- 底本
- Ps-Themistius, (Sophoniae) In Parva Naturalia Commentarium. Commentaria in Aristotelem Graeca V.6, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-44. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:35.10-36.22
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
ソフォニアスはアリストテレスに基づき、睡眠中にも感覚の残余運動が心臓へ運ばれて夢を生じさせる機構を、河川の渦や液体の揺れ、雲の変形に比して論じている。
Ἐκ δὴ τούτων φανερόν, ὅτι οὐ μόνον ἐγρηγορότων αἱ κινήσεις εἰσὶν αἱ ἀπὸ τῶν αἰσθήσεων γινόμεναι τῶν θύραθεν καὶ τῶν ἐκ τοῦ σώματος ὑπαρχουσῶν, ἀλλὰ καὶ ὅταν γένηται τὸ πάθος τοῦτο ὃ καλεῖται ὕπνος, καὶ μᾶλλον τότε φαίνονται. μεθ’ ἡμέραν γὰρ ἐκκρούονται ἐνεργουσῶν τῶν αἰσθήσεων καὶ τῆς διανοίας καὶ ἀφανίζονται ὥσπερ παρὰ πολὺ πῦρ ἔλασσον1 καὶ λῦπαι καὶ ἡδοναὶ μικραὶ παρὰ μεγάλας, παυσαμένων δὲ ἐπιπολάζει καὶ τὰ μικρά· νύκτωρ δὲ δι’ ἀργίαν τῶν κατὰ μόριον αἰσθήσεων καὶ ἀδυναμίαν τοῦ ἐνεργεῖν διὰ τὸ ἐκ τῶν ἔξω εἰς τὸ ἐντὸς γίνεσθαι τὴν τοῦ θερμοῦ παλίρροιαν ἐπὶ τὴν ἀρχὴν τῆς αἰσθήσεως καταφέρονται, τὴν καρδίαν, καὶ γίνονται φανεραὶ καθισταμένης τῆς ταραχῆς. δεῖ δὲ ὑπολαβεῖν ἐπὶ τούτων ὅπερ καὶ ἐπὶ τῶν ῥευμάτων· ὥσπερ γὰρ ἐκεῖ τὰς μικρὰς δίνας τὰς ἐν τοῖς ποταμοῖς φερομένας πολλάκις μὲν ὁμοίας εἶναι, πολλάκις δὲ διαλυομένας εἰς ἄλλα συμβαίνει σχήματα διὰ τὴν ἀντίκρουσιν, οὕτω κἀνταῦθα τὴν κίνησιν ἑκάστην γίνεσθαι, λέγω δὲ κίνησιν τὴν εἰδωλικὴν ἐν τῇ καρδίᾳ ἐπιφορὰν τοῦ ἐγκαταλείμματος, καθ’ ἣν ἡ ἐν ἐκείνῃ αἰσθητικὴ ψυχὴ διεγείρεται. καὶ καθάπερ ἐκεῖ ἡ ἀφ’ ἑτέρου εἰς ἕτερον σχῆμα μεταβολὴ οὐκ ἄμεσος, οὕτω καὶ ἡ ἑκάστου εἰδώλου κίνησις ὄντος ἐν ὑποκειμένῳ τῷ πνεύματι ἢ τῷ αἵματι ἢ τῇ καρδίᾳ, ὅταν μὴ αὐτὴ μείνῃ ἀλλ’ ἀντικρουσθῇ, διὰ πολλῶν τῶν μεταξὺ φθάνει πρὸς τὸ ἔσχατον. ἀναγκαῖον οὖν τὴν πρώτην αἴσθησιν μὴ ὑπὸ μόνων τοῦ τε ἐξ οὗ καὶ εἰς ὃ κινεῖσθαι, ἀλλὰ καὶ ὑπὸ τῶν μεταξύ. ὡς γὰρ τόδε τὸ νέφος εἰ ἐοικός ἐστι λέοντι, εἶτα μεταβαλὸν διά τινων μεταξὺ εἰς ἀνθρώπου ἦλθεν ὁμοίωμα, οὐ μόνον τὸ τοῦ λέοντος καὶ ἀνθρώπου εἶδεν ἡ ψυχὴ σχῆμα ἀλλὰ καὶ τὰ μεταξύ, εἴτε ἡδέα ἦσαν αὐτῇ καὶ κεχαρισμένα εἴτε ἄλλως λυπηρὰ καὶ οὐκ εὔθυμα, οὕτω καὶ ἡ πρώτη αἴσθησις οὐ μόνον τῶν ἄκρων ἐν τοῖς ὕπνοις αἰσθάνεται, ἀλλὰ καὶ τῶν μεταξύ. ταῦτα δὲ ἢ τερατώδη πάντως ἢ προσηνῆ καὶ κατὰ φύσιν. διὸ καὶ μετὰ τὴν τροφὴν καὶ πάνυ νέοις οὖσιν, οἷον τοῖς παιδίοις, οὐ γίνεται ἐνύπνια· πολλὴ γὰρ ἡ κίνησις διὰ τὴν ἀπὸ τῆς τροφῆς θερμότητα. ὥστε καθάπερ ἐν ὑγρῷ, ἐὰν σφόδρα κινῇ τις, ὁτὲ μὲν οὐθὲν φαίνεται εἴδωλον, ὁτὲ δὲ φαίνεται μὲν διεστραμμένον δὲ πάμπαν, ὥστε φαίνεσθαι ἀλλοῖον ἢ οἷον ἦν, [τοῦ] ἠρεμήσαντος δὲ καθαρὰ καὶ φανερά,2 οὕτω καὶ ἐν τῷ καθεύδειν τὰ φάσματα καὶ αἱ ὑπόλοιποι κινήσεις αἱ συμβαίνουσαι ἀπὸ τῶν αἰσθήσεων ὁτὲ μὲν ὑπὸ μείζονος οὔσης τῆς εἰρημένης κινήσεως ἀφανίζονται πάμπαν, ὁτὲ δὲ τεταραγμέναι φαίνονται αἱ ὄψεις καὶ τερατώδεις καὶ χείρονα τὰ ἐνύπνια, οἷον τοῖς μελαγχολικοῖς καὶ πυρέσσουσι καὶ οἰνωμένοις· πάντα γὰρ τὰ τοιαῦτα πάθη πνευματώδη ὄντα πολλὴν ποιεῖται τὴν κίνησιν καὶ ταραχήν. καθισταμένου δὲ καὶ διακρινομένου τοῦ αἵματος ἐν τοῖς ἐναίμοις σῳζομένη τῶν αἰσθημάτων ἡ κίνησις ἀφ’ ἑκάστης τῶν αἰσθήσεων ἐρρωμένα τε ποιεῖ τὰ ἐνύπνια καὶ φαίνεσθαί τε καὶ δοκεῖν.3 δοκεῖ μὲν γὰρ τὰ ἀπὸ τῆς ὄψεως καταφερόμενα ὁρᾶν καὶ τὰ ἀπὸ τῆς ἀκοῆς ἀκούειν, ὁμοιοτρόπως δὲ καὶ ἀπὸ τῶν ἄλλων αἰσθητηρίων· τῷ γὰρ ἐκεῖθεν ἀφικνεῖσθαι τὴν κίνησιν πρὸς τὴν ἀρχὴν καὶ ἐγρηγόρως δοκεῖ ὁρᾶν καὶ ἀκούειν καὶ ὅλως αἰσθάνεσθαι. εἰ γὰρ ἡ ὄψις μὴ ἀπατηθείη ἐν τῇ τῶν δακτύλων ἐπαλλάξει ἐπίσης τῇ ἁφῇ, οὐδ’ ἐν τοῖς ὕπνοις ἀπατηθήσεται ἡ αἰσθητικὴ ψυχή, ἀλλ’ ἡ μὲν ἁπτικὴ δύναμις τὸ ἓν δύο λέγει, ἡ δὲ ὁρατικὴ ἐγρηγόρως ἀντέχεται καὶ ἀντιφάσκει, ὡς τὰ δοκοῦντα δύο οὔκ εἰσι δύο, ἀλλ’ ἕν.
これらのことから実に明らかなように、外からの、また身体に由来する感覚から生じる運動は、起きている人たちにのみ存在するのではなく、睡眠と呼ばれるこの情態が生じたときにも存在し、そのときにむしろ現れるのである。実際、昼間には諸感覚と思考が活動しているために[それらの運動は]締め出されて消し去られる。ちょうど大きな火の傍らで小さな火が、大きな苦痛や快楽の傍らで小さな[苦痛や快楽]が[消し去られる]ように。しかし活動が止むと、小さなものも表面に浮かび上がる。他方、夜には部分的な諸感覚の休止と、熱が外部から内部へと逆流することによる活動不能のために、[運動は]感覚の根源である心臓へと運ばれ、撹乱が鎮まるにつれて明白になる。そしてこれらのことについては、水流において生じるのとまさに同じように想定せねばならない。実際、あちらで河川の中を運ばれる小さな渦が、しばしば同じ形でありながら、しばしば反発によって他の形状へと解体することが起きるように、ここでも個々の運動がそのように生じるのである。そして運動と私が言うのは、心臓における残余の像としての到来であり、それに従って心臓の中の感覚的魂が目覚めさせられるのである。そしてあちらで一つの形状から他の形状への変化が無媒介ではないように、プネウマや血液や心臓という基底的なものの中にある個々の像の運動もまた、それ自体として留まらずに反発を受けたときには、多くの中間的なものを経て終極へと至る。したがって第一の感覚が、出発点と到達点によってのみ動かされるのではなく、中間的なものによっても動かされることが必然的である。ちょうどこの雲がもしライオンに似ており、次いでいくつかの中間的なものを経て変化して人間の似姿に至った場合、魂はライオンと人間の形態を見ただけでなく、中間的なものをも(それらが魂にとって心地よく快いものであったにせよ、あるいは逆に苦痛で不快なものであったにせよ)見たように、そのように第一の感覚もまた、睡眠の中にあって両端のものだけを感じ取るのではなく、中間的なものをも感じ取るのである。そしてこれらは全体として怪異なものであるか、あるいは心地よく自然に適ったものである。それゆえ食事の後や、極めて幼い者たち、たとえば幼児たちには夢が生じない。食物からの熱によって運動が甚大だからである。したがって液体において、人が激しく動かすなら、時にはいかなる像も見えず、時には見えるとしても完全に歪んでいて、本来のありようとは異なって見えるが、[液体が]静まったときには[像は]清澄で明白になるように、そのように眠りにおいても、幻影や、諸感覚に由来して生じる残余の運動は、時には述べられた運動がより大きいことによって完全に消し去られ、時には現れる姿が混乱して怪異になり夢が悪化する、たとえば憂鬱質の人々、熱病の人々、酒に酔った人々においてそうである。なぜなら、このようなすべての情態は気息に富むものであり、多くの運動と撹乱を引き起こすからである。他方、有血動物において血液が鎮まり分離されると、個々の感覚からの感覚像の運動が保存されて、夢を活力あるものにし、[像が]現れ、また[そうであると]思われるようにする。実際、視覚から下って運ばれるものを「見ている」と思われ、聴覚からのものを「聞いている」と思われ、他の感覚器官からのものについても同様である。というのも、そこから根源へと運動が到達することによって、起きているときにも、見ている、聞いている、そして全体として感覚していると思われるからである。実際、もし指の交差において視覚が触覚と同様には欺かれないとすれば、睡眠においても感覚的魂は欺かれないであろうが、[現実には]触覚能力は一つのものを二つであると言い、他方、視覚能力は起きているときには踏みとどまって、二つと思われるものは二つではなく一つであると矛盾を指摘するのである。
- 3.3ὥσπερ παρὰ πολὺ πῦρ ἔλασσον
前置詞 παρά は対格を伴って比較・対比(「〜と引き比べられて」「〜の傍らで」)を表す。文脈上、先行する動詞 ἀφανίζονται が ἔλασσον(ἔλασσον πῦρ)および後続の λῦπαι καὶ ἡδοναὶ μικραί の述語として単数形・複数形にそれぞれ補われて解釈される。
- 3.3[τοῦ] ἠρεμήσαντος δὲ καθαρὰ καὶ φανερά
[τοῦ] ἠρεμήσαντος は先行する ὑγρῷ を意味上の主語とする属格絶対構文。後続の καθαρὰ καὶ φανερά の前には主語として εἴδωλα(または τὰ φάσματα)、述語として φαίνεται(あるいは ἐστίν)の省略を補って「液体が静まると[像は]清澄かつ明白になる」と解する。
- 3.3ἐρρωμένα τε ποιεῖ τὰ ἐνύπνια καὶ φαίνεσθαί τε καὶ δοκεῖν
動詞 ποιεῖ は τὰ ἐνύπνια を直接目的語、ἐρρωμένα をその述語補語にとる二重対格をとると同時に、καὶ φαίνεσθαί τε καὶ δοκεῖν において不定詞構文(使役:〜が現れ、また思われるようにする)をも重層的に統括している。
