- 底本
- Ps-Themistius, (Sophoniae) In Parva Naturalia Commentarium. Commentaria in Aristotelem Graeca V.6, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-44. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:36.22-38.15
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
ソポニアスは、睡眠中に思考などの判定機能が抑制されている度合いによって夢像が真実と誤認されるか否かが定まることを論じ、塩の溶解に伴って浮上する模型の蛙の比喩を用いて運動の継起を説明する。
εἰ δὲ ἡ ὄψις οὐκ ἀπατᾶται ἐν τούτοις ὡς τῆς ἁφῆς λογικωτέρα, πολλῷ μᾶλλον τὸ κυρίως κριτήριον, ἡ διάνοια,1 εἴπερ μὴ κατέχηται ὑπερβαλλούσῃ τῇ ἐπικαταφορᾷ τοῦ πνευματώδους ὑγροῦ. ὅλως γὰρ τὸ ἀφ’ ἑκάστης αἰσθήσεως ἱκνούμενον πρὸς τὴν ἀρχὴν συντίθεται ἡ ἀρχή, ἐὰν μὴ ἑτέρα κυριωτέρα ἀντιφῇ· ἁπλῶς γὰρ ὁποῖον ἂν διαπορθμεύσῃ ἡ ἁφὴ ἢ ὄψις ἢ ἄλλη τις τῶν αἰσθήσεων, τοιοῦτον αὐτὸ εἶναι λέγει ἡ πρώτη αἴσθησις· ὥστε καὶ τὸ ἓν ἂν ὡς δύο παρὰ τῆς ἁφῆς εἰσαγγελθῇ ἢ ὁ ἥλιος ποδιαῖος παρὰ τῆς ὁράσεως μὴ ὄντος τοῦ ἐπικρίνοντος, ὡς δύο τε τὸ ἓν φαντασθήσεται καὶ ὁ ἥλιος τοσοῦτος ὑποληφθήσεται. νυνὶ δὲ φαίνεται μὲν πάντως, δοκεῖ δ’ οὐ πάντως ἅπαν τὸ φαινόμενον, ἂν μὴ τὸ ἐπικρῖνον κατέχηται, ὡς πολλάκις εἴρηται, ἢ μὴ τὴν οἰκείαν κινῆται καὶ προσφυῆ κίνησιν. ὥσπερ δ’ εἴπομεν, ὅτι ἄλλοι δι’ ἄλλο πάθος εὐεξαπάτητοι, οὕτως ὁ καθεύδων διὰ τὸν ὕπνον καὶ τὸ κινεῖσθαι τὰ αἰσθητήρια καὶ τἆλλα τὰ συμβαίνοντα περὶ τὴν αἴσθησιν, ὥστε μικρὰν ἔχον ὁμοιότητα φαίνεται ἐκεῖνο. ὅταν γὰρ καθεύδῃ, κατιόντος τοῦ πνεύματος καὶ τοῦ αἵματος ἐπὶ τὴν ἀρχὴν συγκατέρχονται καὶ αἱ ἐνοῦσαι ὡς ἐν ὑποκειμένῳ κινήσεις καὶ τύποι τῶν αἰσθητῶν, αἱ μὲν δυνάμει αἱ δὲ ἐνεργείᾳ, εἴτουν αἱ μὲν μέλλουσι καὶ οὔπω, αἱ δὲ πάρεισι καὶ κινοῦσι τὴν αἰσθητικὴν ἀρχὴν εἰς ἀντίληψιν, ὡς συμβαίνειν ἐν τῇ κινήσει τῃδὶ τῇ πρώτως εἰσελθούσῃ τήνδ’ ἐπιπολάζειν τὴν μετ’ αὐτὴν ἐνεργήσουσαν, ταύτης φθαρείσης τὴν ἐφεξῆς εἰσιέναι. Καὶ πρὸς ἀλλήλας ἔχουσιν, ὥσπερ οἱ πεπλασμένοι βάτραχοι οἱ ἀνιόντες ἐν τῷ ὕδατι τηκομένου τοῦ ἁλός. εἰ γάρ τις βατράχους ξυλίνους ὑποθεῖτο πέντε τυχὸν τὸν ἀριθμὸν ἐν πίθῳ ἁλὸς ἐμβεβλημένους πεπληρωμένῳ καὶ συντεθειμένῳ ἄνωθεν κάτω καὶ κατὰ διαστήματα, ὡς τοὺς ἄκρους τὸν μὲν πρὸς τῷ χείλει κεῖσθαι, τὸν δὲ ἐν τῷ πυθμένι, καὶ τοὺς μέσους ἀναλόγως, κρυπτομένους δὲ πάντας, εἶτα τὸ ἅλας ἄνωθεν ἄρξηται τήκεσθαι, πρῶτος ἐπιπολάσει τῷ ὕδατι καὶ ἐνεργείᾳ αἰσθητὸς γενήσεται ὁ πάντων ἀνώτατος βάτραχος, εἶτα προϊούσης τῆς τήξεως ὁ μετ’ αὐτὸν καὶ μετ’ ἐκεῖνον ὁ ἕτερος, τελευταῖος δὲ πάντων τακέντος τοῦ ἅλατος ὁ ἔσχατος ἀναβήσεται. οὕτω καὶ αἱ κινήσεις ἐν τῷ ὕπνῳ καὶ τὰ τῶν αἰσθητῶν εἴδωλα αἱ μὲν πρώτως ἀπαντῶσαι πρώτως καὶ ἐνεργήσουσιν, αἱ δὲ δυνάμει οὖσαι καὶ μέλλουσαι ἀνιεμένου ποτὲ τοῦ κωλύοντος αἵματος καὶ λυομένου, ἔτι δὲ λεπτυνομένου καὶ καθαιρομένου τοῦ ὑπολειφθέντος ἀκριβέστερον ἐνεργήσουσιν· ὅθεν οἱ τελευταῖοι τῶν ὕπνων εὐθυονειρότεροι, καὶ καθαρώτερα τῇ ἀρχῇ τὰ ἐν τοῖς αἰσθητηρίοις τῶν αἰσθητῶν τότε προσπίπτουσιν ὁμοιώματα, ὡς ἤδη τοῦ ταράττοντος ἠρεμήσαντος. ἡ μὲν οὖν ἐν τοῖς ἐνυπνίοις τῶν φαντασμάτων μεταβολὴ τῇ ἐν τοῖς νέφεσιν ἔοικεν, ὡς καὶ πρότερον εἴρηται, ἃ παρεικάζουσιν ἀνθρώποις καὶ κενταύροις ταχέως μεταβάλλοντα. κοινῶς δὲ τῶν ἐν ὕπνῳ φαινομένων ἕκαστον ὑπόλειμμά ἐστιν, ὡς ἐν ἀρχαῖς ἐλέχθη, τοῦ ἐνεργείᾳ αἰσθήματος, καὶ ἀπελθόντος τοῦ ἀληθοῦς αἰσθητοῦ, ὅταν μὴ κατέχηται ὑπὸ τοῦ κατελθόντος αἵματος τὸ ἐπικρῖνον, ἀληθὲς εἰπεῖν ὑπνώττοντα,2 ὅτι τοῦτο οὐ Κορίσκος, ἀλλ’ οἷον Κορίσκος καὶ εἴδωλον, καὶ διὰ τούτου τὸν ἀληθινὸν διανοεῖται Κορίσκον· ὅταν δὲ παντελῶς κατέχηται, ὥστε τὸ ὅμοιον καὶ τὸ εἴδωλον δοκεῖν αὐτὸ εἶναι τὸ ἀληθές, οὐ κινεῖται ὑπὸ τῶν εἰδώλων ὡς αἰσθανόμενον καὶ τρόπον τινὰ ἐγρηγορός, ἀλλ’ ὡς ἀναίσθητον, καὶ τοσαύτη τοῦ ὕπνου ἡ δύναμις, ὥστε ποιεῖν τοῦτο λανθάνειν. ὥσπερ οὖν εἴ ποτε λανθάνοι ὑποβαλλόμενος ὁ δάκτυλος τῷ ὀφθαλμῷ,3 οὐ μόνον φανεῖται, ἀλλὰ καὶ δόξει δύο τὸ ἕν, ὅταν δὲ μὴ λανθάνῃ, φανεῖται μέν, οὐ δόξει δέ, οὕτω κἀν τοῖς ὕπνοις, ἂν μὲν αἰσθάνηται ὅτι καθεύδει καὶ πρὸς τούτῳ τοῦ ἐνυπνίου, φανεῖται μέν, λέγει δέ τι ἐν αὐτῷ ὅτι φαίνεται μὲν Κορίσκος τόδε τὸ φάντασμα, οὐκ ἔστι δέ (πολλάκις γάρ τις καθεύδων καὶ συναισθόμενος λέγει ἐν τῇ ψυχῇ ὅτι ἐνύπνιον τὸ φαινόμενον)· ἐὰν δὲ λανθάνῃ ὅτι καθεύδει, συνθήσεται καὶ οὐδὲν ἀντιφήσει τῇ φαντασίᾳ.
しかし、もし視覚が触覚よりも理性的であるとしてこれらのことにおいて欺かれないとすれば、本来的な判定基準である思考は、もし気息に富む流動体の過度な流入によって占拠されていないならば、なおさらのこと[欺かれない]。というのも全体として、より権威ある他の感覚が反論しない限り、感覚の根源は個々の感覚から到達するものに同意するからである。すなわち端的に、触覚や視覚や他の何らかの感覚が伝達するものがどのようなものであれ、第一の感覚はそれがそのようなものであると言うのである。したがって、もし判定するものが存在しないならば、触覚から一つが二つとして告げ知らされたり、視覚から太陽が差し渡し一フィートのものである[と告げ知らされたり]しても、一つが二つとして現れ、太陽はそのような大きさであると想定されるであろう。しかし実際には、すべて現れるものが必ず現れるとしても、しばしば言われてきたように、判定するものが占拠されているか、あるいは独自の適合した運動を行っていないのでない限り、[現れるものが]必ずしもすべて[現れる通りのものであると]思われるわけではない。そして私たちが、ある者たちはある情態のために容易に欺かれ、別の者たちは別の情態のために容易に欺かれると言ったように、眠っている者もまた、睡眠と、感覚器官が動かされていることと、感覚のまわりに生じる他の事柄のために[欺かれ]、その結果、わずかな類似性しか持たないものが、かのものとして現れるのである。 実際、人が眠っているとき、プネウマと血液が根源へと下って運ばれるにつれて、感覚対象の運動や刻印もまた基底的なものの中に存在するものとして共に下って運ばれる。それら[の刻印]はあるものは潜勢態として、あるものは現勢態として存在し、換言すれば、あるものは[発現しようと]待ち構えてまだ現れておらず、あるものは現前して感覚の根源を覚知へと動かしており、その結果、最初に侵入したこの運動において、その直後に現勢化するであろう別の運動が浮かび上がり、前者が滅びると次の運動が入ってくるということが生じるのである。 そしてそれら[の運動]は、塩が溶けるにつれて水中に浮かび上がってくる作り物の蛙たちのように相互に関係している。というのも、もし誰かが、塩で満たされ上から下へと間隔をおいて詰められた甕の中に、たとえば五つの木製の蛙が投げ入れられており、両端のもののうち一方は縁のそばに、もう一方は底に置かれ、中間のものたちも相応に置かれていて、すべて覆い隠されていると仮定し、次いで塩が上から溶け始めたとするなら、水の上に最初に浮かび上がり現勢的に知覚されるようになるのは、すべてのうちで最上位にある蛙であり、次いで融解が進むにつれてその次の蛙が、その蛙の次にはさらに別の蛙が[浮かび]、塩が溶け尽くすとすべてのうちで最後の蛙が浮かび上がってくるであろう。そのように睡眠における運動や感覚対象の似姿もまた、最初に遭遇するものが最初に現勢化するであろうし、他方、潜勢態として存在し[現勢化を]待っているものは、妨げとなっていた血液がいつか緩んで解かれ、さらに残された[血液]が希薄になって浄化されるにつれて、より正確に現勢化するであろう。それゆえ、睡眠の最後の時期のものはより正夢になりやすく、その時にはすでに撹乱していたものが静まっているため、感覚器官の中にある感覚対象の似姿は感覚の根源により明瞭な形で生じるのである。 それゆえ夢における幻影の変化は、前にも言われたように、急速に変化して人間やケンタウロスに似せられる雲における[変化]に似ている。そして一般に、睡眠において現れるものの各々は、初めに言われたように、現勢的な感覚像の残余であり、真の感覚対象が去った後、下って運ばれた血液によって判定するものが占拠されていないときには、眠っている者が「これはコリスコスではなく、コリスコスのようなもの、すなわち似姿である」と言うのは真実であり、これを通じて真のコリスコスを思惟するのである。他方、完全に占拠されて、似たものや似姿がその真実のものそのものであると思われるときには、感覚しある意味で覚醒しているものとして似姿によって動かされるのではなく、無感覚なものとして[動かされ]、睡眠の力はこれを気づかせないほど甚大なのである。 それゆえ、あたかも指が眼の下に当てられていることが気づかれない場合には、一つが二つとして現れるだけでなく思われもするが、気づかれているときには現れはするが思われはしないように、睡眠においても、自分が眠っていること、そしてこれに加えて夢[を見ているということ]を知覚している場合には、[似姿は]現れはするが、その人の中で何かが「この幻影はコリスコスと現れはするが、彼ではない」と言う(実際、しばしば眠っている者が同時に自覚して、魂の中で「現れているものは夢である」と言うのである)。しかし、もし眠っていることに気づかないならば、[その人は]同意し、表象に対して何ら反論しないであろう。
- 3.3εἰ δὲ ἡ ὄψις οὐκ ἀπατᾶται ἐν τούτοις ὡς τῆς ἁφῆς λογικωτέρα, πολλῷ μᾶλλον τὸ κυρίως κριτήριον, ἡ διάνοια
主節に動詞が省略された対比構文。「視覚が欺かれないとすれば(εἰ δὲ ἡ ὄψις οὐκ ἀπατᾶται)、本来の判定基準である思考はなおさら[欺かれない](πολλῷ μᾶλλον [οὐκ ἀπατᾶται])」と主節動詞を補って解釈する。続く εἴπερ 節はその成立条件を示す。
- 3.3ἀληθὲς εἰπεῖν ὑπνώττοντα
非人称形容詞構文(ἀληθές [ἐστι])に対格不定詞構文(ὑπνώττοντα εἰπεῖν)が接続したもの。「眠っている者が…と言うことが真である」と取る。不定詞の意味上の主語が対格 ὑπνώττοντα で示されている。
- 3.3ὥσπερ οὖν εἴ ποτε λανθάνοι ὑποβαλλόμενος ὁ δάκτυλος τῷ ὀφθαλμῷ
λανθάνω + 分詞構文(「知られずに/気づかれずに…する」)。主語 ὁ δάκτυλος に対し分詞 ὑποβαλλόμενος が一致し、「指が眼の下に当てられていることが気づかれないならば」の意を表す。
