← ディオン・クリュソストモス

弁論集

§7.117-7.123

贅沢品製造や見世物など貧民に不適な職業の排除

贅沢品製造や美容・装飾業、演劇や音楽などの見世物業、ならびに法廷代筆や訴訟弁護といった職業を、自由民の尊厳と節度を害するとして貧民の生業から排除すべき理由を述べる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7.117

οὐκοῦν τόδε μὲν οἶμαι παντί τῳ δῆλον καὶ πολλάκις λεγόμενον ἴσως ὅτι βαφεῖς μὲν καὶ μυρεψοὺς σὺν κουρικῇ γυναικῶν τε καὶ ἀνδρῶν, οὐ πολύ τι διαφερούσαις τὰ νῦν, καὶ ποικιλτικῇ πάσῃ σχεδὸν οὐκ ἐσθῆτος μόνον, ἀλλὰ καὶ τριχῶν καὶ χρωτός, ἐγχούσῃ καὶ ψιμυθίῳ καὶ πᾶσι φαρμάκοις μηχανωμένῃ ὥρας ψευδεῖς καὶ νόθα εἴδωλα, ἔτι δὲ ἐν οἰκιῶν ὀροφαῖς καὶ τοίχοις καὶ ἐδάφει τὰ μὲν χρώμασι, τὰ δὲ λίθοις, τὰ δὲ χρυσῷ, τὰ δʼ ἐλέφαντι ποικιλλόντων, τὰ δὲ αὐτῶν τοίχων γλυφαῖς, τὸ μὲν ἄριστον μή παραδέχεσθαι καθόλου τὰς πόλεις, τὸ δὲ ἡμῖν ἐν τῷ παρόντι λόγῳ διορίσαι1 μηδένα ἂν τοιοῦτον γίγνεσθαι τῶν ἡμετέρων πενήτων, οἷς πρὸς τοὺς πλουσίους ἡμεῖς ἀγωνιζόμεθα ὥσπερ χορῷ τὰ νῦν, οὐχ ὑπὲρ εὐδαιμονίας προκειμένου τοῦ ἀγῶνος·2 οὐ γὰρ πενίᾳ τοῦτό γε πρόκειται τὸ ἆθλον οὐδὲ αὖ πλούτῳ, μόνης δὲ ἀρετῆς ἐστιν ἐξαίρετον·

したがって、以下のことは誰の目にも明らかであり、おそらくしばしば語られていることと思う。すなわち、染色業者や香料調合師、ならびに今日では大差のない男女の理髪術、そして衣服のみならず毛髪や肌にいたるまで、アンクーサや白粉やすべての薬品を用いて偽りの美しさや偽の偶像を工作するあらゆる装飾術、さらには家屋の天井や壁や床を、あるものは絵具で、あるものは石で、あるものは金で、あるものは象牙で、また壁自体の彫刻によって飾り立てる者たちについて言えば、都市がそもそも全く受け入れないのが最善であり、またこの現在の議論において我々が規定すべきことは、我々の貧民のうち誰一人としてそのような者にならないということである。我々はこの貧民たちとともに、あたかも合唱隊を組むかのように富豪たちと競い合っているのだが、この競争は幸福をめぐって企てられているのではない。幸福というこの褒美は貧困に対しても富に対しても置かれているのではなく、ただ徳だけの特別な権利だからである。

§7.119

ἄλλως δὲ ὑπὲρ ἀγωγῆς τινος καὶ μετριότητος βίου. καὶ τοίνυν οὐδʼ ὑποκριτὰς τραγικοὺς ἢ κωμικοὺς ἤ διά τινων μίμων ἀκράτου γέλωτος δημιουργοὺς οὐδὲ ὀρχηστὰς οὐδὲ χορευτὰς, πλήν γε τῶν ἱερῶν χορῶν, ἀλλʼ οὐκ ἐπί γε τοῖς Νιόβης ἤ Θυέστου πάθεσιν ᾅδοντας ἤ ὀρχουμένους, οὐδὲ κιθαρῳδοὺς οὐδὲ αὐλητὰς περὶ νίκης ἐν θεάτροις ἁμιλλωμένους, εἰ καί τινες τῶν ἐνδόξων πόλεων ἐπὶ τούτοις ἡμῖν δυσχερῶς ἕξουσι, Σμύρνα καὶ Χίος, καὶ δῆτα σὺν ταύταις καὶ τὸ Ἄργος, ὡς τὴν Ὁμήρου τε καὶ Ἀγαμέμνονος δόξαν οὐκ ἐώντων αὔξεσθαι τὸ γοῦν ἐφʼ ἡμῖν·3

そうではなく、ある種の生き方と生活の節度をめぐってのことなのである。それゆえ、悲劇俳優も喜劇俳優も、あるいは何らかの物真似劇を通じて純粋な哄笑を生み出す者たちも、舞踊手も合唱隊員も――もっとも神聖な合唱隊は除くが、少なくともニオベーやテュエステースの受難に際して歌ったり踊ったりする者たちは〔受け入れ〕ない――、劇場で勝利を競い合うキタラ弾きも笛吹きも、我々は同様に受け入れない。仮に名高い都市の幾つか、スミュルナやキオス、そしてこれらとともにアルゴスまでもが、我々が少なくとも我々の及ぶ限りホメロスやアガメムノンの名声を増大させないでいるとして、このことで我々に悪感情を抱くとしてもである。

§7.120

τυχὸν δὲ καὶ Ἀθηναῖοι χαλεπανοῦσιν, ἀτιμάζεσθαι νομίζοντες τοὺς σφετέρους ποιητὰς τραγικοὺς καὶ κωμικούς, ὅταν τοὺς ὑπηρέτας αὐτῶν ἀφαιρώμεθα, μηδὲν ἀγαθὸν φάσκοντες ἐπιτηδεύειν. εἰκὸς δὲ ἀγανακτεῖν καὶ Θηβαίους, ὡς τῆς νίκης αὐτῶν ὑβριζομένης, ἣν προεκρίθησαν ὑπὸ τῆς Ἑλλάδος νικᾶν ἐπʼ αὐλητικῇ·

またおそらくアテナイ人たちも、自分たちの悲劇詩人や喜劇詩人が、その従者たちを我々が取り上げて彼らは何ら善き業を営んでいないと主張するときに、辱められていると考えて腹を立てるであろう。またテーバイ人たちも、笛の演奏においてギリシア中から優れていると選ばれた自分たちの勝利が侮辱されているとして、憤慨するのももっともである。

§7.121

ταύτην δὲ τὴν νίκην οὕτω σφόδρα ἠγάπησαν, ὥστε ἀναστάτου τῆς πόλεως αὐτοῖς γενομένης καὶ ἔτι νῦν σχεδὸν οὔσης πλὴν μικροῦ μέρους, τῆς Καδμείας, τῶν μὲν ἄλλων οὐδενὸς ἐφρόντισαν τῶν ἠφανισμένων ἀπὸ πολλῶν μὲν ἱερῶν, πολλῶν δὲ στηλῶν καὶ ἐπιγραφῶν, τὸν δὲ Ἑρμῆν ἀναζητήσαντες πάλιν ἀνώρθωσαν, ἐφʼ ᾧ ἦν τὸ ἐπίγραμμα τὸ περὶ τῆς αὐλητικῆς, "Ἑλλὰς μὲν Θήβας νικᾶν προέκρινεν ἐν αὐλοῖς·" καὶ νῦν ἐπὶ μέσης τῆς ἀρχαίας ἀγορᾶς ἓν τοῦτο ἄγαλμα ἕστηκεν ἐν τοῖς ἐρειπίοις·

彼らはこの勝利をあまりにも愛したため、都市が破壊され、カドメイアというわずかな部分を除いて今なおほぼ廃墟のままであるにもかかわらず、多くの神殿や多くの石碑や碑文から失われた他の何ものも顧みず、ヘルメスの像を捜し出して再び建立したほどであった。その像には笛の演奏に関する次のような銘文が刻まれていた。 「ギリシアはテーバイが笛において勝ると判定した。」 そして今なお、かつてのアゴラの中央の廃墟の中に、この唯一の像が立っている。

§7.122

οὐ δὴ φοβηθέντες οὐδένα τούτων οὐδὲ τοὺς ἐπιτιμήσοντας ἡμῖν, ὡς τὰ σπουδαιότατα παρὰ τοῖς Ἕλλησι ψέγομεν, ἅπαντα τὰ τοιαῦτα οὐκ αἰδημόνων οὐδὲ ἐλευθέρων ἀνθρώπων ἀποφαινόμενοι ἔργα, ὡς ἄλλα τε πολλὰ δυσχερῆ πρόσεστιν αὐτοῖς καὶ δὴ μέγιστον τὸ τῆς ἀναιδείας, τὸ μᾶλλον τοῦ δέοντος φρονεῖν τὸν ὄχλον, ὅπερ θρασύνεσθαι καλεῖν ὀρθότερον.

それゆえ我々は、これらのうちの誰をも恐れず、また我々がギリシア人にとって最も真剣な事柄を非難しているとして我々を咎め立てる者をも恐れず、そうしたことのすべてを、慎み深い人間のものでも自由な人間のものでもない仕事であると言明するのである。それらには他の多くの不快な事柄が付随しており、とりわけ厚顔無恥、すなわち大衆が必要以上に自惚れること、より正しくは増長することと呼ぶべき最大の害悪が伴っているからである。

§7.123

οὔκουν οὐδὲ κήρυκας ὠνίων οὐδὲ κλοπῶν ἢ δρασμῶν μήνυτρα προτιθέντας ἐν ὁδοῖς καὶ ἐν ἀγορᾷ φθεγγομένους μετὰ πολλῆς ἐλευθερίας, οὐδὲ συμβολαίων καὶ προκλήσεων καὶ καθόλου τῶν περὶ δίκας καὶ ἐγκλήματα συγγραφεῖς, προσποιουμένους νόμιμον ἐμπειρίαν, οὐδὲ αὖ τοὺς σοφούς τε καὶ δεινοὺς δικορράφους τε καὶ συνηγόρους, μισθοῦ πᾶσιν ὁμοίως ἐπαγγελλομένους βοηθήσειν, καὶ ἀδικοῦσι τὰ μέγιστα, καὶ ἀναισχυντήσειν ὑπὲρ τῶν ἀλλοτρίων ἀδικημάτων καὶ σχετλιάσειν καὶ βοήσεσθαι καὶ ἱκετεύσειν ὑπὲρ τῶν οὔτε φίλων οὔτε συγγενῶν σφίσιν ὄντων, σφόδρα ἐντίμους καὶ λαμπροὺς ἐνίους εἶναι δοκοῦντας ἐν τῇ πόλει, οὐδὲ τοιοῦτον οὐδένα ἀξιοῖμεν ἂν ἐκείνων γίγνεσθαι, παραχωρεῖν δὲ ἑτέροις.4

それゆえ我々は、売り物の布告人や、盗難や逃亡の懸賞金を掲げて街路や広場で甚だしい奔放さをもって大声を張り上げる者たちも、契約書や召喚状、総じて裁判や告発に関する書類の起草者であって、法律の専門知識を装う者たちも、また金のために万人同様に援助すると称し、最大の不正を働く者に対しても加担し、他人の不正のために恥を捨て、彼らにとって友人でも親族でもない者たちのために嘆き、叫び、懇願する――都市においては極めて尊敬され著名であると見なされている者もいるが――あの賢明で敏腕な訴訟屋や法廷弁護人たちも、我々の貧民のうち誰一人としてそのような者になることを認めるべきではなく、他者にその座を譲るべきであると考える。

構文注4 件
  1. 7.117βαφεῖς μὲν καὶ μυρεψοὺς... τὸ μὲν ἄριστον μή παραδέχεσθαι καθόλου τὰς πόλεις, τὸ δὲ ἡμῖν ἐν τῷ παρόντι λόγῳ διορίσαι

    文頭の対格名詞列(βαφεῖς, μυρεψούς 等)は、後続する不定詞句(τὸ μὲν ἄριστον μή παραδέχεσθαι / τὸ δὲ... διορίσαι)の意味上の目的語が文頭へ先取り(prolepsis)された構造。主動詞 οἶμαι の従属節 ὅτι の内部で、実質的に「染色業者や香料調合師らについては、都市が受け入れないことが最善であり、また我々が規定すべきである」という骨格をなしている。

  2. 7.118οὐχ ὑπὲρ εὐδαιμονίας προκειμένου τοῦ ἀγῶνος

    否定辞 οὐχ を伴う属格絶対構文。「この競争が幸福をめぐって企てられているのではない」の意。直後の「幸福は徳の特権である」という理由説明の文と連動し、貧富の比較競争の目的が最高善としての幸福ではなく、生活のあり方(ἀγωγή)にあることを限定している。

  3. 7.119ὡς τὴν Ὁμήρου τε καὶ Ἀγαμέμνονος δόξαν οὐκ ἐώντων αὔξεσθαι τὸ γοῦν ἐφʼ ἡμῖν

    ὡς+属格分詞(ἐώντων)による主観的理由を表す属格絶対構文。意味上の主語は話し手たち(我々)であり、「我々が名声を増大させないでいるとして(相手都市が不快に思う)」という都市側の口実・思惑を明示している。文頭の δυσχερῶς ἕξουσι(不快に思うであろう)の理由・根拠を導く。

  4. 7.123οὔκουν οὐδὲ κήρυκας... οὐδὲ τοιοῦτον οὐδένα ἀξιοῖμεν ἂν ἐκείνων γίγνεσθαι, παραχωρεῖν δὲ ἑτέροις

    文頭の複数の対格名詞(κήρυκας, συγγραφεῖς, δικορράφους 等)から末尾の主動詞句(οὐδὲ τοιοῦτον οὐδένα ἀξιοῖμεν ἂν ἐκείνων γίγνεσθαι)に至る長大な離隔構文(hyperbaton)。各職業の対格名詞は、文末の τοιοῦτον(そのような者)において総括され、不定詞 γίγνεσθαι の補語として回収される(οὐδένα ... ἐκείνων「彼らのうちの誰一人として〜ない」が γίγνεσθαι の意味上の主語)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:7.117-7.123