- 底本
- Ps-Themistius, (Sophoniae) In Parva Naturalia Commentarium. Commentaria in Aristotelem Graeca V.6, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-44. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg041.humanitext-grc1:33.15-35.9
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
ソフォニアスは、鏡の表面の汚れや油・ワインの匂い吸収の例を通じて感覚器官の受動と能動の機構を論じ、さらに情態(恐怖・欲望・熱病)や統括的知性と感覚の不一致、感覚器官自体の運動によって感覚的錯覚が生じる機序を解明している。
διὸ γινομένων τῶν καταμηνίων διὰ ταραχὴν καὶ φλεγμασίαν αἱματικὴν τοῖς μὲν ἄρρεσιν ἡ ἐν τοῖς σώμασι διαφορὰ ἄδηλος (ἀτενίζοντες γὰρ ἐν τῇ προέσει τοῦ σπέρματος τῷ κατόπτρῳ οὐχὶ συγκινοῦμεν αὐτό), ἔνεστι δέ (ἡ γὰρ αὐτὴ φύσις σπέρματος καὶ καταμηνίων), ἀλλὰ διὰ τὸ εἶναι λευκὸν καὶ ὅμοιον τῷ κατόπτρῳ οὐχὶ μεταβάλλει συγκινούμενον αὐτό· ὁ μέντοι ἀὴρ κινεῖται ὑπὸ τῶν καταμηνίων καὶ τὸν ἐπὶ τῶν κατόπτρων ἀέρα συνεχῆ ὄντα ποιόν τινα ποιεῖ καὶ τοιοῦτον οἷον αὐτὸς πάσχει, ὁ δὲ τοῦ κατόπτρου τὴν ἐπιφάνειαν. ὥσπερ δὲ τῶν ἱματίων τὰ μάλιστα καθαρὰ τάχιστα κηλιδοῦται (τὸ γὰρ καθαρὸν ἀκριβῶς δηλοῖ ὅ τι ἂν δέξηται, καὶ μάλιστα τὰς ἐλαχίστας κινήσεις), οὕτω καὶ ἐπὶ τούτων. ὁ δὲ χαλκὸς διὰ μὲν τὸ λεῖος εἶναι αἰσθητὰς τὰς ἐν αὑτῷ κηλῖδας ἡμῖν ἐμποιεῖ, διὰ δὲ τὸ καθαρὸν ἐκδήλους. δεῖ δὲ νοῆσαι οἷον τρῖψιν οὖσαν τὴν τοῦ ἀέρος ἁφὴν καὶ ὥσπερ ἔκμαξιν καὶ ἀνάπλυσιν. ὡς γοῦν ἐν τοῖς λείοις σώμασι μάλιστα γίνεται ὁ ψόφος διὰ τὸ μὴ θραύεσθαι ἐν αὐτοῖς τὸν ἀέρα μηδ’ ὅλως εἰς λεπτὰ κατακερματίζεσθαι, οὕτω καὶ ἐν τοῖς λείοις κατόπτροις αἱ κηλῖδες διάδηλοι γίνονται διὰ τὸ μένειν οἱονεὶ μία διὰ τὴν τοῦ κατόπτρου λειότητα. τοῦ δὲ μὴ ἀπιέναι τάχιον ἐκ τῶν καινῶν κατόπτρων αἴτιον τὸ καθαρὸν εἶναι καὶ λεῖον· διαδύεται γὰρ διὰ τῶν τοιούτων καὶ εἰς βάθος καὶ πάντῃ, διὰ μὲν τὸ καθαρὸν εἰς βάθος, διὰ δὲ τὸ λεῖον πάντῃ. ἐν δὲ τοῖς παλαιοῖς οὐκ ἐμμένει, ὅτι οὐχ ὁμοίως εἰσδύεται ἡ κηλίς, ἀλλ’ ἐπιπολαιότερον. ὅτι μὲν οὖν καὶ ὑπὸ τῶν μικρῶν διαφορῶν γίνεται κίνησις, καὶ ὅτι ταχεῖα ἡ αἴσθησις, ἔτι δὲ καὶ ὅτι οὐ μόνον πάσχει ἀλλὰ καὶ ἀντιποιεῖ τὸ τῶν χρωμάτων αἰσθητήριον, φανερὸν ἐκ τούτων. μαρτυρεῖ δὲ τοῖς εἰρημένοις καὶ τὰ περὶ τοὺς οἴνους καὶ τὴν μυρεψίαν συμβαίνοντα. τό τε γὰρ παρασκευασθὲν ἔλαιον ταχέως λαμβάνει τὰς τῶν πλησίον ὀσμάς, καὶ οἱ οἶνοι τὸ αὐτὸ τοῦτο πάσχουσιν· οὐ γὰρ μόνον τῶν ἐμβαλλομένων ἢ ὑποκιρναμένων, ἀλλὰ καὶ τῶν πλησίον τοῖς ἀγγείοις τιθεμένων ἢ πεφυκότων ἀναλαμβάνουσι τὰς ὀσμάς. Πρὸς δὲ τὴν ἐξ ἀρχῆς σκέψιν ὑποκείσθω ἓν μὲν ὅπερ ἐκ τῶν εἰρημένων φανερόν, ὅτι καὶ ἀπελθόντος τοῦ θύραθεν αἰσθητοῦ ἐμμένει τὰ αἰσθήματα αἰσθητὰ ὄντα, πρὸς δὲ τούτοις ὅτι ῥᾳδίως ἀπατώμεθα περὶ τὰς αἰσθήσεις ἐν τοῖς πάθεσιν ὄντες, ἄλλοι δὲ ἐν ἄλλοις, οἷον ὁ δειλὸς ἐν φόβῳ, ὁ δὲ ἐρωτικὸς ἐν ἔρωτι, ὥστε δοκεῖν ἀπὸ μικρᾶς ὁμοιότητος τὸν μὲν τοὺς πολεμίους ὁρᾶν, τὸν δὲ τὸν ἐρώμενον· καὶ ταῦτα ὅσον ἂν ἐμπαθέστερος ᾖ, τοσοῦτον ἀπ’ ἐλάσσονος ὁμοιότητος. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐν ὀργαῖς καὶ πάσαις ἐπιθυμίαις εὐαπάτητοι γίνονται πάντες, καὶ μᾶλλον ὅσῳ ἂν μᾶλλον ἐν τοῖς πάθεσιν ὦσι. διὸ καὶ τοῖς πυρέττουσιν ἐνίοτε φαίνεται ζῷα ἐν τοῖς τοίχοις ἀπὸ μικρᾶς ὁμοιότητος τῶν γραμμῶν συντιθεμένων, καὶ ταῦτ’ ἐνίοτε συνεπιτείνει τοῖς πάθεσιν οὕτω,1 ὥστε, ἂν μὴ σφόδρα κάμνωσι, μὴ λανθάνειν ὅτι ψεῦδος, ἐὰν δὲ μεῖζον ᾖ τὸ πάθος, καὶ κινεῖσθαι πρὸς αὐτά. αἴτιον δὲ τοῦ συμβαίνειν ταῦτα τὸ μὴ κατὰ τὴν αὐτὴν δύναμιν· κρίνειν τό τε κύριον, ὅ ἐστιν ἡ διάνοια, καὶ ᾧ τὰ φαντάσματα γίνονται, ὃ δήπου προσαγορεύομεν αἴσθησιν.2 τούτου δὲ σημεῖον ὅτι φαίνεται μὲν ὁ ἥλιος τῇ αἰσθήσει ποδιαῖος, ὁ δὲ νοῦς ἀντιφάσκει ἔνδον μὴ τοσοῦτον εἶναι ὅσος φαίνεται. εἰ δὲ ἀπὸ τῆς αὐτῆς δυνάμεως ἔκριναν, τοσοῦτος ἂν ἐδοξάζετο ὅσος καὶ ὁρᾶται. ἔν τισι δὲ νόσοις οὐδὲν κωλύει τῆς αἰσθήσεως παρατραπείσης συννοσεῖν καὶ τὸν νοῦν καὶ ταὐτοδοξεῖν περὶ τὰ φαινόμενα, ὥσπερ ἔνιοι τῶν ἐκστατικῶν κινουμένας τὰς γραμμὰς καὶ ζῷα οἰόμενοι· καὶ τί δεῖ ἐπὶ νοῦ καὶ αἰσθήσεως τὴν κατὰ τὴν κρίσιν διαφορὰν ἐπιζητεῖν, ὅπου γε καὶ ἐπ’ αὐτῶν τῶν αἰσθήσεων οὐχ εἷς ὁ λόγος,3 ἀλλὰ τῶν κυριωτέρων καὶ αἱ δυνάμεις ἀκριβέστεραι οἷον ἐπὶ ἁφῆς καὶ ὄψεως; ἐν γὰρ τῇ ἐπαλλάξει τῶν δακτύλων τῇ μὲν ἁφῇ τὸ ἓν δύο φαίνεται, τῇ δὲ ὄψει οὔ· κυριωτέρα γὰρ τῆς ἁφῆς ἡ ὄψις. εἰ δ’ ἦν ἡ ἁφὴ μόνη ἢ τὴν κρίσιν ἄμφω εἶχον μίαν, κἂν ἐκρίνομεν τὸ ἓν δύο. τοῦ δὲ διαψεύδεσθαι αἴτιον, ὅτι οὐ μόνον τοῦ αἰσθητοῦ κινουμένου φαίνεται ἁδήποτε, ἀλλὰ καὶ τῆς αἰσθήσεως κινουμένης αὐτῆς, ἐὰν ὡσαύτως κινῆται, ὥσπερ ὑπὸ τοῦ αἰσθητοῦ· λέγω δ’ οἷον ἡ γῆ δοκεῖ τοῖς πλέουσι κινεῖσθαι κινουμένης τῆς ὄψεως ὑπ’ ἄλλου.
それゆえ、月経が生じているときには、血液の撹乱と炎症のために、男性においては身体における差異は不明瞭であるが(実際、精液の放出の際に鏡を見つめても、われわれは鏡をともに動かしはしない)、[差異は]内在しているのであり(精液と月経の自然本性は同一だからである)、しかし白く鏡に似ているために、ともに動かされながらも鏡を変化させはしない。とはいえ、空気は月経によって動かされ、鏡の上の空気が連続しているために、それを或る性質のものとし、自身が被るのと同じような状態にし、鏡の表面の空気もまた鏡の表面をそのようにする。そして衣服のうちで最も清浄なものが最も速く汚れるように(清浄なものは受け入れたいかなるものをも、とりわけ最も微細な運動を正確に示すからである)、これらの場合においても同様である。銅は滑らかであることによって自らのうちにある汚れをわれわれに感覚させ、清浄であることによって[それを]明白にする。そして空気の接触は一種の摩擦であり、いわば拭き取りと洗い流しのようなものであると考えねばならない。少なくとも、滑らかな物体において音が最も生じるのは、空気がそれらのうちで砕かれることも全く細かく粉砕されることもないからであるように、滑らかな鏡においても、鏡の滑らかさのために汚れがいわば単一のものとして留まることによって、極めて明瞭になる。新しい鏡から汚れがより速く去らないことの原因は、[鏡が]清浄かつ滑らかであることである。なぜなら、そのような鏡においては深みにもあらゆる方向にも浸透するのであり、清浄であることによって深みへ、滑らかであることによってあらゆる方向へと浸透するからである。他方、古い鏡においては[汚れは]留まらない。汚れが同様には浸透せず、より表面にとどまるからである。したがって、微小な差異によっても運動が生じること、感覚は素早いこと、さらに色の感覚器官は受動するだけでなく反作用をも及ぼすことが、これらのことから明らかである。また、述べられた事柄にはワインや香油製造において生じる事柄も証言している。実際、調合された油は隣接するものの匂いを素早く受け取り、ワインもまさにこれと同じ情態を被るからである。なぜなら、投入されたり混ぜ合わされたりするものだけでなく、容器の近くに置かれたり生えていたりするものの匂いをも吸収するからである。 最初からの探究に対しては、述べられた事柄から明らかであるひとつのこと、すなわち外からの感覚対象が去った後にも感覚像は感覚可能なものとして留まるということ、さらにこれらに加えて、われわれは情態のただ中にあるときには感覚に関して容易に欺かれ、人によって異なる情態において、たとえば臆病者は恐怖の中で、愛する者は愛において、わずかな類似性から一方は敵を見ていると思い、他方は愛される者を見ていると思うほどに欺かれ、しかも情態に囚われていればいるほど、それだけ小さな類似性から欺かれるということを前提としよう。同様な仕方で、怒りやあらゆる欲望のただ中においても、すべての人は容易に欺かれるようになり、情態のただ中により深くあればあるほど、いっそうそうなる。それゆえ、熱病の人々にも時として、組み合わされた線のわずかな類似から壁に動物が見えるのであり、これらは時として情態とともに増大して、極めて重症でない限りはそれが偽りであることが自覚されるが、もし情態がより大きければ、それらに向かって動かされさえする。これらのことが生じる原因は、統括的なもの、すなわち思考と、表象が生じるもの、すなわちわれわれが感覚と呼ぶものとが、同一の能力に従って判断するのではないことにある。このことの証拠は、感覚には太陽が差し渡し一ペスの大きさに見えるが、知性はそれが見えるほどのものではないと内部で否定することである。もしそれらが同一の能力に基づいて判断していたなら、見られている通りの大きさであると思われるであろう。しかし或る病気においては、感覚が歪められたときに知性もともに病み、現れているものについて同じ判断を抱くことを妨げるものは何もなく、狂乱した人々のうちのある者が、線が動いており動物であると思い込むようなものである。そして、知性と感覚において判断に伴う差異を求めて問う必要がどこにあろうか、感覚それ自体においても同じ説明は成り立たず、より統括的なものの諸能力のほうが、たとえば触覚と視覚においてそうであるように、より正確であるというのに。実際、指を交差させるとき、触覚にはひとつのものが二つに見えるが、視覚にはそう見えない。視覚のほうが触覚よりも統括的だからである。もし触覚だけが存在していたり、両者が単一の判断を持っていたなら、われわれはひとつのものを二つであると判断したであろう。そして欺かれることの原因は、感覚対象が動かされるときにあらゆるものが現れるだけでなく、感覚そのものが動かされるときにも、あたかも感覚対象によってであるかのように同様に動かされるなら、現れるということにある。私の言うのは、たとえば航海している者たちには、視覚が他のものによって動かされることによって、大地が動いているように思われるということである。
- 3.2καὶ ταῦτ’ ἐνίοτε συνεπιτείνει τοῖς πάθεσιν οὕτω
動詞 συνεπιτείνει はここでは自動詞的に用いられており、主語 ταῦτα(前文の「壁に見える動物たち」)が「情態(病状)に伴って強まる、増大する」の意味を表す。あるいは「病状をいっそう強める」という他動詞的解釈も文法上可能であるが、直後の ὥστε 節で病気の重さ(ἐὰν δὲ μεῖζον ᾖ τὸ πάθος)に応じて幻影が激しくなりそれらに向かって動かされるという事態の推移が語られていることから、幻影の側が情態と連動して激化するという自動詞の読みを採用した。
- 3.2αἴτιον δὲ τοῦ συμβαίνειν ταῦτα τὸ μὴ κατὰ τὴν αὐτὴν δύναμιν· κρίνειν τό τε κύριον, ὅ ἐστιν ἡ διάνοια, καὶ ᾧ τὰ φαντάσματα γίνονται, ὃ δήπου προσαγορεύομεν αἴσθησιν.
構文の骨格は、述語名詞節 τὸ μὴ ... κρίνειν において、不定詞 κρίνειν の意味上の主語として τό τε κύριον(統括的なもの、すなわち思考)と関係代名詞節に先行詞が省略された [τοῦτο] ᾧ τὰ φαντάσματα γίνονται(それによって表象が生じるもの、すなわち感覚)の二つが対格で並列されている。底本にある δύναμιν の直後の中黒(コロン記号)は統語的な切断ではなく、主語要素を展開するための区切りにすぎない。
- 3.2ὅπου γε καὶ ἐπ’ αὐτῶν τῶν αἰσθήσεων οὐχ εἷς ὁ λόγος
接続詞 ὅπου( γε を伴う)は場所の副詞ではなく、理由・条件を表す従属接続詞(「…である以上は」「…というのに」)として機能している。主節 τί δεῖ ... ἐπιζητεῖν(「…を求めて問う必要がどこにあろうか」)に対し、より低次の感覚間ですら判断の一致がないという事実を根拠として提示している。
