要因」)。述語名詞 βασιλεῖ は、不定詞の意味上の主語である代名詞 οἱ(与格)に格牽引(attractio dativi)されて与格形をとっている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:1.11.27-1.11.39