← スミュルナのクイントス

ホメロス後日譚

§6.145-6.216

パリスによるエウリュピュロスの歓待と出陣

パリスはエウリュピュロスを自らの館に招き入れ、ヘレネーへの引き合わせや城外・館内での宴を経て歓待し、翌朝エウリュピュロスはヘラクレスの功業が刻まれた壮麗な盾を帯びて出陣する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
145

σῆμα πάρʼ Ἀσσαράκοιο καὶ Ἕκτορος αἰπὰ μέλαθρανηόν τε ζάθεον Τριτωνίδος, ἔνθα οἱ ἄγχι

パリスはアッサラコスの塚、ヘクトルの高殿、

δώματʼ ἔσαν καὶ βωμὸς ἀκήρατος Ἑρκείοιο·

そしてその近くに自らの館とヘルケイオスの清浄な祭壇があるトリートーニスの神聖な神殿の傍らを通ってエウリュピュロスを導いた。

καί μιν ἀδελφειῶν πηῶν θʼ ὕπερ ἠδὲ τοκήων

そして兄弟たちや親族たち、また両親について温かく尋ね、

εἴρετο προφρονέως· ὁ δέ οἱ μάλα πάντʼ ἀγόρευεν·

エウリュピュロスも彼にすべてを語り聞かせた。

150

ἄμφω δʼ ὣς ὀάριζον ἅμʼ ἀλλήλοισι κιόντες.

二人はこのように語り合いながらともに歩んでいった。

ἦλθον δʼ ἐς μέγα δῶμα καὶ ὄλβιον· ἔνθα δʼ ἄρʼ ἧστο

彼らは壮大で富裕な館へと入った。

ἀντιθέη Ἑλένη Χαρίτων ἐπιειμένη εἶδος·1

そこにはカリスたちの美しさをまとった神のごときヘレネーが座していた。

καί ῥά μιν ἀμφίπολοι πίσυρες περιποιπνύεσκον,

四人の侍女が彼女の周りで甲斐甲斐しく仕え、

ἄλλαι δʼ αὖτʼ ἀπάνευθεν ἔσαν κλειτοῦ θαλάμοιο

他の侍女たちは名高き閨房から離れたところで、

155

ἔργα τιτυσκόμεναι, ὁπόσα δμωῇσιν ἔοικεν.

女奴隷にふさわしいあらゆる手仕事にいそしんでいた。

Εὐρύπυλον δʼ Ἑλένη μέγʼ ἐθάμβεεν εἰσορόωσα,

ヘレネーはエウリュピュロスを見て大いに驚嘆し、

κεῖνος δʼ αὖθʼ Ἑλένην· μετὰ δʼ ἀλλήλους ἐπέεσσιν

彼もまたヘレネーを見て目を見張った。

ἄμφω δεικανόωντο δόμῳ ἐνὶ κηώεντι·

二人は芳しい館の中で言葉を交わして挨拶し合った。

δμῶες δʼ αὖτε θρόνους δοιὼ θέσαν ἐγγὺς ἀνάσσης·

召使いたちは女王のそばに二つの椅子を据えた。

160

αἶψα δʼ Ἀλέξανδρος κατʼ ἄρʼ ἕζετο, πὰρ δʼ ἄρα τῷ γε

直ちにアレクサンドロスが腰を下ろし、

Εὐρύπυλος. λαοὶ δὲ πρὸ ἄστεος αὖλιν ἔθεντο,

その傍らにエウリュピュロスも座った。 一方、

ᾗχι φυλακτῆρες Τρώων ἔσαν ὀβριμόθυμοι·

軍勢は勇猛なトロイアの番兵たちが詰める都市の前方に野営地を定めた。

αἶψα δὲ τεύχεα θῆκαν ἐπὶ χθόνα, πὰρ δὲ καὶ ἵππους

彼らは直ちに武具を大地に置き、

στῆσαν ἔτι πνείοντας ὀϊζυροῖο μόγοιο·

過酷な労苦によってなお激しく息を吐く馬たちを止め、

165

ἐν δὲ φάτνῃσι βάλοντο, τά τʼ ὠκέες ἵπποι ἔδουσι.

足の速い馬が食べる糧を飼い葉桶に入れた。

καὶ τότε νὺξ ἐπόρουσε, μελαίνετο δʼ αἶα καὶ αἰθήρ·οἱ δʼ ἄρα δαῖτʼ ἐπάσαντο πρὸ τείχεος αἰπεινοῖο

そしてその時、夜が襲来し、大地と天空は闇に覆われた。

Κήτειοι Τρῶές τε· πολὺς δʼ ἐπὶ μῦθος ὀρώρει

そびえ立つ城壁の前にてケテイオイ勢とトロイア勢は宴をともにした。

δαινυμένων· πάντῃ δὲ πυρὸς μένος αἰθαλόεντος

宴の席では賑やかな語らいが沸き起こった。陣屋の周りには煙を上げる火の威勢があちこちで燃え広がり、

170

δαίετο πὰρ κλισίῃσιν· ἐπίαχε δʼ ἠπύτα σύριγξ

響き渡る笛や、

αὐλοί τε λιγυροῖσιν ἀρηράμενοι καλάμοισιν,

澄んだ音を放つ葦で作られたアウロスが鳴り響き、

ἀμφὶ δὲ φορμίγγων ἰαχὴ πέλεν ἱμερόεσσα.

竪琴の心地よい調べがあたりに満ちた。

Ἀργεῖοι δʼ ἀπάνευθεν ἐθάμβεον εἰσορόωντες

アルゴス勢は遠く離れた地から平原の数多くの篝火を眺め、

ἐν πεδίῳ πυρὰ πολλὰ καὶ ἄσπετον εἰσαΐοντες

アウロスや竪琴の計り知れぬ響き、

αὐλῶν φορμίγγων τʼ ἰαχὴν ἀνδρῶν καὶ ἵππων

男たちや馬たちの喧騒、

175

σύριγγός θʼ, ἣ δαιτὶ μεταπρέπει ἠδὲ νομεῦσι·

そして宴や羊飼いにふさわしい笛の音を耳にして驚愕した。

τοὔνεκʼ ἄρʼ οἷσιν ἕκαστος ἐπὶ κλισίῃσι κέλευσε

それゆえ彼らは、

νῆας ἀμοιβαίῃσι φυλασσέμεν ἄχρις ἐς ἠῶ,μή σφεας Τρῶες ἀγαυοὶ ἐνιπρήσωσι κιόντες

そびえ立つ城壁の前で豪勢に宴を楽しんでいる誇り高きトロイア勢が襲来してそれら〔船〕を焼き払うことのないようにと、

οἵ ῥα τότʼ αἰπεινοῖο πρὸ τείχεος εἰλαπίναζον.

各自が己の陣屋において夜明けまで交代で船を守るよう命じた。

180

ὣς δʼ αὕτως κατὰ δώματʼ Ἀλεξάνδροιο δαΐφρων

それと同じくアレクサンドロスの館では、

δαίνυτο Τηλεφίδης μετʼ ἀγακλειτῶν βασιλήων·

思慮深きテレポスの子が名高き諸王とともに宴を楽しんでいた。

πολλὰ δʼ ἄρα Πρίαμός τε καὶ ἄλλοι Τρώιοι υἷεςἑξείης ηὔχοντο μιγήμεναι Ἀργείοισιν

プリアモスをはじめとするトロイアの息子たちは、

αἴσῃ ἐν ἀργαλέῃ· ὁ δʼ ὑπέσχετο πάντα τελέσσειν.

〔彼が〕アルゴス勢と過酷な運命の中で交戦することを次々にしきりに乞い願った。エウリュピュロスはすべてを成し遂げると請け合った。

185

αὐτὰρ ἐπεὶ δόρπησαν, ἔβαν ποτὶ δώμαθʼ ἕκαστος·

彼らは夕食を終えると、各自の館へと去った。

Εὐρύπυλος δʼ αὐτοῦ κατελέξατο βαιὸν ἄπωθεν

しかしエウリュピュロスは、

ἐς τέγος εὐποίητον, ὅπῃ πάρος αὐτὸς ἴαυεν

かつて優れたアレクサンドロス自身が名高き妻とともに眠った、

ἠῢς Ἀλέξανδρος μετʼ ἀγακλειτῆς ἀλόχοιο·

少し離れたところにある見事に造られた部屋に横たわった。

κεῖνο γὰρ ἔκπαγλόν τε καὶ ἔξοχον ἔπλετο πάντων·

そこはすべての部屋の中でも最も壮麗で傑出していたからである。

190

ἔνθʼ ὅ γε λέξατʼ ἰών· τοὶ δʼ ἄλλοσε κοῖτον ἕλοντο

彼はそこへ入って床に就いた。

μέχρις ἐπʼ Ἠριγένειαν ἐΰθρονον. αὐτὰρ ἅμʼ ἠοῖ

パリスたちは美しい玉座の曙が訪れるまで別の場所で眠った。

Τηλεφίδης ἀνόρουσε καὶ ἐς στρατὸν εὐρὺν ἵκανε

そして夜明けとともにテレポスの子は跳ね起き、

σύν τʼ ἄλλοις βασιλεῦσιν, ὅσοι κατὰ Ἴλιον ἦσαν·

イリオスにいる他の諸王とともに広大な軍勢のもとへと赴いた。

λαοὶ δʼ αὐτίκʼ ἔδυσαν ἐν ἔντεσι μαιμώωντες,

兵たちは戦いを熱望し、皆が先頭に立って骨折ることを欲して、

195

πάντες ἐνὶ πρώτοισι λιλαιόμενοι πονέεσθαι·

直ちに武具に身を固めた。

ὣς δὲ καὶ Εὐρύπυλος μεγάλοις περικάτθετο γυίοις

エウリュピュロスもまた、

τεύχεα μαρμαρέῃσιν ἐειδόμενα στεροπῇσι·

閃く稲妻に似た武具を大きな体にまとった。

καί οἱ δαίδαλα πολλὰ κατʼ ἀσπίδα δῖαν ἔκειτο,

その神聖な盾の上には、

ὁππόσα πρόσθεν ἔρεξε θρασὺ σθένος Ἡρακλῆος.

かつてヘラクレスの剛勇な力が成し遂げた多くの工芸的図像が刻まれていた。

200

ἐν μὲν ἔσαν βλοσυρῇσι γενειάσι λιχμώωντες

そこには、恐ろしい顎で舌を出し入れし、

δοιὼ κινυμένοισιν ἐοικότες οἶμα δράκοντες

生きて動くかのように恐るべき勢いで襲いかかる二匹の蛇がいた。

σμερδαλέον μεμαῶτες· ὁ δέ σφεας ἄλλοθεν ἄλλον

ヘラクレスは幼子でありながら、

νηπίαχός περ ἐὼν ὑπεδάμνατο· καί οἱ ἀταρβὴςἔσκε νόος καὶ θυμός, ἐπεὶ Διὶ κάρτος ἐῴκει

それらを両側からそれぞれ屈服させた。彼の心と精神は怯むことを知らなかった。

205

ἐξ ἀρχῆς· οὐ γάρ τι θεῶν γένος οὐρανιώνωνἄπρηκτον τελέθει καὶ ἀμήχανον, ἀλλά οἱ ἀλκὴ

生まれながらにしてゼウスに似た力を備えていたからである。天上の神々の血筋は決して無力で挫けることはなく、

ἕσπετʼ ἀπειρεσίη καὶ νηδύος ἔνδον ἐόντι.

母の胎内にいるときから無尽蔵の武勇が伴っていたのである。

ἐν δὲ Νεμειαίοιο βίη ἐτέτυκτο λέοντοςὀβρίμου Ἡρακλῆος ὑπὸ στιβαρῇσι χέρεσσι

またそこには、

210

τειρόμενος2 κρατερῶς· βλοσυρῇς δέ οἱ ἀμφὶ γένυσσιν

剛勇なヘラクレスの逞しい両手の下で激しく苦しめられるネメアの獅子の力が刻まれていた。その凄惨な顎の周りには血の泡が浮かび、

αἱματόεις ἀφρὸς ἔσκεν· ἀποπνείοντι δʼ ἐῴκει.

まさに息絶えようとしているかのようであった。

ἄγχι δέ οἱ πεπόνητο μένος πολυδειράδος ὕδρης

その近くには、

αἰνὸν λιχμώωσα·3 καρήατα δʼ ἀλγινόεντα

恐ろしく舌を出し入れする多頭のヒュドラの猛威が刻み込まれていた。その苦痛に満ちた頭のうち、

ἄλλα μὲν ἄρ δέδμητο κατὰ χθονός, ἄλλα δʼ ἄεξεν

あるものは大地に切り落とされ、

215

ἐξ ὀλίγων μάλα πολλά· πόνος δʼ ἔχεν Ἡρακλῆα

あるものはわずかな数から夥しく生え出ていた。

θαρσαλέον τʼ Ἰόλαον, ἐπεὶ κρατερὰ φρονέοντε

剛勇な思いを抱くヘラクレスと勇敢なイオラオスを苦難が襲っていた。

構文注3 件
  1. 6.152Χαρίτων ἐπιειμένη εἶδος

    完了中動分詞 ἐπιειμένη が「身にまとう」という装身の意味を持ち、直接目的語として対格 εἶδος を取っている構文。属格 Χαρίτων は名詞 εἶδος に掛かり、「カリスたちの美しさをまとった」の意となる。

  2. 6.208Νεμειαίοιο βίη ἐτέτυκτο λέοντος ... τειρόμενος

    文法上の主語は女性名詞句である βίη ... λέοντος(ライオンの力)であるが、受動分詞 τειρόμενος は男性単数主格で置かれている。これは文法的な性の一致ではなく、実質的な主体である雄獅子(λέων)に性を合わせた意味による一致(constructio ad sensum)である。

  3. 6.212μένος πολυδειράδος ὕδρης αἰνὸν λιχμώωσα

    主語である中性名詞 μένος(猛威)に属格 ὕδρης が付く迂言的表現に対し、分詞 λιχμώωσα は女性単数主格形をとる。これも前項と同様、文法的な中性(μένος)ではなく、実質的な主語である大蛇ヒュドラ(女性名詞 ὕδρα)に性を一致させた意味による一致(constructio ad sensum)である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:6.145-6.216