- 底本
- Ps-Themistius, (Sophoniae) In Parva Naturalia Commentarium. Commentaria in Aristotelem Graeca V.6, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-44. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:38.16-39.32
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
第一感覚器官である心臓に感覚の刻印が残ることの証拠を半覚醒状態の経験から示し、外覚の不完全な覚知や夢の中の自覚的判断を排除して夢の定義を確立するとともに、一生夢を見ない人や老年になって初めて夢を見る人が生じる生理学的要因を蒸気の多寡から説明する。
Ὅτι δ’ ἀληθῆ λέγομεν καί εἰσι κινήσεις φανταστικαὶ καὶ τύποι καὶ εἴδωλα τῶν αἰσθητῶν ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, τῇ καρδίᾳ, καὶ μὴ παρόντων τῶν πραγμάτων καὶ ἠρεμουσῶν τῶν αἰσθήσεων, περὶ ἃ καὶ ἡ τῶν ἐνυπνίων πᾶσα δραματουργία συνίσταται, δῆλον ἐκεῖθεν. ὃ γὰρ ἐν τοῖς δευτέροις, πολλῷ μᾶλλον ἐν τῷ πρώτῳ, καὶ εἴ εἰσιν ἐν τοῖς ἄλλοις αἰσθητηρίοις εἴδωλα καὶ ἐγκαταλείμματα καὶ μὴ ἐνεργοῦσι, πολλῷ μᾶλλον ἐν τῇ καρδίᾳ, ἀφ’ ἧς καὶ τὸ εἶναι τούτοις καὶ ἐνεργεῖν. ὅτι δὲ εἰσι, φανερόν, ἐάν τις προσέχων πειρῷτο μνημονεύειν ἃ πάσχομεν ἐγειρόμενοι, ὅταν ἡ ἔγερσις γένηται πλησίον τῆς καταφορᾶς. ἐνίοτε γὰρ τὰ φαινόμενα εἴδωλα καθεύδοντι φωράσει ἐγειρόμενος κινήσεις οὔσας ἐν τοῖς αἰσθητηρίοις·1 ἂν γὰρ ὑπνώττων τις ὁρᾶν ἄρξηται ἐνύπνιον καὶ εὐθὺς ἐγερθῇ, ὁρᾷ εἴδωλα πρὸ ὀμμάτων· ἐνίοις γὰρ τῶν νεωτέρων καὶ πάμπαν ἀκριβῶς διαβλέπουσιν, ἐὰν ᾖ σκότος, φαίνεται εἴδωλα πολλὰ κινούμενα, ὥστ’ ἐγκαλύπτεσθαι πολλάκις φοβουμένους. ταῦτα δὲ ἦν αἱ ἐν τοῖς ὀφθαλμοῖς ἀπὸ τῶν αἰσθητῶν κινήσεις. ἐκ δὴ τούτων ἁπάντων συλλογίσασθαι δεῖ, ὅτι ἔστι τὸ ἐνύπνιον φάντασμα ἐν ὕπνῳ κατεχομένου τοῦ κυρίου καὶ ἐπικρίνοντος. ὥστε οὔτε τὰ εἰρημένα εἴδωλα καὶ φαντάσματά εἰσιν ἐνύπνια οὔθ’ ὅτι ἄλλο λελυμένων καὶ ἐνεργουσῶν τῶν αἰσθήσεων φαίνεται, οὔτε τὸ ἐν ὕπνῳ φάντασμα ἅπαν, εἰ μὴ συγκατέχοιτο ἡ διάνοια μὴ ἐπικρίνουσα τὸ ὁρώμενον. καὶ ὃ δὲ συμβαίνει ἐνίοις αἰσθάνεσθαί πῃ καὶ ψόφων καὶ χυμῶν καὶ φωτὸς καὶ ἁφῆς,2 ἀσθενικῶς μέντοι καὶ οἷον πόρρωθεν, οὐκ ἔστιν ἐνύπνιον· οἱ γὰρ ὑπνώττοντες καὶ μεταξὺ ὄντες τοῦ τε ἁπλῶς ἐγρηγορότος καὶ τοῦ καθεύδοντος, ἐάν τις ψοφῇ ἢ φῶς κρατῶν διέρχηται, αἰσθάνονται καὶ τοῦ φωτὸς καὶ τῶν ψόφων, δοκοῦσι δὲ ἐν ὀνείρῳ τούτων αἰσθάνεσθαι, ὥστε καὶ πολλοὶ ἐγερθέντες λέγουσι πρὸς αὑτούς· σὺ ψοφεῖς ἢ σὺ τὸ φῶς κατέχεις· μὰ τὸν ἥλιον, ἐδόκουν ὄναρ ταῦτα ὁρᾶν, τάχα δὲ οὐκ ὄναρ ἦν, ἀλλ’ ἀληθῆ. ὡς γὰρ ἔχει ὁ ἁπλῶς ἐγρηγορὼς πρὸς τὸν πῇ ἐγρηγορότα, οὕτως καὶ ἡ ἁπλῶς αἴσθησις πρὸς τὴν πῇ αἴσθησιν. οὗτοι γοῦν πολλάκις καθεύδοντες καὶ μὴ ἔχοντες ἐγκεκλεισμένα τὰ βλέφαρα ἀλλ’ ἠρέμα καὶ ὀλίγον ἠνεῳγμένα καὶ ὁρῶντες τὸ τοῦ παρακειμένου λύχνου φῶς καὶ ὄναρ οἰόμενοι διεγερθέντες εὐθὺς ἐγνώρισαν τὸ τοῦ λύχνου ὄν, καὶ ἀλεκτρυόνων καὶ κυνῶν φωνὴν ἠρέμα ἀκούοντες καὶ νομίζοντες ἐνύπνια εἶναι ἐγερθέντες σαφῶς ἐγνώρισαν μὴ ταῦτα εἶναι. ἔνιοι δὲ καὶ ἀποκρίνονται ἐρωτώμενοι πολλάκις, οὐ μνημονεύουσι δὲ ἐγερθέντες ὡς ἀπεκρίθησαν. καὶ δῆλον ὡς οὔτε ἁπλῶς ἐγρηγορότες ἦσαν (ἦ γὰρ ἂν ἐμνημόνευον) οὔτε καθάπαξ ἐκάθευδον· οὐ γὰρ ἂν ἀπεκρίθησαν. τῶν οὖν εἰρημένων οὐδὲν ἐνύπνιον φατέον, οὐδ’ ὅσαι δὴ ἐν τῷ ὕπνῳ γίνονται ἀληθεῖς ἔννοιαι παρὰ τὰ φαντάσματα (λέγω δὴ τὰς κρίσεις, αἷς συναισθόμεθα ὀνειρώττοντες ὅτι ὀνειρώττομεν), ἀλλὰ τὸ φάντασμα τὸ ἀπὸ τῆς κινήσεως τῶν αἰσθημάτων, ὅταν ἐν τῷ καθεύδειν καὶ ᾗ καθεύδει,3 τοῦτ’ ἐστὶν ἐνύπνιον. ἤδη δέ τισι συμβέβηκε μηδὲν ἐνύπνιον ἑωρακέναι κατὰ τὸν βίον, τοῖς δὲ πόρρω προελθούσης τῆς ἡλικίας ἰδεῖν πρότερον μὴ ἑωρακόσι. τὸ δ’ αἴτιον τοῦ μὴ γίνεσθαι πρότερον παραπλήσιον φαίνεται τῷ ἐπὶ τῶν παίδων καὶ μετὰ τὴν τροφήν· ὅσοις γὰρ συνέστηκεν ἡ φύσις, ὥστε πολλὴν ἀναθυμίασιν πρὸς τὸν ἄνω τόπον ἀναφέρεσθαι, ἣ καταφερομένη ποιεῖ πλῆθος κινήσεως, τούτοις εὐλόγως οὐδὲν φαίνεται φάντασμα, προϊούσης δὲ τῆς ἡλικίας οὐδὲν ἄτοπον τὸ φανῆναι ἐνύπνιον· μεταβολῆς γάρ τινος γινομένης ἢ καθ’ ἡλικίαν ἢ πάθος ἀναγκαῖον συμβῆναι τὴν ἐναντίωσιν ταύτην.
そして、私たちが真実を述べており、事物が現前せず諸感覚が静止している時にも、第一の感覚器官である心臓の中に感覚対象の表象的運動や刻印や似姿が存在し、夢の劇作の全体もそれらのまわりに成り立っているということは、次のことから明らかである。というのも、第二のものたち[末梢器官]に存するものは、第一のもの[心臓]の中にはなおさらのこと存するのであり、もし他の感覚器官が現勢化していない時にもその中に似姿や残余が存在するならば、それらが存在することや現勢化することの由来である心臓の中には、なおさらのこと存するからである。そしてそれらが存在することは、人が注意を払って、覚醒が睡眠への沈降の直後に生じる際に私たちが目覚めつつ経験することを想起しようと試みるならば、明白である。実際、眠っている者に現れる似姿を、人は目覚めつつある時に感覚器官の中に現に存する運動であると捉えることがあるからである。というのも、眠りかけている人が夢を見始めて直ちに目を覚ますと、眼前に似姿を見るからである。実際、若年者たちの中には、極めて正確にものを見る者であっても、暗闇であるならば、動いている多くの似姿が現れ、その結果、恐怖を抱いてしばしば覆いをかぶる者たちがいる。そしてこれらは、感覚対象から生じて眼の中に存する運動であったのである。まさにこれらすべてから、夢とは、主導的であり判定するものが睡眠において占拠されている際の幻影である、と推論しなければならない。したがって、前述の似姿や幻影は夢ではないし、諸感覚が解かれて現勢化している時に現れる他のいかなるものも[夢ではないし]、思考が共に占拠されて見られているものを判定しないのでない限り、睡眠における幻影のすべてが[夢である]わけでもない。そして、ある人たちに生じる、物音や味や光や触覚をもどうにかして、ただし微弱に、いわば遠くから知覚するということもまた、夢ではない。というのも、まどろみ、単に覚醒している者と眠っている者との中間にいる者たちは、誰かが物音を立てたり光を持って通り過ぎたりすると、光をも物音をも知覚するが、これらについて夢の中で知覚していると思い、その結果、多くの者は目覚めてから自分自身に向かって「お前が物音を立てているのか、あるいは光を持っているのか。太陽にかけて誓うが、私はこれらを夢に見ていると思っていたが、ことによると夢ではなく真実であったのだ」と言うのである。というのも、単に覚醒している者がどうにか覚醒している者に対して有する関係を、単なる感覚もまたどうにか生じている感覚に対して有するからである。現に彼らはしばしば、眠っていながら瞼を閉じておらず、静かにわずかに開いており、傍らに置かれたランプの光を見て夢と思っているが、完全に目覚めると直ちにそれがランプのものであると認識し、また鶏や犬の声をかすかに聞いて夢であると思っているが、目覚めるとこれらが[夢]ではないと明確に認識するのである。またある人たちは、しばしば問いかけられて返答するが、目覚めたときには自分が返答したことを覚えていない。そして彼らが単に覚醒していたのではないこと(そうであったなら覚えていただろうから)、また完全に眠っていたのでもないこと(そうであったなら返答しなかっただろうから)は明らかである。したがって、前述の事柄はいずれも夢と呼んではならず、また幻影とは別に睡眠中に生じるいかなる真なる思惟も(すなわち、私たちが夢見ながら夢を見ていると同時に自覚する判定のことを私は言っているのだが)夢と呼んではならず、感覚像の運動から生じる幻影が、眠っていることの中にあって、かつ眠っている限りにおいて生じる時、これこそが夢なのである。他方、ある人々には人生において一度も夢を見たことがないということが、また別の人々には年齢がかなり進んでから、以前には見たことがなかったのに見るようになったということが、すでに生じている。そして以前に生じなかった原因は、小児たちにおけることや食事の後のことと類似していると思われる。というのも、上方の場所へと多くの立ち上りが立ち昇り、それが下降する際に多くの運動を引き起こすように生まれつき成り立っている者たちには、幻影が何一つ現れないのももっともであり、年齢が進むにつれて夢が現れるようになることは何ら奇妙ではないからである。実際、年齢や情態に応じて何らかの変化が生じるにつれて、この逆の事態が生じることは必然的だからである。
- 3.3ἐνίοτε γὰρ τὰ φαινόμενα εἴδωλα καθεύδοντι φωράσει ἐγειρόμενος κινήσεις οὔσας ἐν τοῖς αἰσθητηρίοις
動詞 φωράσει(「捉える、露見させる」)は分詞補文(対格+分詞 κινήσεις οὔσας)を従えており、「眠っている者に現れる似姿(τὰ φαινόμενα εἴδωλα καθεύδοντι)が、感覚器官の中に存する運動である(κινήσεις οὔσας)と捉える」という認知の成立を表す。主語は主格分詞 ἐγειρόμενος(「目覚めつつある者」)。
- 3.3καὶ ὃ δὲ συμβαίνει ἐνίοις αἰσθάνεσθαί πῃ καὶ ψόφων καὶ χυμῶν καὶ φωτὸς καὶ ἁφῆς
関係代名詞 ὃ は後続する不定詞 αἰσθάνεσθαι(「知覚すること」)によって同格的・説明的に展開される事象を先行詞なしで導く名詞節(主語節)であり、主節の述語 οὐκ ἔστιν ἐνύπνιον の主語となっている。
- 3.3ὅταν ἐν τῷ καθεύδειν καὶ ᾗ καθεύδει
接続詞 ὅταν に導かれる時節において、前置詞句 ἐν τῷ καθεύδειν(「眠っている状態において」)に並列された ᾗ καθεύδει は関係副詞 ᾗ による制限を表す節であり、「眠っている限りにおいて、睡眠者である限りの側面において」という限定・様態の機能を担う。
