← アラトス

パイノメナ

§850-924

太陽の出没と星団や生物による風雨の予兆

日没時や払暁における太陽・光線・雲・幻日の観測、蟹座の星団「飼い葉桶」と「ロバ」の見え方、ならびに海・沿岸の鳴動や鳥類・植物の綿毛の挙動による雨風の予兆が語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
850

εὔδιός κε φέροιτο· καὶ εἴ ποτε χείματος ὥρῃ

好天のなか進むであろう。

ὠχρήσαι κατιών. ἀτὰρ ὕδατος ἡμερινοῖο

また冬の季節に沈む際に青白くなる時も同様である。しかし日中に雨が降ったならば、

γινομένου κατόπισθε περὶ νέφεα σκοπέεσθαι

沈みゆく太陽の方を向き、

κὰδ δὴ δυομένου τετραμμένος ἠελίοιο.

そののちに雲を観察せよ。

ἢν μὲν ὑποσκιάῃσι μελαινομένῃ εἰκυῖα

もし黒ずんだ色に似た雲が太陽を覆い隠し、

855

ἠέλιον νεφέλη, ταὶ δʼ ἀμφί μιν ἔνθα καὶ ἔνθαἀκτῖνες μεσσηγὺς ἑλισσόμεναι διχόωνται,

その両脇で光線があちこち渦巻きながら二つに分かれるなら、

ἦ τʼ ἂν ἔτʼ εἰς ἠῶ σκέπαος κεχρημένος εἴης.

そなたは翌朝に至るまでなお雨覆いを求めることになろう。

εἰ δʼ ὁ μὲν ἀνέφελος βάπτοι ῥόου ἑσπερίοιο,1

だが、もし太陽が雲一つなく西の海流に沈み、

ταὶ δὲ κατερχομένου νεφέλαι καὶ ἔτʼ οἰχομένοιο

沈みゆく時にも、すでに沈んでしまった後にも、

860

πλησίαι ἑστήκωσιν ἐρευθέες οὔ σε μάλα χρὴ

赤らんだ雲がその近くに立っているなら、明日も、

αὔριον οὐδʼ ἐπὶ νυκτὶ περιτρομέειν ὑετοῖο·

夜の間も、雨をひどく恐れるには及ばない。

ἀλλʼ ὁπότʼ ἠελίοιο μαραινομένῃσιν ὁμοῖαι

しかし、太陽の光線が天から突然に衰えたかのように伸び、

ἐξαπίνης ἀκτῖνες ἀπʼ οὐρανόθεν τανύωνται,οἷον ἀμαλδύνονται ὅτε σκιάῃσι κατʼ ἰθὺ

月が地球と太陽の真正面に立ちふさがって影を落とす時のように光が弱まる時、

865

ἱσταμένη γαίης τε καὶ ἠελίοιο σελήνη.2

また、

οὐδʼ, ὅτε οἱ ἐπέχοντι φανήμεναι ἠῶθι πρὸ3

太陽が夜明け前に現れようと進み出る折に、

φαίνονται νεφέλαι ὑπερευθέες ἄλλοθεν ἄλλαι,

あちこちから極めて赤い雲が現れる時にも、

ἄρραντοι γίνονται ἐπʼ ἤματι κείνῳ ἄρουραι.

その日に大地が雨に濡れずに済むことはない。

μηδʼ αὕτως, ἔτʼ ἐόντι πέρην ὁπότε προταθεῖσαι

同様に、太陽がまだ海の向こうにある夜明け前、

870

ἀκτῖνες φαίνονται ἐπίσκιοι ἠῶθι πρό,

差し伸べられた光線が影を帯びて現れる時にも、

ὕδατος ἢ ἀνέμοιο κατοισομένου λελαθέσθαι.

雨または風がもたらされることを忘れてはならない。

ἀλλʼ εἰ μὲν κεῖναι μᾶλλον κνέφαος φορέοιντο

もしそれらの光線がより暗がりを帯びていれば、

ἀκτῖνες, μᾶλλόν κεν ἐφʼ ὕδατι σημαίνοιεν·

いっそう雨を告げるであろうし、

εἰ δʼ ὀλίγος τανύοιτο περὶ δνόφος ἀκτίνεσσιν,οἷόν που μαλακαὶ νεφέλαι φορέουσι μάλιστα,

もし柔らかい雲がもたらすようなわずかな薄暗がりが光線の周りに広がっているなら、

ἦ τʼ ἂν ἐπερχομένοιο περιδνοφέοιντʼ ἀνέμοιο.οὐδὲ μὲν ἠελίου σχεδόθεν μελανεῦσαι ἀλωαὶ

風が迫り来て薄暗く覆っているのである。

εὔδιοι· ἀσσότεραι δὲ καὶ ἀστεμφὲς μελανεῦσαι

太陽の近くで黒ずんでいる暈も好天をもたらすものではない。より太陽に近く、絶えず黒ずんでいるものは、

μᾶλλον χειμέριαι· δύο δʼ ἂν χαλεπώτεραι εἶεν.

より嵐を告げ、二重のものはさらに厳しい嵐となろう。

880

σκέπτεο δʼ ἢ ἀνιόντος ἢ αὐτίκα δυομένοιο,

太陽が昇る時、あるいはまさに沈む時に、

εἴ πού οἱ νεφέων τὰ παρήλια κικλήσκονται

雲のうち幻日と呼ばれるものが、南か北か、

ἢ νότου ἠὲ βορῆος ἐρεύθεται ἢ ἑκάτερθεν,

あるいは両側で赤らんでいるかどうかを観察せよ。

μηδʼ οὕτω σκοπιὴν ταύτην ἀμενηνὰ φυλάσσειν.

この見張りを疎かにしてはならない。

οὐ γάρ, ὅτʼ ἀμφοτέρωθεν ἁμοῦ περὶ μέσσον ἔχουσιν

なぜなら、それらの雲が太陽の周りの両側で同時に、

885

ἠέλιον κεῖναι νεφέλαι σχεδὸν ὠκεανοῖο,

大海の近くで太陽を取り囲む時には、

γίνεται ἀμβολίη διόθεν χειμῶνος ἰόντος.

天から来たる嵐の遅れることはないからである。

εἴ γε μὲν ἐκ βορέαο μίʼ οἴη φοινίσσοιτο,

もし北側の一方だけが深紅に染まるなら、

ἐκ βορέω πνοιάς κε φέροι, νοτίη δὲ νότοιο,

北からの風をもたらし、南側のものであれば南風をもたらすか、

ἢ καί που ῥαθάμιγγες ἐπιτροχόωσʼ ὑετοῖο.

あるいは雨滴が駆け巡るであろう。

890

ἑσπερίοις καὶ μᾶλλον ἐπίτρεπε σήμασι τούτοις·

夕べのこれらの兆候にはいっそう信頼を置け。

ἑσπερόθεν γὰρ ὁμῶς σημαίνεται ἐμμενὲς αἰεί.

西から告げられる兆候は常に変わらず確実だからである。

σκέπτεο καὶ φάτνην. ἡ μέν τʼ ὀλίγῃ εἰκυῖα

飼い葉桶をも観察せよ。

ἀχλύϊ βορραίη ὑπὸ Καρκίνῳ ἡγηλάζει·

それは蟹座の北側でかすかな靄のように進んでいる。

ἀμφὶ δέ μιν δύο λεπτὰ φαεινόμενοι φορέονται

その両側には淡く輝く二つの星が巡っており、

895

ἀστέρες, οὔτε τι πολλὸν ἀπήοροι, οὔτε μάλʼ ἐγγύς,

それほど遠く離れてもおらず、ひどく近くもなく、

ἀλλʼ ὅσσον τε μάλιστα πυγούσιον οἰίσασθαι·

ほぼ一肘ほどと思える間隔を保っている。

εἷς μὲν πὰρ βορέαο· νότῳ δʼ ἐπικέκλιται ἄλλος.

一方は北側にあり、他方は南側に傾いている。

καὶ τοὶ μὲν καλέονται ὄνοι· μέσση δέ τε Φάτνη.

それらはロバと呼ばれ、その中央にあるのが飼い葉桶である。

ἥτε καὶ ἐξαπίνης πάντη Διὸς εὐδιόωντος

全天が晴れ渡っているのに、

900

γίνετʼ ἄφαντος ὅλη· τοὶ δʼ ἀμφοτέρωθεν ἰόντες

これが突然すっかり見えなくなり、

ἀστέρες ἀλλήλων αὐτοσχεδὸν ἰνδάλλονται·

両脇を巡る星々が互いにすぐ近くにあるかのように見えるなら、

οὐκ ὀλίγῳ χειμῶνι τότε κλύζονται ἄρουραι.

そのとき大地は激しい嵐に洗われる。

εἰ δὲ μελαίνηται, τοὶ δʼ αὐτίκʼ ἐοικότες ὦσιν

もし飼い葉桶が黒ずみ、二つの星がどちらも以前と変わらぬ姿で輝いているなら、

ἀστέρες ἀμφότεροι, περί χʼ ὕδατι σημαίνοιεν.

激しい雨を告げるであろう。

905

εἰ δʼ ὁ μὲν ἐκ βορέω Φάτνης ἀμενηνὰ φαείνοι

もし飼い葉桶の北側の星がかすかに霞んで弱々しく輝き、

λεπτὸν ἐπαχλύων, νότιος δʼ Ὄνος ἀγλαὸς εἴη,

南側のロバが明るく輝くなら、

δειδέχθαι ἀνέμοιο νότου· βορέω δὲ μάλα χρὴ

南風を警戒せよ。逆に、

ἔμπαλιν ἀχλυόεντι φαεινομένῳ τε δοκεύειν.

北が輝き南が霞んでいる時には、北風を警戒しなければならない。

σῆμα δέ τοι ἀνέμοιο καὶ οἰδαίνουσα θάλασσα

また、膨れ上がる海、遠くで轟く海岸、

910

γινέσθω καὶ μακρὸν ἐπʼ αἰγιαλοὶ βοόωντες,ἀκταί τʼ εἰνάλιοι ὁπότʼ εὔδιοι ἠχήεσσαι

好天であるにもかかわらず海辺の磯が鳴り響き、

γίνονται, κορυφαί τε βοώμεναι οὔρεος ἄκραι.

山の峰の頂が鳴動する時も、風の兆候とせよ。

καὶ δʼ ἂν ἐπὶ ξηρὴν ὅτʼ ἐρωδιὸς οὐ κατὰ κόσμον

アオサギが秩序を乱して海から陸へとやって来て、

ἐξ ἁλὸς ἔρχηται φωνῇ περιπολλὰ λεληκώς,

声を限りにけたたましく鳴く時にも、

915

κινυμένου κε θάλασσαν ὕπερ φορέοιτʼ ἀνέμοιο.4

海の上で風が起こるなか〔アオサギは〕運ばれているのであろう。

καί ποτε καὶ κέπφοι, ὁπότʼ εὔδιοι ποτέονται,

またウミツバメが好天の時に群れをなして飛び交い、

ἀντία μελλόντων ἀνέμων εἰληδὰ φέρονται.

近づく風に向かって飛ぶこともある。

πολλάκι δʼ ἀγριάδες νῆσσαι ἢ εἰναλίδιναιαἴθυιαι χερσαῖα τινάσσονται πτερύγεσσιν·

しばしば野鴨や海のカモメが陸地で翼を羽ばたかせ、

920

ἢ νεφέλη ὄρεος μηκύνεται ἐν κορυφῇσιν.

あるいは山の頂に雲が長く伸びる。

ἤδη καὶ πάπποι, λευκῆς γήρειον ἀκάνθης,

白いアザミの老いた毛である綿毛も、

σῆμʼ ἐγένοντʼ ἀνέμου, κωφῆς ἁλὸς ὁππότε πολλοὶ

波なき静かな海面を多くが群れとなって、あるものは前へ、

ἄκρον ἐπιπλώωσι, τὰ μὲν πάρος, ἄλλα δʼ ὀπίσσω.

あるものは後へと漂う時、すでに風の兆候となった。

καὶ θέρεος βρονταί τε καὶ ἀστραπαὶ ἔνθεν ἴωσιν,

また夏に雷と稲妻がどこから来ようとも、

構文注4 件
  1. 858βάπτοι ῥόου ἑσπερίοιο

    βάπτοιの目的語である太陽自身(ὁ μέν)が主語を兼ねて自動詞的に機能し、「西の海流へ(沈む)」の意でῥόου ἑσπερίοιοが場所・領域を示す属格(局格的属格)として結びついている。εἰに導かれる接続詞節内で単独の希求法が用いられ、夕暮れの反復的・仮定的な天候状況を表す。

  2. 864οἷον ἀμαλδύνονται ὅτε σκιάῃσι κατʼ ἰθὺ ἱσταμένη γαίης τε καὶ ἠελίοιο σελήνη

    前の節(ἀλλʼ ὁπότʼ... ἀκτῖνες... τανύωνται)に続く比較副詞節で、日食の情景を描いている。οἷονは副詞的に「あたかも〜のように」として後続のὅτε節を導き、κατʼ ἰθὺ ἱσταμένη γαίης τε καὶ ἠελίοιο(地球と太陽の真正面に立ちふさがる)が分詞句として主語σελήνηに係る。

  3. 866οἱ ἐπέχοντι φανήμεναι ἠῶθι πρὸ

    οἱ ἐπέχοντιは与格で、太陽(ἠέλιος)を指す。ἐπέχωに不定詞φανήμεναιが続き、「姿を現そうと差し迫っている彼(太陽)にとって」という関与・時の与格構文を形成する。ἠῶθι πρό(夜明け前に)は副詞句として句全体を修飾する。

  4. 913καὶ δʼ ἂν ἐπὶ ξηρὴν ὅτʼ ἐρωδιὸς οὐ κατὰ κόσμον ἐξ ἁλὸς ἔρχηται φωνῇ περιπολλὰ λεληκώς, κινυμένου κε θάλασσαν ὕπερ φορέοιτʼ ἀνέμοιο

    主節の述語は遠く離隔したἂν... φορέοιτο(潜在・推量の希求法)であり、主語は時を表す節ὅτʼ... ἔρχηται内の主語ἐρωδιόςである。κινυμένου... ἀνέμοιοは独立属格で「風が動く(生じる)とき、その風によって(あるいは風の前に)運ばれるであろう」という意味関係を成す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0653.tlg001.humanitext-grc2:850-924