← ダマスコスのイオアン

バルラームとヨアサフ

§12.102-12.104

砂漠へ退いた修道士たちの禁欲生活と謙遜

迫害の終息後、殉教者たちに代わって砂漠へと退き、過酷な禁欲・断食・祈りによって魂を清め、妬みや高慢を排して互いに謙遜を守った修道士たちの生活様式をバルラアムが説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§12.102

διαδεξάμενοι ἕτεροι καὶ μιμησάμενοι τὸν ζῆλον ἐκείνων καὶ τὸν θεῖον πόθον, λέγω δὲ τῶν μαρτύρων, καὶ τῷ αὐτῷ ἔρωτι τὰς ψυχὰς τρωθέντες, ἄριστα διεσκόπουν ἀρρύπαντον τὴν ψυχὴν καὶ τὸ σῶμα τῷ Κυρίῳ παραστῆσαι, πάσας τὰς τῶν παθῶν περικόψαντες ἐνεργείας, καὶ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἑαυτοὺς ἐκκαθάραντες. ἐπεὶ δὲ οὐκ ἄλλως τοῦτο, ἀλλὰ διὰ τῆς φυλακῆς τῶν ἐντολῶν τοῦ Χριστοῦ κατορθοῦσθαι ἔγνωσαν, τὴν δὲ φυλακὴν τῶν ἐντολῶν καὶ τὴν ἐργασίαν τῶν ἀρετῶν δυσχερῶς ἐν μέσῳ τῶν τοῦ κόσμου θορύβων προσγίνεσθαι κατενόησαν, ἄλλον τινὰ βίον ξένον καὶ ἐνηλλαγμένον ἑαυτοῖς ἐπετηδεύσαντο, καί, κατὰ τὴν θείαν φωνήν, πάντα καταλιπόντες, γονεῖς, τέκνα, φίλους, συγγενεῖς, πλοῦτον καὶ τρυφήν, καὶ πάντα τὰ ἐν τῷ κόσμῳ μισήσαντες, πρὸς τὰς ἐρήμους, ὥσπερ τινὲς φυγάδες, ᾤχοντο, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, πάντων τῶν ἐπὶ γῆς τερπνῶν τε καὶ ἀπολαυστικῶν ἑαυτοὺς μακρύναντες, καὶ αὐτοῦ δὲ τοῦ ἄρτου καὶ σκεπάσματος λίαν ἐνδεῶς ἔχοντες·

他の人々がこれを受け継ぎ、かの人々、すなわち殉教者たちの熱意と神聖なる熱望に倣い、同じ愛によってその魂を射抜かれ、情念のあらゆる働きを断ち切り、肉と霊のあらゆる汚れから自らを清めて、魂と体を汚れなきものとして主に献げるよう最善の配慮をめぐらせました。そして彼らは、これがキリストの戒めを守ることによる以外には成し遂げられず、また戒めを守ることや徳の実践が世の喧騒の中では容易には生じ得ないことを悟ると、自らのために世俗とは異なる見慣れぬ別の生活様式を選び取り、神の御言葉に従って、親、子、友、親族、富や贅沢など一切を捨て去り、世にあるすべてのものを憎んで、あたかも逃亡者のように砂漠へと赴き、窮乏し、苦しめられ、虐待され、荒野や山や洞窟や地の穴をさまよい、地上のあらゆる快楽や享楽から自らを遠ざけ、パンや覆い(衣服やすまい)すら甚だしく欠く有様となったのです。

§12.103

δύο ταῦτα πραγματευσάμενοι, ἵνα, μὴ ὁρῶντες τὰς ὕλας τῶν παθῶν, προρρίζους αὐτῶν τὰς ἐπιθυμίας ἐκ τῆς ψυχῆς ἀνασπάσωσι, καί, τὰς αὐτῶν ἐξαλείψαντες μνήμας, ἔρωτα καὶ πόθον τῶν θείων καὶ οὐρανίων ἐν ἑαυτοῖς ἐμφυτεύσωσι· πρὸς τούτοις, ἵνα, διὰ τῆς κακοπαθείας τὸ σαρκίον ἐκδαπανήσαντες καὶ μάρτυρες τῇ προαιρέσει γενόμενοι, μὴ ἀποτύχωσι τῆς εὐκλείας τῶν δι’ αἵματος τελειωθέντων, ἀλλὰ μιμηταὶ καὶ αὐτοὶ τῶν τοῦ Χριστοῦ παθημάτων, ὅσον τὸ ἐπ’ αὐτοῖς, γενόμενοι, καὶ τῆς ἀτελευτήτου βασιλείας συμμέτοχοι ἔσονται.1 οὕτως οὖν ἄριστα διασκεψάμενοι, τὸν μονάδα καὶ ἡσύχιον μετῆλθον βίον, τινὲς μὲν αἴθριοι διακαρτερήσαντες, τῷ φλογμῷ τοῦ καύσωνος καὶ κρυμοῖς ἀγρίοις καὶ ὄμβροις καὶ ταραχαῖς ἀνέμων ταλαιπωρούμενοι· οἱ δέ, καλύβας πηξάμενοι, ἢ σπηλαίοις καὶ ἄντροις ὑποκρυβέντες, διέζησαν. οὕτω δὲ τὴν ἀρετὴν μετερχόμενοι, πᾶσαν σαρκικὴν παράκλησιν καὶ ἀνάπαυσιν εἰς τέλος ἀπηρνήσαντο, λαχάνων ὠμῶν καὶ βοτανῶν, ἢ ἀκροδρύων, ἢ ἄρτου ξηροῦ καὶ πάνυ σκληροῦ στοιχήσαντες διαίτῃ, μὴ τῇ ποιότητι μόνον ἀποταξάμενοι τῶν ἡδέων, ἀλλά, τῷ περιόντι τῆς ἐγκρατείας, καὶ πρὸς τὴν ποσότητα τὸ φιλότιμον ἑαυτῶν παρατείναντες. τοσοῦτον γὰρ καὶ αὐτῶν τῶν εὐτελῶν καὶ ἀναγκαιοτάτων μετελάμβανον βρωμάτων, ὅσον ἀποζῆν μόνον. οἱ μὲν γὰρ αὐτῶν, ὅλας τὰς τῆς ἑβδομάδος ἡμέρας ἄσιτοι διατελοῦντες, τῇ κυριακῇ τροφῆς μετελάμβανον·

彼らは次の二つのことを目指したのです。すなわち第一には、情念の質料を目にしないことによって、その欲望を根こそぎ魂から引き抜き、それらの記憶をも消し去って、神聖にして天上のものへの愛と憧れを己の内に植え付けるためであり、これに加えて第二には、苦行によって肉をすり減らし、志向において殉教者となって、血によって全うされた者たちの栄光を逃すことなく、彼ら自身もできる限りにおいてキリストの受難の模倣者となり、終わりのない御国の共同参与者となるためでした。このように最善の配慮をめぐらせた彼らは、隠遁と静寂の生活を送りました。ある者たちは野天で耐え忍び、灼熱の熱気や猛烈な寒気、豪雨や激しい風の乱れに苦しめられ、また他の者たちは小屋を建てたり、洞窟や岩穴に身を隠したりして生き延びました。このようにして徳を追い求め、肉のあらゆる慰めと安らぎを徹底して拒絶し、生野菜や野草、あるいは木の実、または乾燥した極めて堅いパンという食生活に従い、快いものの質を断念しただけでなく、あり余る節制によって、その熱意を量にまで及ぼしました。というのも、彼らはこうした粗末で極めて必需的な食物であっても、ただ命をつなぎとめるだけの量しか口にしなかったからです。彼らのうちのある者たちは、一週間のすべての日を絶食して過ごし、主日にのみ食物を口にしました。

§12.104

οἱ δὲ δὶς τῆς ἑβδομάδος ταύτης μεμνημένοι· ἄλλοι δὲ παρὰ μίαν, ἢ καὶ καθ’ ἑσπέραν, ἐσιτοῦντο ὅσον μόνον τροφῆς ἀπογεύεσθαι. εὐχαῖς τε καὶ ἀγρυπνίαις μικροῦ πρὸς τὸν τῶν ἀγγέλων παρημιλλήθησαν βίον, χαίρειν εἰπόντες χρυσίου καὶ ἀργυρίου τῇ κτήσει2 παντάπασι, πράσεις τε καὶ ἀγορασίας ἐπιλαθόμενοι εἶναι ὅλως ἐν ἀνθρώποις. Φθόνος δὲ καὶ ἔπαρσις, οἱ μάλιστα τοῖς ἀγαθοῖς ἔργοις ἀκολουθεῖν εἰωθότες, οὐκ ἔσχον χώραν ἐν αὐτοῖς. οὐδὲ γὰρ ὁ ἐλάττων ἐν τοῖς τῆς ἀσκήσεως ἱδρῶσι κατὰ τοῦ μᾶλλον διαλάμποντος βασκανίας λογισμὸν ὅλως ἐν ἑαυτῷ ὑπεδέχετο· οὐδ’ αὖ πάλιν τὸν μεγάλα κατορθοῦντα κατὰ τῶν ἀσθενεστέρων πρὸς οἴησιν ἐπῆρεν ἡ ἀλαζονεία ἢ ἐξουθενεῖν τὸν πλησίον, ἢ ἐγκαυχᾶσθαι τῇ ἀσκήσει, καὶ μεγαλοφρονεῖν ἐπὶ τοῖς κατορθώμασιν, ἀπατήσασα.3 ὁ γὰρ τὸ πλέον ἔχων εἰς ἀρετήν, οὐ πόνοις ἰδίοις, ἀλλὰ Θεοῦ δυνάμει, τὸ πᾶν ἐπιγράφων, ταπεινόφρονι γνώμῃ ἔπειθεν ἑαυτὸν μηδὲν ὅλως ἐργάζεσθαι, ἀλλὰ καὶ πλειόνων ὀφειλέτην εἶναι, καθά φησιν ὁ Κύριος· Ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν, ὅτι ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν. οἱ δὲ πάλιν οὐδὲ ποιῆσαί ποτε τὰ διατεταγμένα ἔπειθον ἑαυτούς, ἀλλὰ πλείονα εἶναι τῶν ἤδη κατωρθωμένων τὰ ἐλλείποντα. καὶ ὁ ἐλαττούμενος πάλιν ἐν τῇ ἀσκήσει,

またある者たちは週に二度これ〔食物〕を思い起こし、さらに他の者たちは一日おきに、あるいは夕暮れごとに、ただ食物を味見する程度にのみ食しました。祈りと徹夜の祈祷によって彼らは天使たちの生活とほとんど張り合うほどであり、金銀の所有には完全に別れを告げ、人々の間に売買というものが存在することすらまったく忘れていました。ところで、善き業に最も付きまといがちな妬みとうぬぼれは、彼らの間にはいかなる余地も持ちませんでした。というのも、修練の労苦において劣る者が、より輝いている者に対して嫉妬の思いを内に受け入れることはまったくなく、また逆に、偉大なることを成し遂げた者を、慢心が欺いて、より弱き者たちに対して自惚れへと駆り立てたり、隣人を侮らせたり、修練を誇らせたり、成し遂げたことに誇り高ぶらせたりすることもなかったからです。なぜなら、徳においてより勝っている者は、すべてを自らの労苦ではなく神の力に帰し、へりくだった心構えによって、自らは何一つ成し遂げておらず、むしろさらに多くの負債を負っているのだと己に言い聞かせていたからです。主が「あなた方に命じられたことをすべて行ったときには、『私たちは役に立たない僕です。なすべきことをなしたにすぎません』と言いなさい」と仰せになったとおりです。他方で彼らはまた、命じられたことを一度たりとも行ったことすらないと己に言い聞かせ、すでに成し遂げられたことよりも欠けていることのほうが多いと考えていました。そしてまた、修練において劣る者も、

構文注3 件
  1. 12.103καὶ τῆς ἀτελευτήτου βασιλείας συμμέτοχοι ἔσονται

    目的節を導く接続詞 ἵνα の支配下にあり、先行する接続法 μὴ ἀποτύχωσι と並列されているにもかかわらず、直説法未来 ἔσονται が用いられている。ヘレニズム期からビザンティン期のギリシア語において、ἵνα 節内で接続法アオリストと直説法未来が交替・併置される文法現象を反映している。

  2. 12.104χαίρειν εἰπόντες χρυσίου καὶ ἀργυρίου τῇ κτήσει

    慣用句 χαίρειν λέγω / εἶπον(〜に別れを告げる、放棄する)に与格 τῇ κτήσει が結びついた構文。「金銀の所有に対して別れを告げた」すなわち完全に放棄したことを意味する。

  3. 12.104οὐδ’ αὖ πάλιν τὸν μεγάλα κατορθοῦντα κατὰ τῶν ἀσθενεστέρων πρὸς οἴησιν ἐπῆρεν ἡ ἀλαζονεία ἢ ἐξουθενεῖν τὸν πλησίον, ἢ ἐγκαυχᾶσθαι τῇ ἀσκήσει, καὶ μεγαλοφρονεῖν ἐπὶ τοῖς κατορθώμασιν, ἀπατήσασα

    主語 ἡ ἀλαζονεία(慢心)が文末近くに置かれ、述語動詞 ἐπῆρεν(駆り立てた)、直接目的語 τὸν μεγάλα κατορθοῦντα(大いなることを成し遂げた者)、および主語を修飾する分詞 ἀπατήσασα(欺いて)が分離配置(ハイパーバトン)されている。後ろに続く並列不定詞群(ἢ ἐξουθενεῖν... ἢ ἐγκαυχᾶσθαι... καὶ μεγαλοφρονεῖν)は、前置詞句 πρὸς οἴησιν(自惚れへと)の内容を敷衍・説明する結果的・釈義的不定詞として機能している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2934.tlg066.humanitext-grc2:12.102-12.104