← ディオン・クリュソストモス

弁論集

§7.124-7.133

脱線の弁明と売春宿経営の厳罰禁止

著者は手工業とは異なり弁論や訴訟の術は貧民に不要であると述べ、論題の脱線についてプラトンの『国家』を引き合いに出して正当性を弁明した上で、都市の悪徳たる売春宿の経営を断固として禁止すべきであると糾弾する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7.124

χειροτέχνας μὲν γὰρ ἐξ αὐτῶν τινας ἀνάγκη γενέσθαι, γλωσσοτέχνας δὲ καὶ δικοτέχνας οὐδεμία ἀνάγκη. τούτων δὲ τῶν εἰρημένων τε καὶ ῥηθησομένων εἴ τινα δοκεῖ χρήσιμα ταῖς πόλεσιν, ὥσπερ νῦν οἰκουμέναις, οἷον δὴ ἴσως τὸ περὶ τὴν τῶν δικῶν ἀναγραφὴν καὶ τῶν συμβολαίων, τάχα δὲ καὶ κηρυγμάτων ἐνίων, ὅπως ἂν ἢ ὑφʼ ὧν γιγνόμενα ἥκιστα ἂν εἴη βλαβερὰ, οὐ νῦν καιρός ἐστι διορίζειν.

彼らのうち何人かが手工業者になることは必然であるが、舌の細工師や訴訟の職人になる必然性はまったくない。そして、すでに語られた事柄やこれから語られる事柄のうち、現代のあり方のように営まれている都市にとって何かしら有用と思われるもの――例えばおそらく裁判や契約の記録、あるいは幾つかの布告の類いについて、いかなる方法で、あるいは誰によって行われれば最も害が少ないか――について規定するのは、今の好機ではない。

§7.125

οὐ γὰρ πολιτείαν ἐν τῷ παρόντι διατάττομεν, ὁποία τις ἂν ἢ ἀρίστη γένοιτο ἢ πολλῶν ἀμείνων, ἀλλὰ περὶ πενίας προυθέμεθα εἰπεῖν ὡς οὐκ ἄπορα αὐτῇ τὰ πράγματά ἐστιν, ᾗπερ δοκεῖ τοῖς πολλοῖς αὐτή τε εἶναι φευκτὸν καὶ κακόν, ἀλλὰ μυρίας ἀφορμὰς πρὸς τὸ ζῆν παρέχει τοῖς αὐτουργεῖν βουλομένοις οὔτε ἀσχήμονας οὔτε βλαβεράς.

というのも、我々は現時点で最善となるような、あるいは多くのものより優れた国家体制を構想しているのではなく、貧困について、それが世の多くの人々に忌避すべき悪であると思われるのとは異なり、決して手詰まりの境遇ではないこと、むしろ自ら働こうと欲する者たちに、見苦しくも有害でもない無数の生計の手段を提供するものであることを語ろうと提案したからである。

§7.126

ἀπὸ γὰρ αὐτῆς ἀρχῆς ταύτης τὰ περὶ γεωργίας καὶ θήρας προυτράπημεν προδιελθεῖν ἐπὶ πλέον πρότερον, καὶ νῦν περὶ τῶν κατὰ ἄστυ ἐργασιῶν, τίνες αὐτῶν πρέπουσαι καὶ ἀβλαβεῖς τοῖς μὴ κάκιστα βιωσομένοις καὶ τίνες χείρους ἂν ἀποτελοῖεν τοὺς ἐπʼ αὐτῶν.

まさにこの発端から、我々は以前、農耕や狩猟に関する事柄をまず詳しく論じるよう促され、そして今は都市における生業について、それらのうちどれが、最悪の生き方をしない者たちにふさわしく無害であるか、またどれが従事する者たちをより劣悪な人間に仕立ててしまうかを論じているのである。

§7.127

εἰ δὲ πολλὰ τῶν εἰρημένων καθόλου χρήσιμά ἐστι πρὸς πολιτείαν καὶ τὴν τοῦ προσήκοντος αἵρεσιν, ταύτῃ καὶ δικαιότερον συγγνώμην ἔχειν τοῦ μήκους τῶν λόγων, ὅτι οὐ μάτην ἄλλως οὐδὲ περὶ ἄχρηστα πλανωμένῳ πλείονες γεγόνασιν. ἡ γὰρ περὶ ἐργασιῶν καὶ τεχνῶν σκέψις καὶ καθόλου περὶ βίου προσήκοντος ἢ μὴ τοῖς μετρίοις καὶ καθʼ αὑτὴν ἀξία πέφηνεν πολλῆς καὶ πάνυ ἀκριβοῦς θεωρίας.

もし語られたことの多くが、国家体制全般や相応しい生き方の選択にとって有用であるならば、そのことによって、語りの長さに対して寛容であることはより正当化される。なぜなら、無駄に、あるいは役に立たない事柄に迷い込んだために言葉が多くなったのではないからである。生業や技術についての吟味、そして総じて節度ある者たちにふさわしいか否かについての生活の検討は、それ自体として、多大で極めて厳密な考察に値することが明らかとなったのである。

§7.128

χρὴ οὖν τὰς ἐκτροπὰς τῶν λόγων, ἄν καὶ σφόδρα μακροὶ δοκῶσι, μὴ μέντοι περί γε φαύλων μηδὲ ἀναξίων μηδὲ οὐ προσηκόντων, μὴ δυσκόλως φέρειν, ὡς οὐκ αὐτὴν λιπόντος τὴν τῶν ὅλων ὑπόθεσιν τοῦ λέγοντος, ἕως ἂν περὶ τῶν ἀναγκαίων καὶ προσηκόντων φιλοσοφίᾳ διεξίῃ.

それゆえ、言葉の脱線がたとえ甚だ長く思われようとも、それがくだらない事柄や無価値な事柄、不相応な事柄に関するものでない限り、不機嫌に受け止めてはならない。語る者が、哲学に必要かつ相応しい事柄を論じ尽くしている限り、主題全体の根幹そのものを放棄したわけではないからである。

§7.129

σχεδὸν γὰρ κατὰ τοῦτο μιμούμενοι τοὺς κυνηγέτας οὐκ ἂν ἁμαρτάνοιμεν· οἵ γε ἐπειδὰν τὸ πρῶτον ἴχνος ἐκλαβόντες κἀκείνῳ ἑπόμενοι μεταξὺ ἐπιτύχωσιν ἑτέρῳ φανερωτέρῳ καὶ μᾶλλον ἐγγύς, οὐκ ὤκνησαν τούτῳ ξυνακολουθήσαντες, καὶ ἑλόντες τὸ ἐμπεσὸν ὕστερον1 ἴσως οὖν οὐδὲ ἐκεῖνο μεμπτέον, ὅστις περὶ ἀνδρὸς δικαίου καὶ δικαιοσύνης λέγειν ἀρξάμενος, μνησθεὶς πόλεως παραδείγματος ἕνεκεν, πολλαπλάσιον λόγον ἀνάλωσεν περὶ πολιτείας,2 καὶ οὐ πρότερον ἀπέκαμε πρὶν ἢ πάσας μεταβολὰς καὶ ἅπαντα γένη πολιτειῶν διεξῆλθε, πάνυ ἐναργῶς τε καὶ μεγαλοπρεπῶς τὰ ξυμβαίνοντα περὶ ἑκάστην ἐπιδεικνύς·

実のところ、この点において我々は狩人を真似るとしても誤りではないであろう。狩人たちは、最初の獲物の足跡を捉えてそれに従っている最中に、より明確でより近くにある別の足跡に行き当たったとき、躊躇することなくこれに追随し、後から飛び出してきた獲物を捕らえるのである。そうであるなら、おそらくあの人物――正しい人間と正義について語り始め、例証のために都市に言及したところ、国家体制について何倍もの言葉を費やし、あらゆる変遷とあらゆる種類の体制をことごとく論じ尽くし、各々の体制において生じる事態を極めて鮮明かつ壮大に示してみせるまで倦むことのなかったあの人物――も非難されるべきではない。

§7.131

εἰ καὶ παρά τισιν αἰτίαν ἔχει περὶ τοῦ μήκους τῶν λόγων καὶ τῆς διατριβῆς τῆς περὶ τὸ παράδειγμα δήπουθεν· ἀλλʼ ὡς οὐδὲν ὄντα πρὸς τὸ προκείμενον τὰ εἰρημένα καὶ οὐδʼ ὁπωστιοῦν σαφεστέρου διʼ αὐτὰ τοῦ ζητουμένου γεγονότος, οὗπερ ἕνεκεν ἐξ ἀρχῆς εἰς τὸν λόγον παρελήφθη, διὰ ταῦτα, εἴπερ ἄρα, οὐ παντάπασιν ἀδίκως εὐθύνεται.

たとえ彼が言葉の長さや、例え話の周囲にとどまり続けたことについて、一部の人々から非難されているとしてもである。しかし、語られた事柄が提起された課題に対して何の関係もなく、また探求の対象が――当初そのために〔例え話が〕議論に取り入れられたのだが――それらの言葉によって少しも明確にならなかったのだとしたら、その理由によって彼が糾弾されるとしても、それは決して不当ではないであろう。

§7.132

ἐὰν οὖν καὶ ἡμεῖς μὴ προσήκοντα μηδὲ οἰκεῖα τῷ προκειμένῳ φαινώμεθα διεξιόντες, μακρολογεῖν εἰκότως ἄν λεγοίμεθα. καθʼ αὑτὸ δὲ ἄλλως οὔτε μῆκος οὔτε βραχύτητα ἐν λόγοις ἐπαινεῖν ἢ ψέγειν δίκαιον. περὶ δὲ τῶν λοιπῶν τῶν ἐν ταῖς πόλεσι πράξεων χρὴ θαρροῦντας διαπερᾶναι, τῶν μὲν μιμνησκομένους, τὰ δὲ καὶ ἐῶντας ἄρρητά τε καὶ ἀμνημόνευτα.

したがって、もし我々もまた提起された主題にふさわしくない、無縁な事柄を論じているように見えるならば、長長しいと論評されるのももっともである。しかしそれ自体としては、言葉の長さや短さを無批判に賞賛したり非難したりするのは正当ではない。都市における残りの営みについては、あるものは言及し、あるものは口にせず記録にも残さぬままにしながら、気後れすることなく論じ進めるべきである。

§7.133

οὐ γὰρ δὴ περί γε πορνοβοσκῶν καὶ περὶ πορνοβοσκίας ὡς ἀμφιβόλων ἀπαγορευτέον, ἀλλὰ καὶ πάνυ ἰσχυριστέον τε καὶ ἀπορρητέον, λέγοντι μηδένα προσχρῆσθαι μήτε οὖν πένητα μήτε πλούσιον ἐργασίᾳ τοιαύτῃ, μισθὸν ὕβρεως καὶ ἀκολασίας ὁμοίως παρὰ πᾶσιν ἐπονείδιστον ἐκλέγοντας,3 ἀναφροδίτου μίξεως καὶ ἀνεράστων ἐρώτων κέρδους ἕνεκα γιγνομένους συναγωγούς, αἰχμάλωτα σώματα γυναικῶν ἢ παίδων ἢ ἄλλως ἀργυρώνητα ἐπʼ αἰσχύνῃ προϊστάντας ἐπʼ οἰκημάτων ῥυπαρῶν, πανταχοῦ τῆς πόλεως ἀποδεδειγμένων, ἔν τε παρόδοις ἀρχόντων καὶ ἀγοραῖς, πλησίον ἀρχείων τε καὶ ἱερῶν, μεταξὺ τῶν ὁσιωτάτων,

というのも、女衒や売春宿の経営について、是非の判断に迷う事柄であるかのようにひるむべきではなく、むしろ極めて断固として主張し拒絶すべきであって、貧者であれ富者であれ、誰もそのような生業に携わってはならないと命ずべきだからである。〔それに携わる〕者たちは、万人にとって同様に恥辱である暴力と放蕩の代償を徴収し、金儲けのために愛のない交わりと恋情なき情事の仲介者となり、囚われの身となった女や少年の肉体、あるいは他の仕方で金で買われた肉体を、都市のいたる所に指定された汚らわしい娼家に恥辱のために立たせ、役人の往来や市場、役所や神殿の近傍、最も神聖な場所の真ん中にさえ置いているのである。

構文注3 件
  1. 7.129οἵ γε ἐπειδὰν τὸ πρῶτον ἴχνος ἐκλαβόντες κἀκείνῳ ἑπόμενοι μεταξὺ ἐπιτύχωσιν ἑτέρῳ φανερωτέρῳ καὶ μᾶλλον ἐγγύς, οὐκ ὤκνησαν τούτῳ ξυνακολουθήσαντες, καὶ ἑλόντες τὸ ἐμπεσὸν ὕστερον

    関係節内の構文的破格(アナコルートン)。主動詞 οὐκ ὤκνησαν の後に分詞 ξυνακολουθήσαντες および καὶ ἑλόντες が続いており、本来「追随することを躊躇せず、獲物を捕らえる」という主文動詞(例えば εἷλον)または不定詞(ξυνακολουθῆσαι καὶ ἑλεῖν)になるべきところが分詞のまま結ばれている。読解上は「ためらうことなくこれに従い、後から飛び出してきた獲物を捕らえるのである」と動詞的に把握する。

  2. 7.130ὅστις περὶ ἀνδρὸς δικαίου καὶ δικαιοσύνης λέγειν ἀρξάμενος, μνησθεὶς πόλεως παραδείγματος ἕνεκεν, πολλαπλάσιον λόγον ἀνάλωσεν περὶ πολιτείας

    主節の否定表現 οὐδὲ ἐκεῖνο μεμπτέον(あのことも非難されるべきではない)に続く ὅστις は、通常なら先行詞 ἐκεῖνος(あの人物)を受けるところ、中性代名詞 ἐκεῖνο を承けて人称関係詞 ὅστις が用いられている。これはプラトン(『国家』の著者)を念頭に置きつつ、事柄(「〜したこと」)と人物(「〜した人物」)の指示が融合した換喩的結合である。訳出上は「〜したあの人物も非難されるべきではない」と人格を主語として読むのが整合的である。

  3. 7.133λέγοντι μηδένα προσχρῆσθαι μήτε οὖν πένητα μήτε πλούσιον ἐργασίᾳ τοιαύτῃ, μισθὸν ὕβρεως καὶ ἀκολασίας ὁμοίως παρὰ πᾶσιν ἐπονείδιστον ἐκλέγοντας

    非人称動詞的形容詞 ἀπορρητέον(拒絶・禁止すべきである)に対し、その意味上の行為者を指す与格分詞 λέγοντι(語る者として)が置かれている。後続の対格分詞 ἐκλέγοντας, γιγνομένους, προϊστάντας は、λέγοντι ではなく、不定詞 προσχρῆσθαι の意味上の主語である一般の従事者たち(μηδένα ... μήτε πένητα μήτε πλούσιον に含意される人々、すなわち売春宿を経営する者たち)に呼応する対格複数である。与格と対格の係り先の混同に注意を要する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:7.124-7.133