← スミュルナのクイントス

ホメロス後日譚

§6.72-6.144

使節の出航とエウリュピュロスのトロイア到着

オデュッセウスとディオメデスはネオプトレモスを迎えるためスキュロス島へ船出し、トロイア側にはヘラクレスの血を引く援軍エウリュピュロスが到着して大歓迎を受ける。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
72

ὦ φίλοι, οὐκέτʼ ἔοικε μεθʼ ὑμῖν πόλλʼ ἀγορεύειν

「友らよ、今日この日にそなたたちの前で長々と語ることはもはやふさわしくない。

σήμερον· ἐν γὰρ δὴ κάματος πέλει ἀχνυμένοισιν·

悲嘆に暮れる者たちには疲労が満ちているからだ。

οἶδα γὰρ ὡς λαοῖσι κεκμηκόσιν οὔτʼ ἀγορητὴς

余は知っている、疲れ果てた兵たちにとっては、雄弁家も、

75

ἁνδάνει οὔτʼ ἄρʼ ἀοιδός, ὃν ἀθάνατοι φιλέουσι

不死なるピエリアの女神たちに愛される歌人も、心に適うものではなく、

Πιερίδες· παύρων δʼ ἐπέων ἔρος ἔνθʼ ἀνθρώποις.

そのような時には人々は少ない言葉をこそ望むのだと。

νῦν δʼ, ὅπερ εὔαδε πᾶσι κατὰ στρατὸν Ἀργείοισι,

さて今、全軍のアルゴス勢の心に適ったことを、

Τυδείδαο μάλιστα συνεσπομένου τελέσαιμι·

テュデウスの子が格別に同行してくれるならば、余が成し遂げよう。

ἄμφω γάρ κεν ἰόντε1 φιλοπτολέμου Ἀχιλῆος

我ら二人が赴くならば、

80

ἄξομεν ὄβριμον υἷα παρακλίναντʼ2 ἐπέεσσιν,εἰ καί μιν μάλα πολλὰ κινυρομένη κατερύκει

戦を好むアキレウスの猛々しき息子を言葉で説き伏せて連れて来ることができよう。

μήτηρ ἐν μεγάροισιν, ἐπεὶ κρατεροῖο τοκῆος

たとえ母が館の中で激しく嘆き悲しみながら彼を引き留めようとも。

ἔλπομʼ ἐμὸν κατὰ θυμὸν ἀρήιον ἔμμεναι υἷα.

剛勇なる父から生まれたその息子もまた勇武の士であると、余は心のうちで信じているからだ」

ὣς φάμενον προσέειπε πύκα φρονέων Μενέλαος·

彼がこう語ると、思慮深きメネラオスが応えて言った。

85

ὦ Ὀδυσεῦ, μέγʼ ὄνειαρ ἐϋσθενέων Ἀργείων,

「剛勇なるアルゴス勢の大いなる頼みの綱たるオデュッセウスよ、

ἤνπερ Ἀχιλλῆος μεγαλόφρονος ὄβριμος υἱὸς

もしや勇猛なるアキレウスの逞しき息子が、

σῇσι παραιφασίῃσι λιλαιομένοισιν ἀρωγὸςἔλθοι ἀπὸ Σκύροιο πόροι δέ τις οὐρανιώνων

そなたの説得によって望み焦がれる我らの助勢としてスキュロスから来てくれ、

νίκην εὐχομένοισι καὶ Ἑλλάδα γαῖαν ἱκῶμαι,3

天上の神々の誰かが祈願する我らに勝利を授け、余がギリシアの地に帰り着くならば、

δώσω οἱ παράκοιτιν ἐμὴν ἐρικυδέα κούρηνἙρμιόνην, καὶ πολλὰ καὶ ὄλβια δῶρα σὺν αὐτῇ

余の誉れ高き娘ヘルミオネを彼の妻として与え、

προφρονέως· οὐ γάρ μιν ὀΐομαι οὔτε γυναῖκα

彼女とともに多くの富める引出物を喜んで授けよう。彼が妻を、

οὔτʼ ἄρα πενθερὸν ἐσθλὸν ὑπερφιάλως ὀνόσασθαι.

あるいは高貴な舅を傲慢にも見下すことなど決してないと余は信じるからだ」

ὣς ἄρʼ ἔφη· Δαναοὶ δὲ συνευφήμησαν ἔπεσσι.

彼がこう語ると、ダナオス勢はその言葉に賛同の声を上げた。

καὶ τότε λῦτʼ ἀγορή· τοὶ δʼ ἐσκίδναντʼ ἐπὶ νῆας

そしてその時、集会は解散した。兵たちは、男たちの力となる食事を求めて、

95

ἱέμενοι δείπνοιο, τὸ δὴ πέλει ἀνδράσιν ἀλκή·

それぞれの船へと散じていった。

καί ῥʼ ὅτε δὴ παύσαντο κορεσσάμενοι μέγʼ ἐδωδῆς,

そして彼らが存分に飲み食いして満足し終えると、まさにその時、

δὴ τόθʼ ὁμῶς Ὀδυσῆι περίφρονι Τυδέος υἱὸς

テュデウスの子は思慮深きオデュッセウスとともに、

νῆα θοὴν εἴρυσσεν ἀπειρεσίης ἁλὸς εἴσω·

素早い船を果てしない海へと引き下ろした。

καρπαλίμως δʼ ἤια καὶ ἄρμενα πάντα βάλοντο·

彼らは直ちに兵糧とあらゆる艤装を船に積み込み、

100

ἐν δὲ καὶ αὐτοὶ ἔβαν· μετὰ δέ σφισιν εἴκοσι φῶτες

自らも乗り込んだ。彼らとともには、逆風が吹く時も、

ἴδμονες εἰρεσίης, ὁπότʼ ἀντίαι ὦσιν ἄελλαι,

平穏が広き海を覆い鎮める時も、

ἠδʼ ὁπότʼ εὐρέα πόντον ὑποστορέῃσι γαλήνη.

櫂の漕ぎ方を心得ている二十人の手練れの男たちが同乗した。

καί ῥʼ ὅτε δὴ κληῖσιν ἐπʼ εὐτύκτοισι κάθισσαν,

そして彼らが整った腰掛けに着座すると、

τύπτον ἁλὸς μέγα κῦμα· πολὺς δʼ ἀμφέζεεν ἀφρός·

海の大きな波を叩き、夥しい泡が周囲に激しく沸き立った。

105

ὑγραὶ δʼ ἀμφʼ ἐλάτῃσι διεπρήσσοντο κέλευθοι

船が疾走するにつれて、

νηὸς ἐπεσσυμένης· τοὶ δʼ ἱδρώοντες ἔρεσσον·

櫂のまわりで濡れた航跡が切り拓かれた。漕ぎ手たちは汗を流しながら漕ぎ続けた。

ὡς δʼ ὅθʼ ὑπὸ ζεύγλῃσι βόες μέγα κεκμηῶτεςδουρατέην ἐρύσωσι πρόσω μεμαῶτες ἀπήνην

それはあたかも、軛の下で甚だしく疲れ果てた牛たちが、

ἄχθεϊ τετριγυῖαν ὑπʼ ἄξονι δινήεντιτειρόμενοι, πουλὺς δὲ κατʼ αὐχένος ἠδὲ καὶ ὤμων

回転する車軸のもとで重荷のために軋み音を立てる木製の荷車を前へ前へと引こうと焦りながら苦しみ、

ἱδρὼς ἀμφοτέροισι κατέσσυται ἄχρις ἐπʼ οὖδας·

両方の牛の首と肩から夥しい汗が大地へと滴り落ちるかのようであった。

ὣς τῆμος μογέεσκον ὑπὸ στιβαρῇς ἐλάτῃσιν

そのように逞しい若者たちは頑丈な櫂のもとで懸命に労苦を重ね、

αἰζηοί· μάλα δʼ ὦκα διήνυον εὐρέα πόντον.

広き海を極めて速やかに渡っていった。

τοὺς δʼ ἄλλοι μὲν Ἀχαιοὶ ἀποσκοπίαζον ἰόντας·

他のアカイア勢は彼らの船出を見送った。

115

θῆγον δʼ αἰνὰ βέλεμνα καὶ ἔγχεα, τοῖσι μάχοντο.

そして己が戦う恐るべき矢弾と槍を研ぎ澄ました。

Τρῶες δʼ ἄστεος ἐντὸς ἀταρβέες ἐντύνοντο

一方、トロイア勢は市街の内で恐れることなく戦に備え、

ἐς πόλεμον μεμαῶτες ἰδʼ εὐχόμενοι μακάρεσσι

戦いを熱望し、

λωφῆσαί τε φόνοιο καὶ ἀμπνεῦσαι καμάτοιο.

殺戮が収まり労苦から息をつくことができるよう至福の神々に祈願した。

τοῖσι δʼ ἐελδομένοισι θεοὶ μέγα πήματος ἄλκαρ

そのように望み焦がれる彼らのもとへ、神々は災厄に対する大いなる救いとして、

120

ἤγαγον Εὐρύπυλον κρατεροῦ γένος Ἡρακλῆος·

剛勇なるヘラクレスの末裔エウリュピュロスを導き入れた。

καί οἱ λαοὶ ἕποντο δαήμονες ἰωχμοῖο

彼には、強き槍に信頼を置き、

πολλοί, ὅσοι δολιχοῖο παρὰ προχοῇσι Καΐκου

長きカイコス川の河口付近に住まう、

ναίεσκον κρατερῇσι πεποιθότες ἐγχείῃσιν.

戦いの追撃に長けた多くの軍勢が従っていた。

ἀμφὶ δέ οἱ κεχάροντο μέγα φρεσὶ Τρώιοι υἷες·

トロイアの息子たちは彼を囲んで心から大いに歓喜した。

125

ὡς δʼ ὁπόθʼ ἕρκεος ἐντὸς ἐεργμένοι ἀθρήσωσιν

あたかも囲いの中に閉じ込められた飼い馴らされたガチョウたちが、

ἥμεροι ἀνέρα χῆνες, ὅτις σφίσιν εἴδατα βάλλῃ,

餌を投げてくれる男の姿を認めると、

ἀμφὶ δέ μιν στομάτεσσι περισταδὸν ἰύζοντες

その周りに群がって声を上げながら尾を振って喜び、

σαίνουσιν, τοῦ δʼ ἦτορ ἰαίνεται εἰσορόωντος·

男の心もそれを見て和むかのようであった。

ὣς ἄρα Τρώιοι υἷες ἐγήθεον, εὖτʼ ἐσίδοντο

そのようにトロイアの息子たちは、

ὄβριμον Εὐρύπυλον, τοῦ δʼ ἐν φρεσὶ θαρσαλέον κῆρ

剛勇なるエウリュピュロスを目にして歓喜し、彼の胸の雄々しき心も、

130

τέρπετʼ ἀγειρομένοισιν· ἀπὸ προθύρων δὲ γυναῖκες

集い来た人々を見て喜びに満ちた。

θάμβεον ἀνέρα δῖον· ὁ δʼ ἔξοχος ἔσσυτο λαῶν

前庭の門からは女たちがこの神のごとき男に見惚れていた。彼は山中でジャッカルの群れの中へと分け入る獅子のごとく、

ἠΰτε τις θώεσσι λέων ἐν ὄρεσσι μετελθών.

軍勢を抜きん出て進んだ。

τὸν δὲ Πάρις δείδεκτο, τίεν δέ μιν Ἕκτορι ἶσον·

パリスは彼を迎え入れ、ヘクトルと同等に彼を敬った。

τοῦ γὰρ ἀνεψιὸς ἔσκεν,4 ἰῆς τʼ ἐτέτυκτο γενέθλης·

彼とは従兄弟であり、同一の血統に連なっていたからである。

135

τὸν γὰρ δὴ τέκε δῖα κασιγνήτη Πριάμοιο

実に、プリアモスの神のごとき妹アステュオケが、

Ἀστυόχη κρατερῇσιν ὑπʼ ἀγκοίνῃσι μιγεῖσα

剛勇なるテレフォスの腕に抱かれて彼を産んだのであった。

Τηλέφου, ὅν ῥα καὶ αὐτὸν ἀταρβέϊ Ἡρακλῆι

そのテレフォス自身もまた、

λάθρῃ ἑοῖο τοκῆος ἐϋπλόκαμος τέκεν Αὔγη·

美しい髪のアウゲが父に隠れて怯むことなきヘラクレスとの間に産み落とした子であった。

καί μιν τυτθὸν ἐόντα καὶ ἰσχανόωντα γάλακτος

かつて彼が幼く乳を求めていた時、

140

θρέψε θοή ποτε κεμμάς, ἑῷ δʼ ἴσα φίλατο νεβρῷ

素早い牝鹿がゼウスの御心によって乳房を含ませ、

μαζὸν ὑποσχομένη βουλῇ Διός· οὐ γὰρ ἐῴκει

我が子たる仔鹿と同様に愛し育てたのであった。

ἔκγονον Ἡρακλῆος ὀϊζυρῶς ἀπολέσθαι.

ヘラクレスの血を引く者が無残に滅び去ることは許されなかったからである。

τοῦ δʼ ἄρα κύδιμον υἷα Πάρις μάλα πρόφρονι θυμῷ

パリスは極めて喜ばしい心で、

ἦγεν ἑὸν ποτὶ δῶμα διʼ εὐρυχόροιο πόληος

この英雄の名高き息子を広々とした都市を抜けて己の館へと導き入れた。

構文注4 件
  1. 6.79ἄμφω γάρ κεν ἰόντε

    分詞 ἰόντε は主語(オデュッセウスとディオメデス)に一致する主格・男性・双数形。小辞 κεν は後続の直説法未来 ἄξομεν と結びつき、叙事詩的な未来の蓋然性・確信的見通し(「我ら二人が行けばきっと連れてこられるだろう」)を表す。

  2. 6.80παρακλίναντʼ

    語尾母音が脱落した παρακλίναντε(アオリスト能動態分詞・主格・男性・双数)であり、前の行の ἄμφω ... ἰόντε と同じく主語に一致し、ὄβριμον υἷα を目的語にとる(「言葉で彼を説き伏せて」)。

  3. 6.86ἤνπερ Ἀχιλλῆος μεγαλόφρονος ὄβριμος υἱὸς / σῇσι παραιφασίῃσι λιλαιομένοισιν ἀρωγὸς / ἔλθοι ἀπὸ Σκύροιο πόροι δέ τις οὐρανιώνων / νίκην εὐχομένοισι καὶ Ἑλλάδα γαῖαν ἱκῶμαι

    接続詞 ἤνπερ(本来は接続法を導く)のもとで、希求法(ἔλθοι, πόροι)と接続法(ἱκῶμαι)が並列され、帰結節には直説法未来(δώσω)が置かれている。前半の希求法は「万一来てくれたならば」という控えめな願望・仮定を表し、後半の ἱκῶμαι は将来の現実的見通しを反映して通常の接続法へと推移している混成条件文である。

  4. 6.134τοῦ γὰρ ἀνεψιὸς ἔσκεν

    代名詞 τοῦ は直前の Ἕκτορι または主語の Πάρις を指す。プリアモスの妹アステュオケの子エウリュピュロスは、ヘクトルにとってもパリスにとっても従兄弟(父の姉妹の子)にあたるため、文脈上どちらを取っても成立するが、直前の名詞 Ἕκτορι を受けて「実に彼はヘクトルの従兄弟であった」と解するのが統語上最も自然である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:6.72-6.144