← ダマスコスのイオアン

バルラームとヨアサフ

§12.99-12.101

洗礼後の純潔の保持と殉教者たちの血の洗礼

ヨアサフは受洗後に罪を犯さないための確実な道を問うが、バルラアムは世俗に縛られた生活の危険を警告し、罪の汚れを断つ道として使徒や殉教者たちが歩んだ血の洗礼(殉教)の尊さを説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§12.99

Πρὸς ταῦτα ὁ Ἰωάσαφ εἶπε· Πῶς οὖν τις φυλάξει ἑαυτὸν μετὰ τὸ βάπτισμα καθαρὸν ἀπὸ πάσης ἁμαρτίας; κἂν γάρ ἐστιν, ὡς λέγεις, τοῖς πταίουσι μετάνοια, ἀλλ’ ἐν κόπῳ καὶ πόνῳ, κλαυθμῷ τε καὶ πένθει, ἅπερ οὐκ εὐκατόρθωτα τοῖς πολλοῖς εἶναί μοι δοκῶ·1 ἀλλὰ μᾶλλον ἤθελον εὑρεῖν ὁδὸν τοῦ φυλάττειν ἀκριβῶς τὰ προστάγματα τοῦ Θεοῦ καὶ μὴ ἐκκλίνειν ἀπ’ αὐτῶν, μηδέ, μετὰ τὴν συγχώρησιν τῶν προτέρων κακῶν, παροργίζειν αὖθις τὸν γλυκύτατον Δεσπότην καὶ Θεόν. Ὁ δὲ Βαρλαὰμ ἔφη· Καλῶς εἶπας ταῦτα, κύριέ μου βασιλεῦ· τοῦτο καὶ ἐμοὶ καταθύμιον ὑπάρχει· ἀλλ’ ἐργῶδές ἐστι καὶ κομιδῇ ἀδύνατον τὸ πυρὶ συναναστρεφόμενόν τινα μὴ καπνίζεσθαι.2 δυσκατόρθωτον οὖν καὶ λίαν ἄναντες δεδεμένον τοῖς τοῦ βίου πράγμασι καὶ ταῖς αὐτοῦ ἀσχολούμενον μερίμναις καὶ ταραχαῖς, πλούτῳ τε καὶ τρυφῇ συζῶντα, ἀκλινῶς βαδίζειν τὴν ὁδὸν τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ καθαρὸν ἑαυτὸν ἐκ τούτων περισώσασθαι. φησὶ γὰρ ὁ Κύριος· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν·

これに対してヨアサフは言った。「それでは、どのようにすれば受洗後に人は自らをすべての罪から清く保てるのでしょうか。あなたの仰るとおり、過ちを犯す者たちにも悔い改めはあるにしても、労苦や苦痛、嘆きや悲しみの中でのことであり、それらは多くの人にとって容易に成し遂げられないものに思われるからです。むしろ私は、神の命令を厳格に守ってそこから逸れず、以前の悪の赦しを得た後に、この上なく慈しみ深き主にして神を再び怒らせることのないような道を見出したいのです」。するとバルラアムは言った。「わが君、王よ、よくぞ仰いました。そのことは私にとっても心から望むところです。しかし、火と交わりながら煙に燻されないことは至難であり、全く不可能なことです。それゆえ、この世の事柄に縛られ、その思い煩いや混乱に心を奪われ、富と贅沢のうちに生きながら、主の戒めの道を揺らぐことなく歩み、これらから自らを清く救い保つことは極めて困難であり、甚だ険しい坂道なのです。なぜなら主はこう言われるからです。『だれも二人の主人に兼ね仕えることはできない。

§12.100

ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ τοῦ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει· οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. γράφει δὲ καὶ ὁ ἠγαπημένος αὐτοῦ μαθητής, Ἰωάννης ὁ εὐαγγελιστὴς καὶ θεολόγος, ἐν τῇ κατ’ αὐτὸν ἐπιστολῇ οὕτως· Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ· ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ, ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ Πατρός, ἀλλ’ ἐκ τοῦ κόσμου ἐστί. καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. Ταῦτα οὖν οἱ θεῖοι καὶ θεοφόροι Πατέρες ἡμῶν κατανοήσαντες, καὶ τοῦ Ἀποστόλου ἀκούσαντες, ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἔσπευσαν μετὰ τὸ ἅγιον βάπτισμα ἄμωμον καὶ ἀκηλίδωτον τὸ τῆς ἀφθαρσίας διατηρῆσαι ἔνδυμα· ὅθεν οἱ μὲν αὐτῶν καὶ ἕτερον προσέθεντο βάπτισμα προσλαβέσθαι,3 τὸ δι’ αἵματός φημι καὶ διὰ μαρτυρίου· βάπτισμα γὰρ καὶ τοῦτο ὠνόμασται, καὶ πάνυ γε τιμιώτατον καὶ αἰδεσιμώτατον· δευτέροις γὰρ οὐ μολύνεται ἁμαρτίας μολυσμοῖς· ὅπερ καὶ ὁ Κύριος ἡμῶν ὑπὲρ ἡμῶν καταδεξάμενος βάπτισμα εἰκότως ἐκάλεσεν. ἐντεῦθεν αὐτοῦ μιμηταὶ καὶ ζηλωταὶ γενόμενοι, πρότερον μὲν οἱ αὐτόπται αὐτοῦ καὶ μαθηταὶ καὶ ἀπόστολοι, ἔπειτα δὲ καὶ πᾶς ὁ τῶν ἁγίων μαρτύρων χορός, τοῖς θεραπευταῖς τῶν εἰδώλων βασιλεῦσι καὶ τυράννοις ἑαυτοὺς ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐκδόντες, πᾶν εἶδος κολαστηρίων ὑπέμειναν, θηρίοις προσομιλήσαντες καὶ πυρὶ καὶ ξίφεσι, καί, τὴν καλὴν ὁμολογίαν ὁμολογήσαντες, τὸν δρόμον τετελεκότες καὶ τὴν πίστιν τετηρηκότες, τῶν τῆς δικαιοσύνης ἐπέτυχον βραβείων, τῶν Ἀγγέλων ὁμοδίαιτοι καὶ τοῦ Χριστοῦ συγκληρονόμοι γενόμενοι· ὧν ἡ ἀρετὴ τοσοῦτον ἔλαμψεν, ὡς εἰς πᾶσαν τὴν γῆν τὸν φθόγγον αὐτῶν ἐξελθεῖν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τῶν κατορθωμάτων αὐτῶν ἀστράψαι τὴν λαμπηδόνα. τούτων, οὐ τὰ ῥήματα μόνον καὶ τὰ ἔργα, ἀλλὰ καὶ αὐτὰ τὰ αἵματα καὶ τὰ ὀστᾶ πάσης ἁγιότητος πλήρη ὑπάρχουσι, δαίμονας μὲν κατὰ κράτος ἐλαύνοντα, ἀνιάτων δὲ νοσημάτων ἰάσεις τοῖς πίστει προσψαύουσι παρέχοντα· καὶ τὰ ἱμάτια δὲ καὶ εἴ τι ἄλλο τοῖς τιμίοις αὐτῶν προσήγγισε σώμασι, τῇ κτίσει πάσῃ πάντοτέ ἐστιν αἰδέσιμα. περὶ ὧν πολύς ἐστιν ὁ λόγος κατὰ μέρος τὰς αὐτῶν ἀριστείας διηγήσασθαι. Ἐπεὶ δὲ οἱ μὲν ἀπηνεῖς ἐκεῖνοι καὶ θηριώδεις τύραννοι κακοὶ κακῶς ἀπώλοντο, καὶ ὁ διωγμὸς ἔπαυσε, βασιλεῖς δὲ πιστοὶ ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐβασίλευσαν,

一方を憎んで他方を愛するか、あるいは一方に親しんで他方を軽んじるかのどちらかである。神と富(マモン)とに兼ね仕えることはできない』。また、主の愛された弟子であり福音記者にして神学者であるヨハネも、その書簡においてこのように記しています。『世をも、世にあるものをも愛してはならない。世を愛する者には、御父の愛がその内にない。なぜなら、世にあるすべてのもの、すなわち肉の欲、目の欲、この世の誇りは、御父から出たものではなく、世から出たものだからである。そして世もその欲も過ぎ去る。しかし、神の御心を行う者は永遠にとどまる』。それゆえ、神聖で神を帯びた我らの父祖たちは、これらのことを深く理解し、また使徒の『我らは多くの患難を経て天の国に入らねばならない』という言葉を聞いて、聖なる洗礼の後に、朽ちざる衣を汚点なく傷なしに保とうと努めました。そこで彼らのうちのある者たちは、さらに別の洗礼、すなわち血と殉教による洗礼をも受けることにしたのです。これまた洗礼と呼ばれ、実に最も尊く敬うべき洗礼です。二度目の罪の汚れによって汚されることがないからです。我らの主も我らのためにこれを受け容れ、ふさわしくも洗礼とお呼びになりました。ここから彼らは主の模倣者、熱烈な追随者となり、 初めは主の目撃者、弟子、使徒たちが、次いで聖なる殉教者たちの全隊列が、キリストの御名のために偶像を礼拝する王や暴君たちに自らを引き渡し、あらゆる種類の拷問を耐え忍びました。彼らは野獣や火や剣に立ち向かい、善き告白を告白し、その走るべき行程を走り終え、信仰を守り通して、義の褒賞を勝ち得、御使いたちと同居する者、キリストの共同相続人となったのです。彼らの徳はあまりにも輝かしく光を放ったので、その声は全地に響き渡り、その偉業の輝きは地の果てにまで電光のように閃きました。彼らの言葉や行いだけでなく、その血や骨そのものまでもがあらゆる聖性に満ちており、悪霊を力づくで追い払い、信仰をもって触れる者たちには不治の病の癒やしを与えます。また、彼らの尊い体に触れた衣服や他のあらゆる物も、全被造物にとって常に敬うべきものであります。彼らの武勲を個々に語るには言葉が尽きません。しかし、かの冷酷で野獣のような暴君たちが惨めに滅び去り、迫害がやみ、信仰深き王たちが全世界を治めるようになると、

構文注3 件
  1. 12.99εἶναί μοι δοκῶ

    δοκέω の一人称単数形に与格 μοι を添えた慣用表現(μοι δοκῶ=「私は考える」)。非人称の δοκεῖ μοι(「私には〜と思われる」)に相当する意味で、一人称の動詞 δοκῶ が対格不定詞構文(主語対格は関係代名詞中性複数 ἅπερ、不定詞は εἶναι)を支配している。「私としては、それらは〜であると思われる」の意。

  2. 12.99τὸ πυρὶ συναναστρεφόμενόν τινα μὴ καπνίζεσθαι

    定冠詞中性単数 τὸ に導かれる冠詞付き不定詞構文(articular infinitive)。不定詞 καπνίζεσθαι の意味上の主語に対格 τινα、それに一致する分詞 συναναστρεφόμενον(与格 πυρί を伴う)が置かれ、否定辞 μή を伴って「火と交わる者が煙で燻されないこと」という名詞句を形成し、述語形容詞 ἐργῶδες / ἀδύνατον に対する真の主語となっている。

  3. 12.100προσέθεντο βάπτισμα προσλαβέσθαι

    動詞 προστίθημι(中動態)が不定詞 προσλαβέσθαι を伴い、「さらに〜することを加えた」「重ねて〜した」を意味する表現。セム語的・七十人訳聖書的な語法(ヘブライ語の יָסַף + 不定詞)に由来する慣用で、ここでは通常の洗礼に加えて殉教という洗礼をさらに引き受けたことを表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:12.99-12.101