- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:7.109-7.116
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者は都市の貧民に適した生業と避けるべき生業の基準を提示し、怠惰や心身を損なう職業を退ける一方で、親の素朴な労働に起因する中傷を恐れず勤勉に働くことを勧める。
ἀλλὰ ἴδωμεν πόσα καὶ ἅττα πράττοντες ἐπιεικῶς ἡμῖν διάξουσιν, ἵνα μὴ πολλάκις ἀναγκασθῶσιν ἀργοὶ καθήμενοι πρός τι τῶν φαύλων τραπῆναι. αἱ μὲν δὴ σύμπασαι κατὰ πόλιν ἐργασίαι καὶ τέχναι πολλαὶ καὶ παντοδαπαί, σφόδρα τε λυσιτελεῖς ἔνιαι τοῖς χρωμένοις, ἐάν τις τὸ λυσιτελὲς σκοπῇ πρὸς ἀργύριον.
しかし、〔都市の貧民たち〕がどのような仕事をどれほど行うことで、我々の眼鏡に適うように生計を立て、何もせずに座り込んで悪事に身を投じることを幾度となく余儀なくされずに済むかを見てみよう。都市における仕事や技術は総じて多種多様であり、もし人が利益を金銭という観点から見るならば、従事する者にとって甚だ実入りの良いものもいくつかある。
ὀνομάσαι δὲ αὐτὰς πάσας κατὰ μέρος οὐ ῥᾴδιον διὰ τὸ πλῆθος καὶ τὴν ἀτοπίαν οὐχ ἧττον. οὐκοῦν ὅδε εἰρήσθω περὶ αὐτῶν ἐν βραχεῖ ψόγος τε καὶ ἔπαινος. ὅσαι μὲν σώματι βλαβεραὶ πρὸς ὑγίειαν ἢ πρὸς ἰσχὺν τὴν ἱκανὴν διʼ ἀργίαν τε καὶ ἑδραιότητα ἢ ψυχῇ ἀσχημοσύνην τε καὶ ἀνελευθερίαν ἐντίκτουσαι ἢ ἄλλως ἀχρεῖοι καὶ πρὸς οὐδὲν ὄφελός εἰσιν εὑρημέναι διʼ ἀβελτερίαν τε καὶ τρυφὴν τῶν πόλεων, ἅς γε τὴν ἀρχὴν μήτε τέχνας μήτε ἐργασίας τό γε ὀρθὸν καλεῖν·1 οὐ γὰρ ἄν ποτε Ἡσίοδος σοφὸς ὢν ἐπῄνεσεν ὁμοίως πᾶν ἔργον, εἴ τι τῶν πονηρῶν ἢ τῶν αἰσχρῶν ἠξίου ταύτης τῆς προσηγορίας·
だが、それらを個別にことごとく名を挙げることは、その数の多さのためにも、またその異常さのためにも容易ではない。それゆえ、それらについて簡潔に次のような非難と賞賛を述べておくことにしよう。身体に対して健康を損ねたり、無為や座業のために十分な筋力を損なったりするもの、あるいは魂にみっともなさや卑屈さを生じさせるもの、または都市の愚行や贅沢のために考案されて、他の点でも無益で何の役にも立たないようなもの――そもそも技術とも仕事とも正しくは呼ぶべきでないもの――には手を出してはならない。というのも、賢者であったヘシオドスは、悪徳や恥辱に関わる何らかの事柄をこの呼称に値すると認めていたならば、決してすべての仕事を一様に賞賛することはなかったはずだからである。
οἷς μὲν ἄν τις προσῇ τούτων τῶν βλαβῶν καὶ ἡτισοῦν, μηδένα ἅπτεσθαι2 τῶν ἐλευθέρων τε καὶ ἐπιεικῶν μηδὲ ἐπίστασθαι μήτε αὐτὸν μήτε παῖδας τοὺς αὑτοῦ διδάσκειν, ὡς οὔτε καθʼ Ἡσίοδον οὔτε καθʼ ἡμᾶς ἐργάτην ἐσόμενον, ἄν τι μεταχειρίζηται τοιοῦτον, ἀλλὰ ἀργίας τε ἅμα καὶ αἰσχροκερδείας ἀνελεύθερον ἕξοντα ὄνειδος, βάναυσον καὶ ἀχρεῖον καὶ πονηρὸν ἁπλῶς ὀνομαζόμενον.
これらの害悪のいずれかが伴うような仕事には、自由民であり分別ある者はいかなる人も自ら携わっても心得てもならず、自分の子らに教え込んでもならない。そのような仕事を扱うなら、ヘシオドスに照らしても我々に照らしても労働者ではなく、怠惰と卑しい利欲という自由民にふさわしくない汚名を帯び、単に下品で無益で悪しき者と呼ばれることになるからである。
ὅσα δὲ αὖ μήτε ἀπρεπῆ τοῖς μετιοῦσι μοχθηρίαν τε μηδεμίαν ἐμποιοῦντα τῇ ψυχῇ μήτε νοσώδη τῶν τε ἄλλων νοσημάτων καὶ δῆτα ἀσθενείας τε καὶ ὄκνου καὶ μαλακίας διὰ πολλὴν ἡσυχίαν ἐγγιγνομένης ἐν τῷ σώματι, καὶ μὴν χρείαν γε ἱκανὴν παρέχοντα πρὸς τὸν βίον, πάντα τὰ τοιαῦτα πράττοντες3 προθύμως καὶ φιλοπόνως οὔποτʼ ἂν ἐνδεεῖς ἔργου καὶ βίου γίγνοιντο, οὐδʼ ἂν ἀληθῆ τὴν ἐπίκλησιν παρέχοιεν τοῖς πλουσίοις καλεῖν αὐτούς, ᾗπερ εἰώθασιν, ἀπόρους ὀνομάζοντες, τοὐναντίον μᾶλλον ἐκείνων ὄντες πορισταὶ καὶ μηδενὸς ἀποροῦντες, ὡς ἔπος εἰπεῖν, τῶν ἀναγκαίων καὶ χρησίμων.
これに対して、携わる者にとって見苦しくなく、魂に何のよからぬ性質も植え付けず、他の病気も、また身体を動かさずにいることから生じる虚弱や躊躇いや軟弱という病をももたらさず、生計のために十分な実用性を備えているような仕事、そうした仕事のすべてに熱心かつ勤勉に励むなら、彼らは決して仕事や生活の手段に事欠くことはなく、また富裕者たちが習慣にしているように自分たちを「困窮者」と名指して呼ぶ際に、その呼称を真実のものとして与えてしまうこともないであろう。彼らはむしろ富裕者たち以上に生活必需品の調達者であり、言うなれば必要にして有益な何一つにも困ることがないからである。
φέρε οὖν μνησθῶμεν ἀφʼ ἑκατέρου τοῦ γένους, εἰ καὶ μὴ πάνυ ἀκριβῶς ἕκαστα φράζοντες, ἀλλʼ ὡς τύπῳ γε κατιδεῖν, τὰ ποἶ ἄττα καὶ ὧν ἕνεκα οὐ προσιέμεθα, καὶ ποῖα θαρροῦντας ἐπιχειρεῖν κελεύομεν, μηδὲν φροντίζοντας τῶν ἄλλως τὰ τοιαῦτα προφερόντων, οἷον εἰώθασι λοιδορούμενοι προφέρειν πολλάκις οὐ μόνον τὰς αὐτῶν ἐργασίας, αἷς οὐδὲν ἄτοπον πρόσεστιν, ἀλλὰ καὶ τῶν γονέων, ἄν τινος ἔριθος ἡ μήτηρ ἢ τρυγήτρια ἐξελθοῦσά ποτε ἢ μισθοῦ τιτθεύσῃ παῖδα τῶν ὀρφανῶν ἢ πλουσίων ἢ ὁ πατὴρ διδάξῃ γράμματα ἢ παιδαγωγήσῃ· μηδὲν οὖν τοιοῦτον αἰσχυνομένους ὁμόσε ἰέναι.4
さあ、そこで双方の職種について、厳密に一つひとつを述べることはしないまでも、我々がいかなるものを、どのような理由から受け入れないのか、またどのようなものなら恐れずに手を着けるよう勧めるのかを、大枠で把握できるように言及してみよう。中傷する者たちが、何の不都合もない本人たちの仕事のみならず親たちの仕事をもしばしば引き合いに出して嘲る習慣があるからといって、そのように謂われのない非難を浴びせる者たちを一向に気に留めてはならない。たとえば、誰かの母親がかつて機織り女や葡萄摘み女として出稼ぎに行ったり、孤児や富豪の子の乳母として雇われていたり、父親が読み書きの手習い師範や養育係を務めていたりした場合がそうである。したがって、そうしたことをいささかも恥じ入ることなく、堂々と立ち向かうべきである。
οὐ γὰρ ἄλλως αὐτὰ ἐροῦσιν, ἂν λέγωσιν, ἢ ὡς σημεῖα πενίας, πενίαν αὐτὴν λοιδοροῦντες δῆλον ὅτι καὶ προφέροντες ὡς κακὸν δή τι καὶ δυστυχές, οὐ τῶν ἔργων οὐδέν. ὥστε ἐπειδὴ οὔ φαμεν χεῖρον οὐδὲ δυστυχέστερον πλούτου πενίαν, τοῖς δὲ πολλοῖς ἴσως καὶ ξυμφορώτερον, οὐδὲ τὸ ὄνειδος τοῦ ὀνείδους μᾶλλόν τι βαρυντέον τοῦτʼ ἐκείνου.
というのも、彼らはそれらを口にするとしても貧困の証拠として言っているにすぎず、貧困そのものを非難し、何か悪いこと、不運なこととして持ち出しているのが明白であって、仕事そのものの非難ではないからである。したがって、我々は貧困を富より劣り不運なものとは言わず、多くの者にとってはむしろ有益なものとさえ言っている以上、一方の汚名を他方の汚名よりも重く受け止める必要はないのである。
εἰ γάρ τοι δέοι μὴ ὀνομάζοντας τὸ πρᾶγμα, ὅ ψέγουσι, τὰ καθʼ ἡμέραν συμβαίνοντα διʼ αὐτὸ βλασφημεῖν προφέροντας, πολὺ πλείω ἂν ἔχοιεν καὶ τῷ ὄντι αἰσχρὰ διὰ πλοῦτον γιγνόμενα, οὐχ ἥκιστα δὲ τὸ παρὰ τῷ Ἡσιόδῳ κεκριμένον ἐπονείδιστον προφέρειν, τὸ τῆς ἀργίας, λέγοντες, ὅτι σε, ὦ ἄνθρωπε, "οὔτε σκαπτῆρα θεοὶ θέσαν οὔτʼ ἀροτῆρα, "καὶ ὅτι ἄλλως τὰς χεῖρας ἔχεις κατὰ τοὺς μνηστῆρας ἀτρίπτους καὶ ἁπαλάς.
というのも、もし彼らが非難している事柄そのものの名を挙げずに、それに起因して日々に生じる事柄を持ち出して罵倒すべきであるとするなら、彼らは富によって生じる、はるかに多く、そして現実に恥ずべき事柄を持ち出すことができるであろうし、なかんずくヘシオドスにおいて恥ずべきことと判定されている怠惰という汚名を持ち出して、次のように言うことができるからである。人間よ、お前を「神々は、鍬を振るう者としても耕す者としても定め給うてはおらず」、求婚者たちのように、手をつるつると柔らかく、ただ無為に保っているのだ、と。
- 7.110ἅς γε τὴν ἀρχὴν μήτε τέχνας μήτε ἐργασίας τό γε ὀρθὸν καλεῖν
関係節内で不定詞 καλεῖν が用いられている。これは δεῖ や προσήκει などの義務を表す動詞が省略された構文、あるいは τό γε ὀρθόν(正しく言えば)と呼応した絶対的・規範的な独立不定詞(infinitive of declaration)として機能している。
- 7.111οἷς μὲν ἄν τις προσῇ τούτων τῶν βλαβῶν καὶ ἡτισοῦν, μηδένα ἅπτεσθαι
οἷς は意味上の先行詞である中性複数の仕事(ἔργα)を受ける与格で、動詞 πρόσειμι(付随する)の補語。主節の μηδένα ἅπτεσθαι(および続く ἐπίστασθαι, διδάσκειν)は命令・禁止を表す不定詞(infinitive for imperative)として機能しており、前文の εἰρήσθω(〜と語られよ)などの意向表明を引き継いでいる。
- 7.112ὅσα δὲ αὖ μήτε ἀπρεπῆ ... πάντα τὰ τοιαῦτα πράττοντες
前置された関係節 ὅσα δὲ αὖ ... は、主文の πάντα τὰ τοιαῦτα(中性複数対格、分詞 πράττοντες の目的語)によって要約的に再開される照応構文(懸垂節・主題化)である。
- 7.114μηδὲν οὖν τοιοῦτον αἰσχυνομένους ὁμόσε ἰέναι
ὁμόσε ἰέναι は「真っ向から立ち向かう、ひるまず引き受ける」を表す慣用句。対格分詞 αἰσχυνομένους と不定詞 ἰέναι は、先行する κελεύομεν(〜するよう勧める)の支配を受けている対格不定詞構文。
