- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:3.34-3.44
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ソクラテスは内面の情念や弱さに支配される者を真の強者とは認めず、ペルシア王の支配地が広大であっても、臣民の幸福を図る徳なき支配者は真の王ではなく僭主にすぎないと説き、王権と僭主政の本質的な差異を明らかにする。
ὁ γὰρ ἀδύνατος μὲν ὀργὴν ἐπικατασχεῖν πολλάκις ὑπὲρ μικρῶν γιγνομένην, ἀδύνατος δὲ ἐπιθυμίαν παῦσαι τῶν αἰσχίστων, ἀδύνατος δὲ ἀπώσασθαι λύπην, ἐνίοτε μηδενὸς λυπηροῦ παρόντος, οὐ δυνάμενος δὲ ὑπομεῖναι πόνους, οὐδὲ τοὺς ἡδονῆς ἕνεκεν γιγνομένους, ἀδύνατος δὲ τῆς ψυχῆς ἀπελάσαι φόβον, οὐδὲν ὠφελοῦντα ἐν τοῖς δεινοῖς, ἀλλὰ τὰ μέγιστα βλάπτοντα, πῶς οὐκ ἄνανδρος σφόδρα, ἡττώμενος μὲν γυναικῶν, ἡττώμενος δὲ εὐνούχων; ἢ σὺ ἰσχυρὸν εἶναι λέγεις τὸν καὶ τοῦ μαλακωτάτου πάντων ἀσθενέστερον, ὕπνου; ὑφʼ οὗ ξυμποδισθεὶς πολλάκις ἄνευ δεσμῶν οὐχ ὅπως ἄλλοις, ἀλλʼ οὐδʼ ἑαυτῷ1 δύναται βοηθεῖν οὐδὲ ἐπίκουρον οὐδένα καλέσαι τῶν βουλομένων ἀμύνειν;
というのも、しばしば些細な事柄に端を発する怒りを抑えることもできず、最も恥ずべき情欲を静めることもできず、悲しむべきことが何一つ現に起きていない時でさえ悲しみを退けることもできず、快楽のために生じる労苦にすら耐えることができず、危急の際に何の役にも立たず最大の害悪をもたらすだけの恐怖を魂から追い払うこともできない者が、女たちに屈服し、宦官たちに屈服しているというのに、どうして甚だしく臆病未練でないと言えるでしょうか。それともあなたは、万物の中で最も柔弱なもの、すなわち眠りよりも弱い者を強いと言うのですか。その眠りに足を取られて、しばしば縄目もなしに拘束され、他者を助けるどころか自分自身を助けることすらできず、助けようと望む者たちの誰一人をも救援者として呼ぶことすらできない者を。
ταῦτα δὲ ἀκούσας εἶπεν, Ἐκεῖνο μέντοι οἶσθα δήπου, ὦ Σώκρατες, ὅτι τῆς ἁπάσης οἰκουμένης τοῦ πλείστου καὶ ἀρίστου βασιλεύει μέρους. ἔξω γὰρ τῆς Ἑλλάδος καὶ τῆς Ἰταλίας καί τινων ὀλίγων ἐθνῶν ἄλλων τῶν κατὰ τὴν Εὐρώπην ξύμπαντα τἄλλα ὑφʼ ἑαυτῷ πεποίηται, καὶ τῆς μὲν καλουμένης Ἀσίας ὅλης ἄρχει μέχρις Ἰνδῶν· πολλοὺς δὲ καὶ αὐτῶν φασιν ὑπακούειν· τῆς δὲ Λιβύης τοῦ πλείονος μέρους· ἐν δὲ τῇ Εὐρώπῃ Θρᾴκης καὶ Μακεδονίας· ἁπάντων τούτων κρατεῖ· ὅθεν δὴ καὶ μέγας βασιλεὺς κέκληται μόνος ἐκεῖνος.
これを聞いて相手は言いました。「しかしソクラテスよ、彼が全居住地の大部分、しかも最も優れた部分を支配していることは、あなたもご存じのはずです。ギリシアとイタリア、そしてヨーロッパにある少数の部族を除けば、他のすべての地域が彼の配下に置かれているのですから。そして、いわゆる全アジアをインドに至るまで支配しており、インド人の多くも彼に服従していると言われていますし、リビアの大部分、ヨーロッパではトラキアやマケドニアをも支配しています。これらすべてを支配しているのです。まさにそれゆえに、彼だけが『大王』と呼ばれているのです」。
καὶ ὁ Σωκράτης εἶπεν, Ἀλλʼ οὐδὲ τοῦτο οἶδα ὅλως γε, εἰ βασιλεύς ἐστι τὴν ἀρχὴν2 οὐδεμιᾶς πόλεως ἢ κώμης. σὺ ἄρα, εἶπε, μόνος ἀνήκοος εἶ τούτων ἃ πάντες ἴσασιν; ἀκούω, ἔφη, πολλῶν λεγόντων ἃ σὺ λέγεις καὶ Ἑλλήνων καὶ βαρβάρων· ὃ δὲ οὐκ ἐᾷ με γιγνώσκειν ὃ λέγω τοιοῦτόν ἐστιν·
するとソクラテスは言いました。「しかし私は、彼がそもそもいかなる都市や村落の王であるのかすら、全く知らないのだ」。「ではあなたは」と相手は言いました。「誰もが知っているこのことを、唯一耳にしたことがないのですか」。「あなたと同じことを語るギリシア人や異邦人を、私は数多く耳にしている」とソクラテスは言いました。「だが、私の言っていることを私が知るのを妨げているのは、次のようなことなのだ。
οὐκ οἶδα, ὦ ἄριστε, εἰ νομίμως καὶ δικαίως τούτων ἁπάντων προέστηκεν καὶ τοιοῦτος ὢν ὁποῖον εἴρηκα πολλάκις·εἰ μὲν γὰρ εὐγνώμων καὶ φιλάνθρωπος καὶ νόμιμος ὢν ἐπὶ σωτηρίᾳ καὶ τῷ συμφέροντι τῶν ἀρχομένων ἐπιμελεῖται, αὐτὸς πρῶτος εὐδαίμων ὤν, καθάπερ εἶπον, καὶ τοῖς ἄλλοις μεταδιδοὺς τῆς αὑτοῦ εὐδαιμονίας, οὐ δίχα θεὶς τό τε αὑτοῦ καὶ τὸ τῶν ἀρχομένων συμφέρον, ἀλλὰ τότε χαίρων μάλιστα καὶ τότε νομίζων ἄριστα πράττειν, ὅταν ὁρᾷ καλῶς πράττοντας τοὺς ἀρχομένους, δυνάμει τε μέγιστός ἐστιν καὶ βασιλεὺς ἀληθῶς·
優れた友よ、彼がこれらすべての者たちの頭上に法に適って正しく立っているのかどうか、そして私がしばしば述べてきたような人物であるのかどうか、私には分からないのだ。もし彼が思慮深く人道主義的で法を遵守し、支配される者たちの救済と利益のために配慮し、先ほど私が述べたように、自らまず第一に幸福であり、他者にも自らの幸福を分け与え、自分自身の利益と支配される者たちの利益とを切り離して考えることなく、支配される者たちが善く生きているのを見る時にこそ最も喜び、最も善く行っているとみなすならば、その者は力において最も大いなる者であり、真の王である。
εἰ δὲ φιλήδονος καὶ φιλοχρήματος καὶ ὑβριστὴς καὶ παράνομος, αὑτὸν οἰόμενος αὔξειν μόνον, ὡς ἂν πλεῖστα μὲν χρήματα κεκτημένος, μεγίστας δὲ καὶ πλείστας καρπούμενος ἡδονάς, ῥᾳθύμως δὲ διάγων καὶ ἀπόνως· τοὺς δὲ ὑπηκόους ἅπαντας ἡγούμενος δούλους καὶ ὑπηρέτας τῆς αὑτοῦ τρυφῆς, οὐδὲ ποιμένος ἐπιεικοῦς ἔχων ἦθος, σκέπης καὶ νομῆς προνοούμενος τοῖς αὑτοῦ κτήνεσιν, ἔτι δὲ θῆρας ἀπαμύνων καὶ φῶρας προφυλάττων, ἀλλʼ αὐτὸς πρῶτος διαρπάζων τε καὶ φθείρων καὶ τοῖς ἄλλοις ἐπιτρέπων, καθάπερ, οἶμαι, πολεμίων λείαν, οὐκ ἄν ποτε εἴποιμι τὸν τοιοῦτον ἄρχοντα ἢ αὐτοκράτορα ἢ βασιλέα, πολὺ δὲ μᾶλλον τύραννον καὶ λευστῆρα, ὥς ποτε προσεῖπεν ὁ Ἀπόλλων τὸν Σικυώνιον τύραννον,3 εἰ καὶ πολλὰς μὲν ἔχοι τιάρας, πολλὰ δὲ σκῆπτρα ὑπακούοιεν αὐτῷ.
しかし、もし彼が快楽と富を愛し、傲慢で法を無視し、できる限り多くの富を所有し、最も大いなる数多くの快楽を享受し、怠惰かつ無為に過ごすことによってのみ自分自身を増大させようと考えているならば――臣民のすべてを自らの奢侈の奴隷や召使とみなし、自らの家畜のために庇護や牧草をあらかじめ備え、さらに野獣を追い払い盗人を警戒するような穏和な羊飼いの気質さえ持たず、自ら率先して奪い、破滅させ、あたかも、思うに、敵の戦利品であるかのように他者にも〔そうすることを〕許すならば、たとえ彼が多くのティアラを頭に戴き、多くの王笏が彼に従っていようとも、私はそのような者を支配者とも最高司令官とも王とも決して呼ぶことはなく、はるかにむしろ僭主、そしてかつてアポロンがシキュオンの僭主を呼んだように『石打ちに値する者』と呼ぶであろう」。
τοιαῦτα μὲν ἐκεῖνος εἰώθει λέγειν, προτρέπων ἀεὶ πρὸς ἀρετὴν καὶ βελτίους ποιῶν καὶ ἄρχοντας καὶ ἰδιώτας. ὅμοια δὲ εἰρήκασι περὶ ἀρχῆς καὶ βασιλείας οἱ μετʼ αὐτόν, ὡς οἷόν τε ἑπόμενοι τῇ σοφωτάτῃ γνώμῃ. αὐτὰ δὲ πρῶτα δηλοῖ τὰ ὀνόματα τὴν διαφορὰν τῶν πραγμάτων.
かの人はそのように語るのを常とし、常に徳へと勧め励まし、支配者たちをも私民たちをもより善き者にしていた。支配と王権については彼に続く後世の者たちも、この最も賢明な思慮に可能な限り従いながら、同様のことを語っている。そして言葉そのものが、まず事物の差異を明らかに示している。
λέγεται γὰρ ἡ μὲν ἀρχὴ νόμιμος ἀνθρώπων διοίκησις καὶ πρόνοια ἀνθρώπων κατὰ νόμον, βασιλεία δὲ ἀνυπεύθυνος ἀρχή, ὁ δὲ νόμος βασιλέως δόγμα.
というのも、支配とは法に適った人間の統御であり、法に従った人間に対する配慮であると言われ、王権とは責任を問われない支配であり、法とは王の決定であると言われるからである。
ὁ δὲ τύραννος καὶ ἡ τυραννὶς ἐναντίον τούτοις βίαιος καὶ παράνομος χρῆσις ἀνθρώπων τοῦ δοκοῦντος ἰσχύειν πλέον.
これらに対して僭主および僭主政とは、より強い力を持つと思われる者による、人間に対する暴力的で不法な使役なのである。
- 3.35οὐχ ὅπως ἄλλοις, ἀλλʼ οὐδʼ ἑαυτῷ
οὐχ ὅπως ... ἀλλʼ οὐδέ は慣用的な呼応表現で、「他者を〜することは言うに及ばず(おろか)、自分自身を〜することさえできない」を意味する。οὐχ ὅπως(あるいは οὐχ ὅτι)の節において動詞が省略され、後続する否定節(ἀλλʼ οὐδέ)の内容を強調する。
- 3.38τὴν ἀρχήν
副詞的対格(adverbial accusative)として機能しており、否定文において「そもそも」「端から」「少しも」の意を表す(εἰ βασιλεύς ἐστι τὴν ἀρχὴν οὐδεμιᾶς πόλεως ἢ κώμης で「いかなる都市や村落の王であるのかそもそも疑わしい/少しもそうではない」)。「統治(権)」という名詞の直接目的語ではない点に注意。
- 3.41ὥς ποτε προσεῖπεν ὁ Ἀπόλλων τὸν Σικυώνιον τύραννον
προσεῖπεν は呼称動詞として二重対格(呼称の述語対格と直接目的語の対格)を取る。先行する λευστῆρα が述語対格であり、ここでは τὸν Σικυώνιον τύραννον が直接目的語の対格となる(「アポロンがシキュオンの僭主を『石打ちに値する者』と呼んだように」)。
