- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:3.23-3.33
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁者は追従と偽証の害悪を対比しつつ、面従腹背の称賛を避けて真の王者を論じる決意を語り、同じ真理を繰り返し語ったソクラテスの態度を自らの弁明として引く。続いて、クセルクセスの土木事業を絶対的な権力の証左と見なす問者に対し、知恵と徳を欠いた力は最も貧しい者よりも無力であるというソクラテスの見解を示す。
καθόλου δὲ φωραθεὶς μὲν ὁ κόλαξ οὐ καταγιγνώσκεται μόνον, ἀλλὰ καὶ μισεῖται· δοκεῖ γὰρ καταγελῶν λέγειν· πείσας δὲ ὡς ἀληθῶς λέγει οὐ μεγάλης τινὸς τυγχάνει χάριτος. τί γὰρ καὶ δοκεῖ χαρίζεσθαι τἀληθῆ λέγων;
一般に、追従者は正体が暴かれれば断罪されるだけでなく憎まれもします。嘲笑いながら語っているように思われるからです。他方、真実を語っているのだと納得させたとしても、大した感謝を得ることはありません。真実を語って何の恩義を施していると思われるでしょうか。
πολύ γε μὴν πονηρότερός ἐστι τῶν ψευδομένων μαρτύρων. οἱ μὲν γὰρ οὐ διαφθείρουσι τὸν δικαστήν, ἀλλὰ μόνον ἐξαπατῶσιν· ὁ δὲ κολακεύων ἅμα δεκάζει τῷ ἐπαίνῳ.1
実際、追従者は偽証する者たちよりもはるかに邪悪です。偽証者たちは裁判官を買収して腐敗させるのではなく、単に欺くだけですが、追従者は欺くと同時に称賛をもって買収するからです。
ἵνα δὲ μήτε ἐγὼ κολακείας αἰτίαν ἔχω τοῖς θέλουσι διαβάλλειν μήτε σὺ τοῦ κατʼ ὀφθαλμοὺς ἐθέλειν ἐπαινεῖσθαι,2 ποιήσομαι τοὺς λόγους ὑπὲρ τοῦ χρηστοῦ βασιλέως, ὁποῖον εἶναι δεῖ καὶ τίς ἡ διαφορὰ τοῦ προσποιουμένου μὲν ἄρχοντος εἶναι, πλεῖστον δὲ ἀπέχοντος ἀρχῆς καὶ βασιλείας. εἰ δέ τις φήσει με τοὺς αὐτοὺς ποιεῖσθαι λόγους, τοῦτο ἂν εἴη κοινὸν ἐμοὶ τὸ ἔγκλημα καὶ Σωκράτει. φασὶ γάρ ποτε Ἱππίαν τὸν Ἠλεῖον, διὰ χρόνου πλείονος ἀκούοντα τοῦ Σωκράτους περὶ δικαιοσύνης καὶ ἀρετῆς λέγοντος, καὶ παραβάλλοντος, ὥσπερ εἰώθει, τοὺς κυβερνήτας καὶ ἰατροὺς καὶ σκυτοτόμους καὶ κεραμέας, εἰπεῖν, ἅτε σοφιστήν, Πάλιν σὺ ταὐτά, Σώκρατες; καὶ ὅς γελάσας ἔφη, Καὶ περὶ τῶν αὐτῶν. σὺ μὲν γάρ, ὡς ἔοικεν, ὑπὸ σοφίας οὐδέποτε ταὐτὰ περὶ τῶν αὐτῶν λέγεις, ἡμῖν δὲ ἓν τοῦτο δοκεῖ τῶν καλλίστων εἶναι. τοὺς μὲν γὰρ ψευδομένους οἴδαμεν πολλὰ καὶ ἀνόμοια λέγοντας· τοῖς δὲ ἀληθεύουσιν οὐχ οἷόν τε ἕτερα εἰπεῖν τῶν ἀληθῶν.3 ἐγὼ δὲ εἰ μὲν ἑώρων ἄλλην ὑπόθεσιν σπουδαιοτέραν ἢ σοὶ μᾶλλον προσήκουσαν, ἐκείνην ἂν ἐπεχείρουν ποιήσασθαι. νῦν δὲ οὔτε ἰατρὸν ἄλλους τινὰς ἀκούειν λόγους φαίην ἂν ὀρθῶς ἢ τοὺς περὶ ὑγιείας σώματος καὶ νόσου· οὔτε κυβερνήτην ἢ τοὺς περὶ ὡρῶν καὶ ἀνέμων καὶ ἄστρων· οὗτοι γὰρ κυβερνητικοὶ δικαίως λέγονται· οὔτε ἄρχοντα καὶ βασιλέα ἢ τοὺς περὶ ἀρχῆς τε καὶ διοικήσεως ἀνθρώπων. ὡς δὲ καὶ περὶ τούτων ἐνόμιζε Σωκράτης πειράσομαι εἰπεῖν.
そこで、私を中傷しようと望む者たちに対して私がへつらいの嫌疑を受けることも、あなたが面と向かって称賛されることを望んでいるという嫌疑を受けることもないように、私は徳高き王について、彼がどのような者であるべきか、また支配者であると装っていながら、支配と王権から最もかけ離れている者とどこが異なるのかについて論じることにします。もし誰かが、私が同じ議論を繰り返していると言うならば、その非難は私とソクラテスに共通のものとなるでしょう。かつてエリスのヒッピアスが、久しぶりにソクラテスが正義と徳について語り、いつものように船長、医者、靴職人、陶工を引き合いに出しているのを聞いて、彼がソフィストであったがゆえに「ソクラテス、また同じことですか」と言ったところ、ソクラテスは笑って「しかも同じ事柄についてだ。君は知恵のゆえに、どうやら同じ事柄について同じことを決して語らないようだが、私にはこれこそが最も美しいことの一つと思えるのだ。というのも、嘘をつく者たちが多くの一貫しないことを語るのを私たちは知っているが、 真実を語る者たちにとっては、真実とは異なることを語るなどありえないからだ」と答えたと伝えられているからです。私としても、もし何か他のより重大な、あるいはあなたにより相応しい主題が見出せるならば、それを論じることを試みたでしょう。しかし現状では、医者が肉体の健康と病気に関する議論以外のものを聞くのが正しいとは言えないでしょうし、船長が季節や風や星に関するもの――これらは正当に航海術的と呼ばれますが――以外のものを聞くのが正しいとも言えませんし、支配者や王が、支配と人間たちの統治に関する議論以外のものを聞くのが正しいとも言えないのです。そして、これらについてソクラテスがどのように考えていたかも語るよう試みましょう。
μετὰ γὰρ τὴν ἀπόκρισιν τὴν περὶ τῆς εὐδαιμονίας ἐπύθετο τοῦ Σωκράτους ὁ ἐκεῖνο τὸ ἐρώτημα ἐρωτήσας, ὦ Σώκρατες, ἔφη, τοῦτο μὲν ἐπίστασαι παντὸς μᾶλλον, ὅτι τῶν ὑπὸ τὸν ἥλιον ἀνθρώπων ἐκεῖνός ἐστιν ἰσχυρότατος καὶ μηδὲ τῶν θεῶν αὐτῶν ἥττονα ἔχων δύναμιν, ᾧ γε ἔνεστι καὶ τὰ ἀδύνατα δοκοῦντα ποιῆσαι δυνατά,.
幸福についての回答ののち、あの問いを問うた者がソクラテスに尋ねて言いました。「ソクラテスよ、太陽の下にある人間の中で、神々自身にも劣らぬ力を持ち、不可能と思えることすら可能にすることができる者こそが最も強いのだということを、あなたは何にもましてよくご存じでしょう。
ἢ οὐκ ἀκήκοας ὅτι Ξέρξης ὁ τῶν Περσῶν βασιλεὺς τὴν μὲν γῆν ἐποίησε θάλατταν, διελὼν τὸ μέγιστον τῶν ὀρῶν καὶ διαστήσας ἀπὸ τῆς ἠπείρου τὸν Ἄθω, διὰ δὲ τῆς θαλάττης τὸν πεζὸν στρατὸν ἄγων ἤλαυνεν ἐφʼ ἅρματος; ὥσπερ οἶμαι τὸν Ποσειδῶνά φησιν Ὅμηρος· καὶ τυχὸν ὁμοίως οἵ τε δελφῖνες καὶ τὰ κήτη κάτωθεν ὑπέπλει τὴν σχεδίαν, ὁπότε ἐκεῖνος ἤλαυνεν.
それとも、ペルシア人の王クセルクセスが、最大の山を切り開きアトス山を大陸から切り離して大地を海とし、海の上を歩兵部隊を率いて戦車で渡ったことを聞いてはおられないのですか。思うにホメロスがポセイドンについて語っているとおりであり、また彼が戦車を走らせた時には、おそらく同じようにイルカや大魚が筏の下を泳ぎ回ったことでしょう」。
καὶ ὁ Σωκράτης, Οὐδὲ τοῦτό σοι ἔχω εἰπεῖν, εἴτε μέγιστον ὁ ταῦτα ποιῶν δύναται,4 καθάπερ σὺ λέγεις, εἴτε ἐλάχιστον ἢ τὸ παράπαν οὐδέν. αὐτίκα εἰ μὲν ἦν σώφρων καὶ ἀνδρεῖος καὶ δίκαιος καὶ μετὰ γνώμης ἔπραττεν ὅσα ἔπραττεν, ἰσχυρὸν αὐτὸν ἡγοῦμαι καὶ μεγίστην ἔχειν τῷ ὄντι δύναμιν·
するとソクラテスは言いました。「こうしたことを行う者が、あなたの言うように最大の力を持っているのか、それともごくわずか、あるいは全く力を持たないのか、このことさえ私にはあなたに答えることができません。例えば、もし彼が節制があり、勇敢で正義に篤く、行っていたことすべてを思慮分別をもって行っていたのであれば、私は彼を強い者であり、真に最大の力を持っていると考えます。
εἴ δὲ αὖ δειλὸς καὶ ἀνόητος καὶ ἀσελγὴς καὶ παράνομος καὶ διʼ ὕβριν ταῦτα ἐπιχειρῶν, τοὐναντίον ἔμοιγε ἀσθενέστερος εἶναι δοκεῖ τῶν σφόδρα πενήτων καὶ μηδὲ ἕνα γῆς κεκτημένων βῶλον, ὥστε διαθρύψαι μακέλλῃ τροφῆς ἕνεκεν,.5
しかし他方で、もし彼が卑怯で無分別、放埒で不法であり、傲慢さからこれらを企てていたとするならば、反対に彼はいっそう弱く、自らの糧を得るために鍬で砕くべき土塊一つすら所有していない極貧の者たちよりも弱いと私には思えるのです」。
- 3.24ὁ δὲ κολακεύων ἅμα δεκάζει τῷ ἐπαίνῳ
δεκάζει は「買収する」「賄賂で抱き込む」を意味し、τῷ ἐπαίνῳ は手段を表す道具の与格。先行する偽証者が「欺く(ἐξαπατῶσιν)だけ」であるのに対し、追従者は相手を欺くと同時に称賛をもって「買収」し、判断力を腐敗させるという対比をなしている。
- 3.25μήτε σὺ τοῦ κατʼ ὀφθαλμοὺς ἐθέλειν ἐπαινεῖσθαι
接続詞 μήτε ... μήτε で結ばれた並列構文。後続節では主動詞(αἰτίαν ἔχῃς ないし ἔχων φανῇς)が省略されており、属格不定法 τοῦ ... ἐθέλειν は先行節の αἰτίαν に呼応する「嫌疑・罪名」の内容を示す説明的(同格的)属格である。
- 3.28ἕτερα εἰπεῖν τῶν ἀληθῶν
ἕτερα(真実とは異なること)の直後にある τῶν ἀληθῶν は、差異・比較を表す比較の属格(genitive of comparison)。「真実とは異なった他のこと」を述べることは不可能であるという論理を示す。
- 3.32Οὐδὲ τοῦτό σοι ἔχω εἰπεῖν, εἴτε μέγιστον ὁ ταῦτα ποιῶν δύναται
ἔχω+不定法は「〜することができる」(possum)を表す慣用表現。εἴτε ... εἴτε 節は εἰπεῖν の目的語となる間接疑問節を形成し、内格対格(副詞的対格)の μέγιστον / ἐλάχιστον / οὐδέν が動詞 δύναται の程度を修飾している(「最大の/最小の力を持つ」)。
- 3.33ὥστε διαθρύψαι μακέλλῃ τροφῆς ἕνεκεν
結果・目的を表す ὥστε+不定法構文。先行する否定詞 μηδὲ ἕνα βῶλον(土塊一つすら持たない)を受けて、「食糧のために鍬で砕くほどの(土塊)」という限定的・帰結的な関係を導いている。
