← ダマスコスのイオアン

バルラームとヨアサフ

§11.96-11.99

悔い改めの涙の力と即座に立ち上がることの教え

バルラアムは放蕩息子や見失った羊のたとえ、ペテロの否認と悔い改めを引いて罪を赦す悔い改めと涙の力を説き、倒れることを警戒しつつも、倒れた際には即座に起き上がって戦い続けるべきことを教える。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§11.96

Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι. ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ. ὁ δέ, πόρρωθεν ἰδὼν αὐτόν, ἐσπλαγχνίσθη, καὶ προσδραμὼν ἐνηγκαλίσατο καὶ συμπαθῶς κατεφίλησε· καὶ τῆς προτέρας ἀξιώσας τιμῆς ἑορτὴν χαρμόσυνον ἐπὶ τῇ αὐτοῦ ἀνευρέσει ἐποιήσατο, θύσας τὸν μόσχον τὸν σιτευτόν. ἰδοὺ ταύτην τὴν παραβολὴν περὶ τῶν ἐξ ἁμαρτιῶν ὑποστρεφόντων καὶ ἐν μετανοίᾳ προσπιπτόντων ἡμῖν ἐξηγήσατο. ἀλλὰ καὶ ποιμένα τινὰ ἀγαθὸν αὖθις δηλοῖ ἑκατὸν ἐσχηκότα πρόβατα καί, τοῦ ἑνὸς ἀπολωλότος, καταλιπόντα τὰ ἐνενηκονταεννέα, εἰς ἐπιζήτησιν τοῦ ἀλωμένου ἐξελθεῖν, ἕως εὑρὼν αὐτό, καὶ τοῖς ὤμοις ἀναλαβών, τοῖς ἀπλανέσι συγκατέμιξε, συγκαλέσας τοὺς φίλους καὶ τοὺς γείτονας εἰς εὐωχίαν ἐν τῇ τούτου εὑρέσει. Οὕτω, φησὶν ὁ Σωτήρ, χαρὰ ἔσται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ ἐνενηκονταεννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας. Ἀμέλει καὶ ὁ κορυφαῖος τῶν μαθητῶν Πέτρος, ἡ τῆς πίστεως πέτρα, κατ’ αὐτὸν τὸν καιρὸν τοῦ σωτηρίου πάθους, πρὸς μικρὸν ἐγκαταλειφθεὶς οἰκονομικῇ τινι ἐγκαταλείψει, ὡς ἂν γνῷ τῆς ἀνθρωπίνης ἀσθενείας τὸ εὐτελὲς καὶ ταλαίπωρον, ἀρνήσεως περιπέπτωκεν ἐγκλήματι· εἶτ̓ εὐθὺς μνησθεὶς τῶν τοῦ Κυρίου ῥημάτων, ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς· καὶ τοῖς θερμοῖς ἐκείνοις δάκρυσι τὴν ἧτταν ἀνακαλεσάμενος ἑτεραλκέα τὴν νίκην εἰργάσατο.1 ἐμπειροπόλεμος γὰρ ὤν, εἰ καὶ πέπτωκεν, οὐκ ἐξελύθη, οὐδ’ ἀπέγνω ἑαυτόν· ἀλλ’ ἀναπηδήσας προσήγαγε πικρότατα δάκρυα ἀπὸ καρδίας θλιβομένης· καὶ παραυτίκα ὁ πολέμιος θεασάμενος αὐτά, ὥσπερ ὑπὸ φλογὸς σφοδροτάτης τὰς ὄψεις φλεγόμενος, ἀπεπήδησε φεύγων μακρὰν καὶ δεινῶς ὀλολύζων. ὁ δὲ κορυφαῖος κορυφαῖος ἦν αὖθις, ὥσπερ διδάσκαλος τῆς οἰκουμένης χειροτονηθείς, οὕτω δὴ καὶ μετανοίας ὑπογραμμὸς γενόμενος. μετὰ δὲ τὴν θείαν ἀνέγερσιν τρίτον προσειπὼν ὁ Χριστός, Πέτρε, φιλεῖς με; τὸ τρισσὸν τῆς ἀρνήσεως διωρθώσατο, τοῦ ἀποστόλου ἀποκρινομένου· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Ἐκ πάντων οὖν τούτων καὶ ἄλλων πολλῶν καὶ ἀριθμοῦ ὑπερκειμένων παραδειγμάτων μανθάνομεν τὴν δύναμιν τῶν δακρύων καὶ τῆς μετανοίας· μόνον ὁ τρόπος ταύτης ἀξιόλογος, γενέσθω ἐκ διαθέσεως βδελυσσομένης τὴν ἁμαρτίαν, μισούσης τε ταύτην καὶ καταγινωσκούσης, δάκρυσι δὲ κεχρημένης, καθώς φησιν ὁ προφήτης Δαυίδ·

『父のところには、雇い人にパンがどれほど余っていることか。しかし私は飢えで滅びようとしている。立って父のところへ行き、父にこう言おう。「父よ、私は天に対してもあなたに対しても罪を犯しました。あなたの息子と呼ばれるに値しません。私をあなたの雇い人の一人のようにしてください」』。そして彼は立ち上がって自分の父のもとへ行きました。しかし父は、遠くから彼を認めるや憐れに思い、走り寄って抱擁し、慈愛を込めて口づけを交わしました。そして、〔彼を〕以前の栄誉に値する者と認めて、彼が見出されたことを祝う喜びの宴を設け、肥育した子牛を屠りました。見よ、主は罪から立ち帰り、悔い改めのうちにひれ伏す者たちについて、このたとえ話を我らに説いてくださったのです。またさらに主は、百匹の羊を飼っていたが、その一匹が迷い出たときに九十九匹を残して、迷った一匹を捜し求めに出かけ、ついにこれを見出して両肩に担ぎ、迷わなかった羊たちの群れに合流させ、これが見出されたことで友人や隣人たちを呼び集めて祝宴を張る善き羊飼いの姿を示しておられます。『このように』と救い主は言われます、『悔い改めるひとりの罪人について、悔い改めの必要のない九十九人の正しい人々についてよりも大きな喜びが天にあるであろう』と。実に、弟子たちの筆頭であり信仰の岩であるペテロも、まさに救いの受難の時に、人間の弱さの卑小さと惨めさを知るようにと、ある神の摂理的放棄によって少しの間見捨てられ、否認という過失に陥りました。しかし直ちに主の言葉を思い出し、外に出て激しく泣きました。そして、かの熱い涙によって敗北を取り戻し、決定的な逆転勝利を生み出したのです。彼は戦いに熟達していたので、倒れはしたものの、衰え果てたり自暴自棄に陥ったりはしませんでした。むしろ跳び起き、苦悩する心から極めて痛切な涙を捧げたのです。そして敵は、それらの涙を見るや否や、まるで極めて激しい炎によって顔を焼かれるかのように跳び退き、激しくわめき叫びながら遠くへ逃げ去りました。こうして弟子たちの筆頭は再び筆頭となり、全世界の教師として任職されたように、今や悔い改めの手本ともなったのです。そして神的な復活の後、キリストは三度目に『ペテロよ、私を愛するか』と声をかけ、使徒が『はい、主よ、私があなたを愛していることは、あなたがご存じです』と答えたことによって、三度の否認を正されました。それゆえ、これらすべての実例や、他の数え切れないほどの多くの実例から、我らは涙と悔い改めの力を学ぶのです。ただ、この悔い改めの仕方は確かなものであらねばならず、罪を忌み嫌い、これを憎み、罪と断じ、涙を用いる心構えから生じるものであらねばなりません。預言者ダビデがこう言うとおりです。

§11.98

Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου· λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. καὶ λοιπὸν ὁ καθαρισμὸς τῶν ἁμαρτημάτων γενήσεται διὰ τοῦ αἵματος τοῦ Χριστοῦ, ἐν τῷ μεγέθει τοῦ ἐλέους αὐτοῦ, καὶ τῷ πλήθει τῶν οἰκτιρμῶν τοῦ Θεοῦ τοῦ εἰπόντος ὅτι, Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, καὶ τὰ ἑξῆς. Ταῦτα μὲν οὖν οὕτως ἔχει καὶ οὕτως πιστεύομεν· χρὴ δέ, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας καὶ τῆς ἀναγεννήσεως καὶ υἱοθεσίας ἀξιωθῆναι καὶ μυστηρίων γεύσασθαι θείων, πάσῃ δυνάμει ἀσφαλίζεσθαι τοῦ μὴ πίπτειν.2 τὸ γὰρ πίπτειν οὐ πρέπει τῷ ἀθλητῇ, ἐπειδὴ πολλοὶ πεσόντες ἀναστῆναι οὐκ ἠδυνήθησαν· οἱ μέν, τοῖς πάθεσι θύραν ἀνοίξαντες, καὶ δυσαποσπάστως αὐτοῖς προσμείναντες, οὐκ ἔτι ἴσχυσαν πρὸς μετάνοιαν παλινδρομῆσαι· οἱ δέ, προαναρπασθέντες ὑπὸ τοῦ θανάτου, καὶ μὴ φθάσαντες διὰ μεταγνώσεως ἑαυτοὺς τοῦ ῥύπου τῆς ἁμαρτίας ἐκπλῦναι, κατεδικάσθησαν. καὶ διὰ τοῦτο ἐπικίνδυνον τὸ πίπτειν ἐν οἱῳδήποτε πάθει· ἐὰν δὲ συμβῇ πεσεῖν, εὐθὺς ἀναπηδῆσαι χρή, καὶ στῆναι πάλιν εἰς τὸν καλὸν ἀγῶνα·

『私は嘆きによって疲れ果てた。夜ごとに私の寝台を洗い、私の涙によって敷き藁を濡らそう』。そうすれば、罪の清めはキリストの血により、その憐れみの偉大さと、『たとい汝らの罪が緋のようであっても、私は雪のように白くする』云々と言われた神の慈しみの豊かさのうちになされるでしょう。それゆえ、これらのことはこの通りであり、我らもそのように信じています。しかし、真理の認識を受け、再生と養子縁組の栄誉にあずかり、神的な神秘(秘跡)を味わった後には、倒れないよう全力を尽くして用心しなければなりません。倒れることは競技者にはふさわしくないからです。倒れた後に起き上がることのできなかった者が多いからです。ある者たちは情欲に扉を開き、そこから離れ難く執着して、もはや悔い改めへと立ち返る力を失いました。またある者たちは死によって不意に連れ去られ、悔悟によって罪の汚れから自らを洗い清める暇もなく、断罪されました。それゆえ、いかなる情欲においてであれ、倒れることは危険なのです。しかし、もし倒れることが起きたなら、直ちに跳び起き、善き戦いへと再び立ち向かわねばなりません。

§11.99

καὶ ὁσάκις ἂν τοῦτο συμβῇ, κἀκεῖνο αὐτίκα ἔστω τὸ τῆς ἐγέρσεως καὶ στάσεως3 ἕως τῆς τελευτῆς. Ἐπιστράφητε γὰρ πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος ὁ Θεός.

そして、これが起きるたびに、立ち上がり踏みとどまることもまた生涯の終わりに至るまで直ちになされねばなりません。『我に立ち帰れ、さらば我も汝らに立ち帰らん』と主なる神は言われるからです」。

構文注3 件
  1. 11.97ἑτεραλκέα τὴν νίκην εἰργάσατο

    動詞 εἰργάσατο の二重対格構文であり、目的語 τὴν νίκην に対して形容詞 ἑτεραλκέα が述語的に機能している。ἑτεραλκής は「他方に力を貸す、形勢を一変させる、決定的な」を意味し、直前の分詞句 τὴν ἧτταν ἀνακαλεσάμενος(自らの敗北を取り戻し)と呼応して「敗北を取り戻して決定的な逆転勝利を生み出した」という戦いの逆転構図を示す。

  2. 11.98τοῦ μὴ πίπτειν

    動詞 ἀσφαλίζεσθαι(用心する、警戒する、身を守る)の目的・補足を表す属格不定詞(否定小辞 μή を伴う)。「倒れることのないように(自らを)防護する/用心する」という分離・予防の意を表す。

  3. 11.99κἀκεῖνο αὐτίκα ἔστω τὸ τῆς ἐγέρσεως καὶ στάσεως

    前行の条件節(ὁσάκις ἂν τοῦτο συμβῇ「これが起こるたびに」)を受ける主節構造。文の主語は中性名詞句 τὸ τῆς ἐγέρσεως καὶ στάσεως(立ち上がり留まること)であり、述語代名詞 κἀκεῖνο(それもまた)と命令形動詞 ἔστω(生じよ、あれ)が結びついて「それ(立ち上がり踏みとどまること)も直ちに生じるようにせよ」という義務・要請の骨格をなしている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:11.96-11.99