← アラトス

パイノメナ

§1001-1075

鳥獣や炉火による気象と植物による豊凶の予兆

好天を示す鳥や星の振る舞い、嵐を告げる鳥獣・昆虫・火や灰の微細な兆候、そしてカシや乳香樹・海葱の結実や開花による冬の厳しさと三段階の耕起・収穫の予兆が語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
1001

γινέσθω τοι σῆμα,1 καὶ ἥσυχα ποικίλλουσα

これもお前にとって兆候となるがよい。

ὥρῃ ἐν ἑσπερίῃ κρώξῃ πολύφωνα κορώνη·

また、夕暮れの時刻にカラスが静かに調子を変えつつ多彩に鳴くときもそうである。

καὶ κόρακες μοῦνοι μὲν ἐρημαῖοι βοοῶντες

またワタリガラスが孤独に二度鳴き、その後いっせいに鳴き叫ぶとき、

δισσάκις, αὐτὰρ ἔπειτα μετʼ ἀθρόα κεκλήγοντες·

あるいはより多くのものが群れをなしてねぐらを思い、

1005

πλειότεροι δʼ ἀγεληδόν, ἐπὴν κοίτοιο μέδωνται,

声を満たしているとき、

φωνῆς ἔμπλειοι· χαίρειν κέ τις οἰίσσαιτο,οἷα τὰ μὲν βοόωσι λιγαινομένοισιν ὁμοῖα,

彼らが歓喜しているのだと人は思うであろう。明瞭に叫ぶものたちのように声を上げ、

πολλὰ δὲ δενδρείοιο περὶ φλόον, ἄλλοτʼ ἐπʼ αὐτοῦ,

彼らが眠る木肌の周りや時にはその上でしきりに羽ばたき、

ἧχί τε κείουσιν καὶ ὑπότροποι ἀπτερύονται.2

身を翻しては羽を休めるからである。

1010

καὶ δʼ ἄν που γέρανοι μαλακῆς προπάροιθε γαλήνης

またツルはおだやかな凪に先立って、

ἀσφαλέως τανύσαιεν ἕνα δρόμον ἤλιθα πᾶσαι,

ことごとく確固として一本の軌道をまっすぐに延ばし、

οὐδὲ παλιρρόθιοί κεν ὑπεύδιοι φορέοιντο.

好天のもとでは引き返して波のように乱れて飛ぶことはないであろう。

ἦμος δʼ ἀστερόθεν καθαρὸν φάος ἀμβλύνηται,3

しかし星々から来る澄んだ光が鈍り、

οὐδέ ποθεν νεφέλαι πεπιεσμέναι ἀντιόωσιν,

どこからも濃密な雲が立ち向かってこず、

1015

οὐδέ ποθεν ζόφος ἄλλος ὑποτρέχῃ οὐδὲ σελήνη,

どこからも他の暗闇も月も忍び寄っていないのに、

ἀλλὰ τά γʼ ἐξαπίνης αὕτως ἀμενηνὰ φέρωνται,

星々が不意に理由もなく力なく運行するときは、

μηκέτι τοι τόδε σῆμα γαληναίης ἐπικείσθω,

もはやこれを静穏の兆候とみなしてはならず、

ἀλλʼ ἐπὶ χεῖμα δόκευε· καὶ ὁππότε ταὶ μὲν ἔωσιν

むしろ嵐を待ち受けよ。また、ある雲が同じ場所にとどまり、

αὐτῇ ἐνὶ χώρῃ νεφέλαι, ταὶ δʼ ἄλλαι ὑπʼ αὐταῖς

他の雲がその下で入れ替わり、

1020

ταὶ μὲν ἀμειβόμεναι, ταὶ δʼ ἐξόπιθεν φορέωνται.

あるいは背後を流れていくときもそうせよ。

καὶ χῆνες κλαγγηδὸν ἐπειγόμεναι βρωμοῖο

またガチョウが鳴き声をあげて餌をあさるのも、

χειμῶνος μέγα σῆμα, καὶ ἐννεάγηρα κορώνη

九世代を生きるカラスが夜に歌うのも、

νύκτερον ἀείδουσα, καὶ ὀψὲ βοῶντε κολοιοί,

コクマルガラスが夜遅くに叫ぶのも、アトリが朝にさえずるのも、

καὶ σπίνος ἠῶα σπίζων, καὶ ὄρνεα πάντα

すべての鳥が海から逃げ去るのも、

1025

ἐκ πελάγους φεύγοντα, καὶ ὀρχίλος ἢ καὶ ἐριθεὺς

ミソサザイやコマドリが窪んだ隙間へと潜り込むのも、

δύνων ἐς κοίλας ὀχεάς, καὶ φῦλα κολοιῶν

コクマルガラスの群れが乾いた餌場から遅いねぐらへと帰るのも、

ἐκ νομοῦ ἐρχόμενα τραφεροῦ ἐπὶ ὄψιον αὖλιν.

冬の嵐の大きな兆候である。

οὐδʼ ἂν ἐπιξουθαὶ μεγάλου χειμῶνος ἰόντος

大いなる嵐が迫るとき、

πρόσσω ποιήσαιντο νομὸν κηροῖο μέλισσαι,

羽音を立てる蜂たちは遠くへ蜜蝋の採集場を作ろうとせず、

1030

ἀλλʼ αὐτοῦ μέλιτός τε καὶ ἔργων εἱλίσσονται·

その場で蜂蜜と自らの巣の仕事のまわりを飛び交う。

οὐδʼ ὑψοῦ γεράνων μακραὶ στίχες αὐτὰ κέλευθα

高くツルの長い列が同じ進路を保ち続けることもなく、

τείνονται, στροφάδες δὲ παλιμπετὲς ἀπονέονται.

旋回して引き返し飛んでいく。

μηδʼ, ὅτε νηνεμίῃ κεν ἀράχνια λεπτὰ φέρηται,

無風のときに細い蜘蛛の巣が漂い、

καὶ φλόγες αἰθύσσωσι μαραινόμεναι λύχνοιο,

ランプの衰えゆく炎が揺らめき、

1035

ἢ πῦρ αὔηται σπουδῇ καὶ ὑπεύδια λύχνα,

あるいは火も穏やかな日和のランプもやっとのことで点くときには、

πιστεύειν χειμῶνι.4 τί τοι λέγω ὅσσα πέλονται

冬を信用してはならない。人間に与えられた兆候がどれほどあるか、

σήματʼ ἐπʼ ἀνθρώπους; δὴ γὰρ καὶ ἀεικέϊ τέφρῃ

何をお前に語り尽くせようか。

αὐτοῦ πηγνυμένῃ νιφετοῦ ἐπιτεκμήραιο,

まことに見苦しい灰がその場で固まることで降雪を推し量ることができ、

καὶ λύχνῳ χιόνος, κέγχροις ὅτʼ ἐοικότα πάντη

火の輝く芯の周り一面にキビ粒に似たしるしがあるときにはランプによって雪を、

1040

κύκλῳ σήματʼ ἔχει πυριλαμπέος ἐγγύθι μύξης,

また生きた炭火によって雹を推し量ることができよう。

ἄνθρακι δὲ ζώοντι χαλάζης, ὁππότε λαμπρὸςαὐτὸς ἐείδηται, μέσσῳ δέ οἱ ἠΰτε λεπτὴ

炭火自体が明るく見え、

φαίνηται νεφέλη, πυρὸς ἔνδοθεν αἰθομένοιο.

内側から火が燃え盛る中でその中央に細い雲のようなものが現れるときである。

πρῖνοι δʼ αὖ καρποῖο καταχθέες οὐδὲ μέλαιναι

一方、実をたわわにつけたカシの木も、

1045

σχῖνοι ἀπείρητοι· πάντη δέ τε πολλὸς ἀλωεὺς

黒い乳香樹も兆候に欠けてはいない。あらゆる農夫は常に目を配り、

αἰεὶ παπταίνει, μή οἱ θέρος ἐκ χερὸς ἔρρῃ.

収穫が手からこぼれ落ちないかと気をもむ。

πρῖνοι μὲν θαμινῆς ἀκύλου κατὰ μέτρον ἔχουσαι

カシの木が密なドングリを適度につけているなら、

χειμῶνός κε λέγοιεν ἐπὶ πλέον ἰσχύσοντος.

より激しさを増す冬を告げるであろう。

μὴ μὲν ἄδην ἔκπαγλα περιβρίθοιεν ἁπάντη,5

それらがいたる所で過度に重く垂れ下がることがなく、

1050

τηλοτέρω δʼ αὐχμοῖο συνασταχύοιεν ἄρουραι.

旱魃から遠く離れて畑が豊かな穂を実らせんことを。

τριπλόα δὲ σχῖνος κυέει, τρισσαὶ δέ οἱ αὖξαιγίνονται καρποῖο, φέρει δέ τε σήμαθʼ ἑκάστη

乳香樹は三度実を宿し、三度の結実の成長期があり、

ἑξείης ἀρότῳ. καὶ γάρ τʼ ἀροτήσιον ὥρην

それぞれが順番に耕起の兆候をもたらす。実に耕起の季節は初めと終わり、

τριπλόα μείρονται, μέσσην καὶ ἐπʼ ἀμφότερʼ ἄκρα·

そして中央の三つに分かたれるからである。

1055

πρῶτος μὲν πρώτην ἄροσιν, μέσσος δέ τε μέσσην

第一の実は第一の耕起を、中間の実は中間の耕起を、

καρπὸς ἀπαγγέλλει, πυμάτην γε μὲν ἔσχατος ἄλλων.

最後の実は最後の耕起を告げる。

ὅντινα γὰρ κάλλιστα λοχαίη σχῖνος ἄρηται,6

茂った乳香樹が最も豊かに実を実らせたその期こそ、

κείνῳ γʼ ἐξ ἄλλων ἄροσις πολυλήϊος εἴη,

他の期に比して耕起が実り多きものとなり、

τῷ δέ γʼ ἀφαυροτάτῳ ὀλίγη, μέσσῳ δέ τε μέσση.

最も乏しい期にはわずか、中間の期には並となろう。

1060

αὕτως δʼ ἀνθέρικος τριχθὰ σκίλλης ὑπερανθεῖ

同様に海葱の花茎も三度咲き誇り、

σήματʼ ἐπιφράσσασθαι ὁμοιίου ἀμητοῖο.

相応の収穫の兆候を読み取らせる。

ὅσσα δʼ ἐνὶ σχίνου ἀροτὴρ ἐφράσσατο καρπῷ,

耕作する者が乳香樹の実において読み取ったのと同等のことを、

τόσσα δὲ καὶ σκίλλης τεκμαίρεται ἄνθεϊ λευκῷ.

海葱の白い花からも推し測る。

αὐτὰρ ὅτε σφῆκες μετοπωρινὸν ἤλιθα πολλοὶ

しかし秋にジガバチが至る所でひどく群がり重なり合うときには、

1065

πάντη βεβρίθωσι, καὶ ἑσπερίων προπάροιθεν

夕べのプレイアデス星団に先立って、

πληϊάδων εἴποι τις ἐπερχόμενον χειμῶνα,

ジガバチにたちまち襲いかかる旋風がいかなるものかを思えば、

οἷος ἐπὶ σφήκεσσιν ἑλίσσεται αὐτίκα δῖνος.

誰しも厳しい冬がやって来ると告げるであろう。

θήλειαι δὲ σύες, θήλεια δὲ μῆλα καὶ αἶγεςὁππότʼ ἀναστρωφῶσιν ὀχῆς, τὰ δέ γʼ ἄρσενα πάντα

また雌豚や雌羊、雌山羊が交尾を繰り返し、

1070

δεξάμεναι πάλιν αὖτις ἀναβλήδην ὀχέωνται,

すべての雄を受け入れた後に再び交尾を求めるならば、

αὕτως κε σφήκεσσι μέγαν χειμῶνα λέγοιεν.

ジガバチと同様に大嵐を告げるであろう。

ὀψὲ δὲ μισγομένων αἰγῶν μήλων τε συῶν τε

しかし山羊や羊や豚が遅い時期に交尾するときには、

χαίρει ἄνολβος ἀνήρ, ὅ οἱ οὐ μάλα θαλπιόωντι

貧しい者は喜ぶ。

εὔδιον φαίνουσι βιβαιόμεναι ἐνιαυτόν.

寒さに震える彼に対して、家畜たちが交尾することによって穏やかな年を予示するからである。

1075

χαίρει καὶ γεράνων ἀγέλαις ὡραῖος ἀροτρεὺς

時宜にかなった耕作者もまた、ツルの群れを喜ぶ。

構文注6 件
  1. 1001γινέσθω τοι σῆμα

    前の箇所末尾から続く主節動詞。前の箇所の「καὶ φλόγες... καὶ νυκτερίη γλαὺξ...」とこの箇所の「καὶ... κορώνη」が主語として並列され、三人称単数命令形 γινέσθω で受けられている。

  2. 1009ἧχί τε κείουσιν καὶ ὑπότροποι ἀπτερύονται

    関係副詞 ἧχι「〜する場所で」が導く関係節。動詞 ἀπτερύονται は「羽を休める、羽をたたむ」の意。前行の δενδρείοιο(樹木)を受けて休眠の場所を示す。

  3. 1013ἦμος δʼ ἀστερόθεν καθαρὸν φάος ἀμβλύνηται

    従属接続詞 ἦμος(〜のとき)が導く時間節が複数行にわたって展開し(οὐδέ... οὐδέ... ἀλλά...)、主節 μηκέτι τοι τόδε σῆμα γαληναίης ἐπικείσθω(もはやこれを静穏の兆候とみなすな)に帰結する長大な構文の骨格をなす。

  4. 1036πιστεύειν χειμῶνι

    否定詞 μηδέ と結びついた命令の不定詞(infinitive for imperative)。「冬を信用するな(=穏やかに見えても冬の天候に気を許すな)」という禁止の意を表す。

  5. 1049μὴ μὲν ἄδην ἔκπαγλα περιβρίθοιεν ἁπάντη

    μὴ... περιβρίθοιεν は願望の希求法(optative of wish)。ドングリが過度に実りすぎると厳しい冬や旱魃につながるとされたため、「過剰に重く実りませんように」という否定の祈念を表す。

  6. 1057ὅντινα γὰρ κάλλιστα λοχαίη σχῖνος ἄρηται

    相関構文 ὅντινα... κείνῳ の前半。関係代名詞 ὅντινα(男性単数対格)は前行の καρπός(三度の実りのいずれか)を先行詞として受けており、接続法 ἄρηται(不定関係節)に対して主節は潜在希求法 εἴη で呼応している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0653.tlg001.humanitext-grc2:1001-1075