← スミュルナのクイントス

ホメロス後日譚

§6.217-6.291

エウリュピュロスの盾に描かれたヘラクレスの功業

エウリュピュロスの盾に精巧に彫刻されたヘラクレスの十二の功業をはじめとする数々の武勇伝(ヒュドラ退治、ステュムパーロスの鳥、アマゾーン討伐、ケルベロス連行、プロメーテウス解放など)が克明に描写される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
217

ἄμφω, ὁ μὲν τέμνεσκε καρήατα μαιμώωντα

二人はともに立ち向かい、

ἅρπῃ ὑπʼ ἀγκυλόδοντι θοῶς, ὁ δὲ καῖε1 σιδήρῳ

一方は激しく蠢く頭を鋭い鎌で素早く切り落とし、

αἰθομένῳ· κρατερὴ δὲ κατήνυτο θηρὸς ὁμοκλή.

他方は燃え盛る鉄で焼き払った。こうして獣の猛々しい咆哮は終わりを告げた。

220

ἑξείης δʼ ἐτέτυκτο βίη συὸς ἀκαμάτοιο

次には、

ἀφριόων2 γενύεσσι· φέρεν δέ μιν, ὡς, ἐτεόν περ,

顎に泡を吹く不屈の猪の力が刻み込まれていた。アルケイデスの強大な力が、

ζωὸν ἐς Εὐρυσθῆα μέγα σθένος Ἀλκείδαο.

あたかも真に生きているかのような猪をエウリュステウスのもとへと運んでいた。

Κεμμὰς δʼ εὖ ἤσκητο θοὴ πόδας, ἥ τʼ ἀλεγεινῶν

足の速い雌鹿が見事に描かれていた。

ἀμφὶ περικτιόνων μέγʼ ἐσίνετο πᾶσαν ἀλωήν·

それは苦しむ近隣の人々のすべての果樹園を甚だしく荒らすものであった。

225

καὶ τὴν μὲν χρυσέοιο κεράατος ὄβριμος ἥρως

剛勇の英雄はその黄金の角を掴んで抑え、

ἄμφεχεν οὐλομένοιο πυρὸς πνείουσαν ἀϋτμήν.

鹿は破滅的な火の息を吐き出していた。

ἀμφὶ δʼ ἄρα στυγεραὶ Στυμφηλίδες αἱ μὲν ὀϊστοῖς

その周囲では、忌まわしいステュムパーロスの鳥たちのうち、

βλήμεναι ἐν κονίῃσιν ἀπέπνεον, αἱ δʼ ἔτι φύζης

あるものは矢で射抜かれて塵の中で息絶え、

μνωόμεναι πολιοῖο διʼ ἠέρος ἐσσεύοντο·

あるものはなお逃走を思い描きながら灰色の空へと飛び去っていた。

230

τῇσι δʼ ἔφʼ Ἡρακλέης κεχολωμένος ἄλλον ἐπʼ ἄλλῳ

ヘラクレスはそれらに怒り、

ἰὸν ἀεὶ προΐαλλε μάλα σπεύδοντι ἐοικώς.

大いに急ぐ者のように矢を次から次へと放ち続けていた。

ἐν δὲ καὶ Αὐγείαο μέγας σταθμὸς ἀντιθέοιο

また、神のごときアウゲイアースの巨大な牛舎が、

τεχνήεις ἤσκητο κατʼ ἀκαμάτοιο βοείης·

不屈の牛革の上に巧みに作られていた。

τῷ δʼ ἄρα θεσπεσίοιο βαθὺν ῥόον Ἀλφειοῖοὄβριμος Ἡρακλέης ἐπαγίνεεν· ἀμφὶ δὲ Νύμφαι

剛勇のヘラクレスはそこへ神聖なアルペイオスの深い流れを導き入れ、

θάμβεον ἄσπετον ἔργον. ἀπόπροθι δʼ ἔπλετο ταῦροςπύρπνοος, ὅν ῥα καὶ αὐτὸν ἀμαιμάκετόν περ ἐόντα

周囲ではニュンペーたちがこの途方もない業に目を見張っていた。 遠くには火を吐く牡牛がおり、

γνάμπτε βίῃ κρατεροῖο κεράατος· οἱ δέ οἱ ἄμφω

猛威を振るうその牛をも彼は力任せに逞しい角〔を掴んで〕屈服させていた。

ἀκάματοι μυῶνες ἐρειδομένοιο τέταντο·

抑えつける彼の両腕の疲れを知らぬ筋肉は張りつめ、

240

καί ῥʼ ὁ μέν ὡς μυκηθμὸν ἱεὶς πέλεν. ἄγχι δʼ ἄρʼ αὐτοῦἀμφὶ σάκος πεπόνητο θεῶν ἐπιειμένη εἶδος

牛はまるで唸り声を上げているかのようであった。 その近くの盾の上には、

Ἱππολύτη· καὶ τὴν μὲν ὑπὸ κρατερῇσι χέρεσσι

神々の美しさをまとったヒッポリュテーが細工されていた。彼女の精巧な帯を奪おうと望むヘラクレスは、

δαιδαλέου ζωστῆρος ἀμερσέμεναι μενεαίνωνεἶλε κόμης ἵπποιο κατʼ ὠκέος· αἱ δʼ ἀπάτερθεν

逞しい手で彼女の髪を掴んで駿馬から引きずり下ろし、

245

ἄλλαι ὑποτρομέεσκον Ἀμαζόνες. ἀμφὶ δὲ λυγραὶΘρηικίην ἀνά γαῖαν ἔσαν Διομήδεος ἵπποι

遠く離れたところで他のアマゾーンたちが恐れおののいていた。 その周りには、

ἀνδροβόροι· καί τάς μέν ἐπὶ στυγερῇσι φάτνῃσιν

トラキアの地にいるディオメーデースの忌まわしき人食い馬たちがいた。ヘラクレスはそれらを忌まわしい飼い葉桶の傍らで、

αὐτῷ σύν βασιλῆι κακὰ φρονέοντι δάϊξεν.

邪悪な企みを抱く王自身とともに屠った。

ἐν δὲ καὶ ἀκαμάτοιο δέμας πέλε Γηρυονῆος

また、

250

τεθναότος παρὰ βουσί· καρήατα δʼ ἐν κονίῃσιν

牛たちの傍らには不屈のゲーリュオネースの死体が横たわっていた。

αἱματόεντα κέχυντο βίῃ ῥοπάλοιο δαμέντα·

棍棒の力に倒れた血まみれの頭が塵の中に散らばっていた。

πρόσθε δέ οἱ δέδμητο κύων ὀλοώτατος ἄλλων

その前には、他のいかなる犬よりも破滅的で、

ὄρθρος, ἀνιηρῷ ἐναλίγκιος ὄβριμον ἀλκὴνΚερβέρῳ, ὅς ῥά οἱ ἔσκεν ἀδελφεός· ἀμφὶ δʼ ἔκειτο

兄弟である災いなすケルベロスに剛勇の力で似た犬オルトロスが倒れており、

255

βουκόλος Εὐρυτίων μεμορυγμένος αἵματι πολλῷ.

その傍らには牛飼いエウリュティオーンが多量の血に塗れて倒れていた。

ἀμφὶ δέ χρύσεα μῆλα τετεύχατο μαρμαίροντα

その周囲には、

Ἑσπερίδων ἀνὰ πρέμνον ἀκήρατον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ

ヘスペリデスたちの無垢なる木の上に黄金の林檎が燦然と輝く姿が作られていた。

σμερδαλέος δέδμητο δράκων· ταὶ δʼ ἄλλοθεν ἄλλαι

その木の周りには恐ろしい竜が打ち倒されて横たわり、

πτώσσουσαι θρασύν υἷα Διός μεγάλοιο φέβοντο.

乙女たちはあちこちへ身を縮めて大いなるゼウスの勇敢な息子を恐れて逃げ惑っていた。

260

ἐν δʼ ἄρʼ ἔην μέγα δεῖμα καὶ ἀθανάτοισιν ἰδέσθαιΚέρβερος, ὅν ῥʼ ἀκάμαντι Τυφωέϊ γείνατʼ Ἔχιδναἄντρῳ ὑπʼ ὀκρυόεντι μελαίνης ἀγχόθι νυκτὸς

また、不死の神々にとっても見るに恐ろしいケルベロスがいた。

ἀργαλέης· ὁ δʼ ἄρʼ ἦεν ἀεικέλιόν τι πέλωρονἀμφʼ ὀλοῇσι πύλῃσι πολυκλαύτου Ἀΐδαο

それは不屈のテューポーエウスのためにエキドナが暗く過酷な夜の近くの凍てつく洞窟の中で産み落としたものであった。それは陰惨な深淵のもとで死者の群れを遮る、

εἴργων νεκρὸν ὅμιλον ὑπʼ ἠερόεντι βερέθρῳ·

嘆き多き冥府の破滅的な門の傍らにある醜怪な怪物であった。

265

ῥεῖα δέ μιν Διός υἱὸς ὑπὸ πληγῇσι δαμάσσας

しかしゼウスの息子は打擲によって容易にこれをねじ伏せ、

ἦγε καρηβαρέοντα παρὰ Στυγὸς αἰπὰ ῥέεθρα,ἕλκων οὐκ ἐθέλοντα βίῃ πρὸς ἀήθεα χῶρον

頭を重く垂れさせた怪物をステュクスの険しい流れの傍らへと引き連れ、

θαρσαλέως. ἐτέτυκτο δʼ ἀπόπροθεν ἄγκεα μακρὰ

嫌がる怪物を慣れない地へと大胆にも力づくで引きずっていった。

Καυκάσου· ἀμφὶ δὲ δεσμὰ Προμηθέος ἄλλυδις ἄλλααὐτῇς σὺν πέτρῃσιν ἀναρρήξας ἀραρυίαις

遠くにはカウカソスの長大な谷間が形づくられていた。ヘラクレスはプロメーテウスの緊縛を岩盤ごと砕いてあちこちに引き裂き、

λῦε μέγαν Τιτῆνα· λυγρὸς δέ οἱ ἀγχόθι κεῖτο

大いなるティーターンを解放した。その近くには、

αἰετὸς ἀλγινόεντι δέμας βεβλημένος ἰῷ.

苦痛を与える矢に体を貫かれた無残な鷲が横たわっていた。

Κενταύρων δʼ ἐτέτυκτο πολυσθενέων μέγα κάρτος

また、

ἀμφὶ Φόλοιο μέλαθρον· ἔρις δʼ ὀρόθυνε καὶ οἶνος

ポロスのアジトの周りでは怪力無双のケンタウロスたちの強大な威勢が刻まれていた。争いと酒が、

275

ἀντίον Ἡρακλῆι τεράατα κεῖνα μάχεσθαι·

かの異形の者たちを駆り立ててヘラクレスに立ち向かわせた。

καὶ ῥʼ οἱ μὲν πεύκῃσι περὶ δμηθέντες ἔκειντο,τὰς ἔχον ἐν χείρεσσι μάχης ἄκος·3 οἱ δʼ ἔτι μακρῇς

ある者たちは戦いの防具として手にしていた松明の周りに打ち倒されて横たわり、

δηριόωντʼ ἐλάτῃσι μεμαότες, οὐδʼ ἀπέληγον

他の者たちはなお長いモミの木を手にして熱心に戦い、

ὑσμίνης· πάντων δὲ καρήατα δεύετο λύθρῳ

争いをやめようとはしなかった。苛烈な戦いの中で撃たれるすべての者たちの頭は、

280

θεινομένων ἀνὰ δῆριν ἀμείλιχον, ὡς ἐτεόν περ·

あたかも真実であるかのように血糊に濡れていた。

οἴνῳ δʼ αἷμα μέμικτο, συνηλοίητο δὲ πάντα

酒には血が混じり、

εἴδατα καὶ κρητῆρες ἐΰξεστοί τε τράπεζαι.

すべての食物と見事に磨かれた混合瓶と卓は粉々に打ち砕かれていた。

Νέσσον δʼ αὖθʼ ἑτέρωθι παρὰ ῥόον Εὐηνοῖο

さらに別の場所では、

κείνης ἐκπροφυγόντα μάχης ὑπεδάμνατʼ ὀϊστῷ

かの戦いから逃れ出たネッソスがエウエーノスの流れの傍らで、

285

ἀμφʼ ἐρατῆς ἀλόχοιο χολούμενος, ἐν δʼ ἐτέτυκτο

愛する妻をめぐって怒るヘラクレスの矢に屈服させられていた。

ὀβρίμου Ἀνταίοιο μέγα σθένος, ὅν ῥα καὶ αὐτὸν

また、剛勇のアンタイオスの強大な力も刻まれており、

ἀμφὶ παλαισμοσύνης ἄμοτον περιδηριόωντα

ヘラクレスは格闘において飽くことなく戦い挑む彼をも高く持ち上げ、

ὑψοῦ ἀειράμενος κρατερῇς συνέαξε χέρεσσι.

逞しい両手で打ち砕いた。

κεῖτο δʼ ἐπὶ προχοῇσιν ἐϋρρόου Ἑλλησπόντου

そして麗しきヘレースポントスの河口には、

290

ἀργαλέον μέγα κῆτος ἀμειλίκτοισιν ὀϊστοῖς

容赦なき矢で射抜かれた過酷なる巨大な海の怪物が横たわり、

βλήμενον· Ἡσιόνης δέ κακούς ἀπελύετο δεσμούς.

ヘラクレスはヘーシオネーの悲惨な枷を解き放っていた。

構文注3 件
  1. 6.217ἄμφω, ὁ μὲν τέμνεσκε καρήατα μαιμώωντα ... ὁ δὲ καῖε

    直前の箇所の末尾の分詞句 ἐπεὶ κρατερὰ φρονέοντε / ἄμφω に呼応した部分同格(schema Homericum)。全体を示す ἄμφω を受け、主語が ὁ μὲν(ヘラクレス)と ὁ δὲ(イオラオス)に分配されてそれぞれの行動が対比的に述べられている。

  2. 6.221ἀφριόων

    文法上の被修飾語は女性名詞 βίη であるが、意味上の指示対象である雄猪 συός(男性)に合わせて男性単数主格の分詞 ἀφριόων が置かれている(意味の一致、constructio ad sensum)。

  3. 6.277μάχης ἄκος

    関係節 τὰς ἔχον ἐν χείρεσσι の目的語(または先行詞 πεύκῃσι)に対する述語的同格句(「戦いの防禦・手立てとして」)。松明や松の枝を急場の武器として手挟んでいた様子を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg2046.tlg001.humanitext-grc2:6.217-6.291