← アラトス

パイノメナ

§925-1000

流星や動植物の行動による風雨と晴天の兆候

流星の軌跡や四方からの稲妻による風雨の予兆、雲・虹・暈、水鳥や蛙、鳥獣・昆虫の異常行動、灯火や火の粉に見る雨の兆候が詳述され、続いて山麓の雲やプレセペ星団の晴れ間など好天への回復を示す兆候が論じられる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
925

ἔνθεν ἐπερχομένοιο περισκοπέειν ἀνέμοιο.

その方角から風が迫り来ると警戒せよ。

καὶ διὰ νύκτα μέλαιναν ὅτʼ ἀστέρες ἀΐσσωσιν

また暗い夜を通して星々が頻繁に駆け抜け、

ταρφέα, τοὶ δʼ ὄπιθεν ῥυμοὶ ὑπολευκαίνωνται,δειδέχθαι1 κείνοις αὐτὴν ὁδὸν ἐρχομένοιο

その背後の航跡が白く輝く時には、

πνεύματος· ἢν δὲ καὶ ἄλλοι ἐναντίοι ἀΐσσωσιν,

それらの星と同じ道筋をたどって風がやって来ると待ち受けよ。もし他の星々が反対向きに駆け抜け、

930

ἄλλοι δʼ ἐξ ἄλλων μερέων, τότε δὴ πεφύλαξο

別々の星が別の方向から走るならば、その時にはあらゆる風を警戒せよ。

παντοίων ἀνέμων, οἵ τʼ ἄκριτοί εἰσι μάλιστα,

それらは最も定まりがなく、

ἄκριτα δὲ πνείουσιν ἐπʼ ἀνδράσι τεκμήρασθαι.2

人間に予知しがたい気まぐれさで吹くからである。

αὐτὰρ ὅτʼ ἐξ εὔροιο καὶ ἐκ νότου ἀστράπτῃσιν,

しかし東風や南風の方角から稲妻が走り、別の時には西風から、

ἄλλοτε δʼ ἐκ ζεφύροιο, καὶ ἄλλοτε πὰρ βορέαο,

また別の時には北風の側から走るなら、

935

δὴ τότε τις πελάγει ἔνι δείδιε ναυτίλος ἀνήρ,

その時こそ海上の船乗りは、ある方角からは大海に、

μή μιν τῇ μὲν ἔχῃ πέλαγος τῇ δʼ ἐκ Διὸς ὕδωρ·3

別の方角からはゼウスの雨水に呑まれはしないかと恐れる。

ὕδατι γὰρ τοσσαίδε περὶ στεροπαὶ φορέονται.

水をもたらすためにこれほど多くの稲妻が飛び交うからである。

πολλάκι δʼ ἐρχομένων ὑετῶν νέφεα προπάροιθεν

しばしば雨が近づくとき、

οἷα μάλιστα πόκοισιν ἐοικότα ἰνδάλλονται,

それに先立って雲がとりわけ羊毛に酷似した姿で現れ、

940

ἢ διδύμη ἔζωσε διὰ μέγαν οὐρανὸν ἶρις,

あるいは二重の虹が大いなる天を帯のように巡り、

ἢ καί πού τις ἅλωα μελαινομένην ἔχει ἀστήρ.πολλάκι λιμναῖαι ἢ εἰνάλιαι ὄρνιθες

あるいは星が黒ずむ暈を帯びる。

ἄπληστον κλύζονται ἐνιέμεναι ὑδάτεσσιν,

しばしば湖や海の鳥たちが飽くことなく水に飛び込んでは身を洗い、

ἢ λίμνην πέρι δηθὰ χελιδόνες ἀΐσσονται

あるいはツバメが湖の周りを長く飛び交い、

945

γαστέρι τύπτουσαι αὕτως εἰλυμένον ὕδωρ,

巻き上がる水面を腹で打つ。

ἢ μᾶλλον δειλαὶ γενεαί, ὕδροισιν ὄνειαρ,

あるいはより哀れな種族であり、

αὐτόθεν ἐξ ὕδατος πατέρες βοόωσι γυρίνων,

水蛇の糧であるオタマジャクシの父たちが、まさに水の中から鳴き声を上げ、

ἢ τρύζει ὀρθρινὸν ἐρημαίη ὀλολυγών,

あるいは寂しい雨蛙が明け方に小声で鳴く。

ἤ που καὶ λακέρυζα παρʼ ἠϊόνι προὐχούσῃ

あるいはけたたましく鳴く烏が、

950

χείματος ἐρχομένου χέρσῳ ὑπέτυψε κορώνη,

風雨の迫る折に突き出た磯のそばの陸地を嘴で打ち、

ἤ που καὶ ποταμοῖο ἐβάψατο μέχρι παρʼ ἄκρους

あるいは頭から両肩の先端まで川の水に浸かり、

ὤμους ἐκ κεφαλῆς, ἢ καὶ μάλα πᾶσα κολυμβᾷ,

あるいはすっかり全身で潜り、

ἢ πολλὴ στρέφεται παρʼ ὕδωρ παχέα κρώζουσα.

あるいは太い声で鳴き叫びながら水辺を幾度も巡る。

καὶ βόες ἤδη τοι πάρος ὕδατος ἐνδίοιο

牛もまた、日中の雨に先立って天を仰ぎ、

955

οὐρανὸν εἰσανιδόντες ἀπʼ αἰθέρος ὠσφρήσαντο·

大気から雨の匂いを嗅ぎ取る。

καὶ κοίλης μύρμηκες ὀχῆς ἐξ ὤεα πάνταθᾶσσον ἀνηνέγκαντο· καὶ ἀθρόοι ὦφθεν ἴουλοι

蟻は窪んだ巣穴からすべての卵を大急ぎで運び出し、

τείχη ἀνέρποντες, καὶ πλαζόμενοι σκώληκες

群れをなすヤスデが壁を這い上るのが見られ、

κεῖνοι, τοὺς καλέουσι μελαίνης ἔντερα γαίης.4

かの黒い大地の腸と呼ばれる蠢くミミズが彷徨い出る。

960

καὶ τιθαὶ ὄρνιθες, ταὶ ἀλέκτορος ἐξεγένοντο,εὖ ἐφθειρίσσαντο καὶ ἔκρωξαν μάλα φωνῇ,

雄鶏から生まれた飼い鳥である雌鶏たちは入念に羽づくろいをし、

οἷόν τε σταλάον ψοφέει ἐπὶ ὕδατι ὕδωρ.

滴る水が水面を叩く音のような声で激しく鳴き立てる。

δή ποτε καὶ γενεαὶ κοράκων καὶ φῦλα κολοιῶν

カラスの一族やコクマルガラスの群れも、

ὕδατος ἐρχομένοιο Διὸς πάρα σῆμʼ ἐγένοντο,φαινόμενοι ἀγεληδὰ καὶ ἱρήκεσσιν ὁμοῖον

ゼウスより下る雨が近づく兆候となり、

φθεγξάμενοι. καί που κόρακες δίους σταλαγμοὺς

群れをなして現れては鷹のように叫ぶ。

φωνῇ ἐμιμήσαντο σὺν ὕδατος ἐρχομένοιο·

そしてカラスはやって来る雨とともに天からの水滴を声で真似る。

ἤ ποτε καὶ κρώξαντε βαρείῃ δισσάκι φωνῇ

あるいはまた太い声で二度鳴き、

μακρὸν ἐπιρροιζεῦσι τιναξάμενοι πτερὰ πυκνά·

密な翼を羽ばたかせて長く鋭い音を響かせる。

970

καὶ νῆσσαι οἰκουροὶ ὑπωρόφιοί τε κολοιοὶ

家禽の鴨や軒下のコクマルガラスは、

ἐρχόμενοι κατὰ γεῖσα τινάσσονται πτερύγεσσιν,

屋根の庇にやって来て翼を羽ばたかせ、

ἢ ἐπὶ κῦμα διώκει ἐρωδιὸς ὀξὺ λεληκώς.

あるいはアオサギが鋭く叫びながら波の上へと急ぐ。

τῶν τοι μηδὲν ἀπόβλητον πεφυλαγμένῳ ὕδωρ

雨を警戒する者にとって、

γινέσθω·5 μηδʼ εἴ κεν ἐπὶ πλέον ἠὲ πάροιθενδάκνωσιν μυῖαι καὶ ἐφʼ αἵματος ἱμείρωνται,ἢ λύχνοιο μύκητες ἀγείρωνται περὶ μύξαν

これらの兆候のどれ一つとして顧みられないものがあってはならない。 ハエが以前よりもひどく刺して血を欲しがる時も、

νύκτα κατὰ σκοτίην· μηδʼ ἢν ὑπὸ χείματος ὥρην

暗い夜にランプの芯の周りに燃え滓が集まる時もそうである。

λύχνων ἄλλοτε μέν τε φάος κατὰ κόσμον ὀρώρῃ,

冬の季節にランプの光がある時は整然と立ち昇り、

ἄλλοτε δʼ ἀΐσσωσιν ἄπο φλόγες ἠΰτε κοῦφαι

ある時は軽い泡のように炎が飛び散る時も、

980

πομφόλυγες, μηδʼ εἴ κεν ἐπʼ αὐτόφι μαρμαίρωσιν

その周囲で光線がきらめく時も、

ἀκτῖνες, μηδʼ ἢν θέρεος μέγα πεπταμένοιο

夏の盛りであるにもかかわらず島の鳥たちが次々と飛び交う時も、

νησαῖοι ὄρνιθες ἐπασσύτεροι φορέωνται.

決して見過ごしてはならない。

μηδὲ σύ γʼ ἢ χύτρης ἠὲ τρίποδος πυριβήτεω,σπινθῆρες ὅτʼ ἔωσι πέρι πλέονες, λελαθέσθαι·

また鍋や火にかける三脚の周りに多くの火花が散る時も、

985

μηδὲ κατὰ σποδιὴν ὁπότʼ ἄνθρακος αἰθομένοιο

熾火が燃える灰の周りにキビ粒に似たしるしが輝く時も、

λάμπηται πέρι σήματʼ ἐοικότα κεγχρείοισιν,

決して忘れてはならない。

ἀλλʼ ἐπὶ καὶ τὰ δόκευε περισκοπέων ὑετοῖο.

雨を警戒してこれらをも注視せよ。

εἴ γε μὲν ἠερόεσσα παρὲξ ὄρεος μεγάλοιο

もし霧深い雲が大山の麓に沿って広がり、

πυθμένα τείνηται νεφέλη, ἄκραι δὲ κολῶναι

高い峰々が澄んで現れているなら、

990

φαίνωνται καθαραί, μάλα κεν τόθʼ ὑπεύδιος εἴης.

その時にはまことに好天に恵まれるであろう。

εὔδιός κʼ εἴης καὶ ὅτε πλατέος παρὰ πόντου

また低い雲が広大な海のそばに現れ、高く昇ることなく、

φαίνηται χθαμαλὴ νεφέλη, μηδʼ ὑψόθι κύρῃ,

そのまま平らな岩礁に沿って押しつけられているかのような時にも、

ἀλλʼ αὐτοῦ πλαταμῶνι παραθλίβηται ὁμοίη.

好天となるであろう。

σκέπτεο δʼ εὔδιος μὲν ἐὼν ἐπὶ χείματι μᾶλλον,

好天の最中にはむしろ悪天候を警戒し、

995

ἐς δὲ γαληναίην χειμωνόθεν. εὖ δὲ μάλα χρὴ

悪天候からは平穏を窺え。

ἐς Φάτνην ὁράᾳν, τὴν Καρκίνος ἀμφιελίσσει,

蟹座がその周りを巡る飼い葉桶をよく観察せねばならず、

πρῶτα καθαιρομένην πάσης ὑπένερθεν ὁμίχλης·

それが下のあらゆる靄から晴れ上がるのをまず見定めよ。

κείνη γὰρ φθίνοντι καθαίρεται ἐν χειμῶνι.

それは衰えゆく冬の嵐の中で澄み渡るからである。

καὶ φλόγες ἡσύχιαι λύχνων καὶ νυκτερίη γλαὺξ

ランプの穏やかな炎も、

1000

ἥσυχον ἀείδουσα μαραινομένου χειμῶνος

嵐が衰えゆくときに静かに歌う夜のフクロウも、

構文注5 件
  1. 928δειδέχθαι

    不定詞(完了不定詞)が命令のニュアンス(不定詞の命令的用法)として主節で用いられている。直後の「πεφύλαξο」などの定型命令形と機能的に並列する。

  2. 932ἄκριτα δὲ πνείουσιν ἐπʼ ἀνδράσι τεκμήρασθαι

    「ἐπʼ ἀνδράσι」は関係・関与を表す与格(「人間にとって」)、不定詞「τεκμήρασθαι」は叙述的副詞的修飾(制限の不定詞)で、「見定めるには / 判断するには気まぐれに」の意をなす。

  3. 936μή μιν τῇ μὲν ἔχῃ πέλαγος τῇ δʼ ἐκ Διὸς ὕδωρ

    先行する動詞「δείδιε」(恐れる)に伴う懸念の接続詞「μή」が導く節。「τῇ μέν... τῇ δέ」は副詞的に「一方では…他方では…」と対比され、接続法現在「ἔχῃ」が支配する。

  4. 959κεῖνοι, τοὺς καλέουσι μελαίνης ἔντερα γαίης

    先行詞「σκώληκες」を受ける指示代名詞「κεῖνοι」に関係節が後置されている。「μελαίνης ἔντερα γαίης」(黒い大地の腸)はミミズを指す詩的婉曲表現(ケニング)であり、呼称動詞「καλέουσι」の二重対格(関係代名詞「τούς」と補語)を成す。

  5. 973τῶν τοι μηδὲν ἀπόβλητον πεφυλαγμένῳ ὕδωρ γινέσθω

    「πεφυλαγμένῳ」は完了分詞中受動態与格で、「ὕδωρ」(雨)を対格目的語に取り「雨を警戒している者にとって」という関与・判断の与格。「ἀπόβλητον」は述語形容詞(「捨て置かれるべきもの、顧みられないもの」)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0653.tlg001.humanitext-grc2:925-1000