- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:3.45-3.54
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者は正当な三つの国制(君主制・貴族制・民主制)とそれぞれの退廃形態を対比し、全宇宙を統べる神の秩序を模範とする真の王の敬神の徳と本質を説く。
τρία γὰρ εἴδη, τὰ φανερώτατα, πολιτειῶν γιγνομένων κατὰ νόμον καὶ δίκην μετὰ δαίμονός τε ἀγαθοῦ καὶ τύχης ὁμοίας· μία μὲν ἡ πρώτη καὶ μάλιστα συμβῆναι δυνατή, περὶ ἧς ὁ νῦν λόγος, εὖ διοικουμένης πόλεως ἢ πλειόνων ἐθνῶν ἢ ξυμπάντων ἀνθρώπων1 ἑνὸς ἀνδρὸς ἀγαθοῦ γνώμῃ καὶ ἀρετῇ·
法と正義に従い、善き守護神と同じく善き運命を伴って成立する国制には、最も顕著な三つの類型がある。すなわち、第一の、そして最も生じやすいものは、今論じられているものであって、一人の優れた人物の思慮と徳によって一都市、あるいは複数の諸民族、あるいは全人類が善く治められている国制である。
δευτέρα δὲ ἀριστοκρατία καλουμένη, οὔτε ἑνὸς οὔτε πολλῶν τινων, ἀλλὰ ὀλίγων τῶν ἀρίστων ἡγουμένων, πλεῖον ἀπέχουσα ἤδη τοῦ δυνατοῦ καὶ τοῦ συμφέροντος· ""
第二は貴族政と呼ばれるもので、一人の者でも多くの者たちでもなく、少数の最善の者たちが指導するものであるが、すでに実現可能性と有用性からより遠く隔たっている。
τρίτη δὲ πασῶν ἀδυνατωτάτη σχεδὸν ἡ σωφροσύνῃ καὶ ἀρετῇ δήμου προσδοκῶσά ποτε εὑρήσειν κατάστασιν ἐπιεικῆ καὶ νόμιμον, δημοκρατία προσαγορευομένη, ἐπιεικὲς ὄνομα καὶ πρᾷον, εἴπερ ἦν δυνατόν.
第三はすべての中でほとんど最も実現困難なもので、民衆の節度と徳によって穏和で合法的な秩序がいつか見出されると期待するものであり、民主政と名づけられている。実現可能でありさえすれば、穏和で寛大な名である。
τρισὶ δὲ ταύταις, ὥσπερ εἴρηται, πολιτείαις τρεῖς ἐναντίαι παράνομοι διαφθοραί, ἡ μὲν πρώτη, τυραννίς, ἑνὸς ὕβρει καὶ βίᾳ τοῦ κακίστου τῶν ἄλλων ἀπολλυμένων· ἡ δὲ μετʼ ἐκείνην ὀλιγαρχία, σκληρὰ καὶ ἄδικος πλεονεξία πλουσίων τινῶν καὶ πονηρῶν ὀλίγων ἐπὶ τοὺς πολλοὺς καὶ ἀπόρους συστᾶσα·
これら三つの国制には、すでに述べられたように、三つの対立する不法な退廃形態が存在する。第一のものは僭主政であって、最も邪悪な一人の傲慢と暴力によって他の者たちが破滅させられるものである。その次にあるのは寡頭政であって、一部の富裕で邪悪な少数者が多数の困窮した者たちに対して結託した、過酷で不正な貪欲である。
ἡ δὲ ἑξῆς ποικίλη καὶ παντοδαπὴ φορὰ πλήθους οὐδὲν εἰδότος ἁπλῶς, ταραττομένου δὲ ἀεὶ καὶ ἀγριαίνοντος ὑπὸ ἀκολάστων δημαγωγῶν, ὥσπερ κλύδωνος ἀγρίου καὶ χαλεποῦ ὑπὸ ἀνέμων σκληρῶν μεταβαλλομένου. τούτων μὲν οὖν ὁ λόγος ἄλλως ἐπεμνήσθη, πολλὰ παθήματα καὶ συμφορὰς ἑκάστης αὐτῶν ἐκ τοῦ πρότερον χρόνου δεῖξαι δυνάμενος·
その次に続くのは、何一つとして端的に弁えていない群衆の変幻自在で多種多様な激情であり、放埒な煽動者たちによって常に掻き乱され野獣化させられている。それはあたかも、荒れ狂う風によって翻弄される獰猛で過酷な大波のようである。議論はこれらのことに余談として触れたにすぎない。過去の時代から、それら各々の多くの受難と災難を示すことができるにもかかわらずである。
περὶ δὲ τῆς εὐδαίμονός τε καὶ θείας καταστάσεως τῆς νῦν ἐπικρατούσης χρὴ διελθεῖν ἐπιμελέστερον.πολλαὶ μὲν οὖν εἰκόνες ἐναργεῖς καὶ παραδείγματα οὐκ ἀμυδρὰ τῆσδε τῆς ἀρχῆς, ἔν τε ἀγέλαις καὶ σμήνεσι διασημαινούσης τῆς φύσεως τὴν κατὰ φύσιν τοῦ κρείττονος τῶν ἐλαττόνων ἀρχὴν καὶ πρόνοιαν· οὐ μὴν φανερώτερον οὐδὲ κάλλιον ἕτερον ἂν γένοιτο τῆς τοῦ παντὸς ἡγεμονίας, ἣ ὑπὸ τῷ πρώτῳ τε καὶ ἀρίστῳ θεῷ ΤΑ περὶ τοῦ ΔΙΟΣ τοιοῦτος δὲ ὢν πρῶτον μέν ἐστι θεοφιλής, ἅτε τῆς μεγίστης τυγχάνων παρὰ θεῶν τιμῆς καὶ πίστεως. καὶ πρῶτόν γε καὶ μάλιστα θεραπεύσει τὸ θεῖον, οὐχ ὁμολογῶν μόνον, ἀλλὰ καὶ πεπεισμένος εἶναι θεούς, ἵνα δὴ καὶ αὐτὸς ἔχῃ τοὺς κατʼ ἀξίαν ἄρχοντας.2
だが、現在支配している幸福で神的な秩序について、より入念に論じなければならない。この支配には多くの明白な似姿と、決して曖昧ではない範例が存在する。自然が群れや蜂の巣において、より劣る者たちに対するより優れた者の自然本来の支配と配慮を明確に示しているからである。しかし、最高にして最善の神のもとにある全宇宙の統御ほど明白で美しいものは他にありえないだろう。ゼウスに関する事柄。このような者であるため、彼はまず第一に神々に愛される。神々から最大の栄誉と信頼を得ているからである。そして彼はまず第一に、そして何よりも神的なものを崇敬するであろう。神々が存在することをただ公言するだけでなく、神々が存在することを確信しているのである。それは、彼自身もまた、相応しき支配者たちを自らの上に持つためである。
ἡγεῖται δὲ τοῖς ἄλλοις ἀνθρώποις συμφέρειν τὴν αὑτοῦ πρόνοιαν οὕτως ὡς αὐτῷ τὴν ἐκείνων ἀρχήν. καὶ μὴν ἐκεῖνο ἑαυτῷ συνειδὼς ὡς οὔποτε δῶρον δέξεται παρὰ κακῶν ἀνδρῶν, οὐδὲ τοὺς θεοὺς ἀναθήμασιν οὐδὲ θυσίαις οἴεται χαίρειν τῶν ἀδίκων, παρὰ μόνων δὲ τῶν ἀγαθῶν προσίεσθαι τὰ διδόμενα.τοιγαροῦν θεραπεύειν ἀφθόνως αὐτοὺς σπουδάσει καὶ τούτοις· ἐκείνοις γε μὴν οὐδέποτε παύσεται τιμῶν, τοῖς καλοῖς ἔργοις καὶ ταῖς δικαίαις πράξεσιν.3 ἕκαστόν γε μὴν τῶν θεῶν ἱλάσκεται κατὰ δύναμιν.
そして彼は、他の人間たちにとって自らの配慮が有益であるのは、自らにとってかの者たち〔神々〕の支配が有益であるのと同様であるとみなしている。さらに、自分が邪悪な者たちからは決して贈り物を受け取らないことを自覚しているのと同様に、神々も不正な者たちの奉納物や犠牲を喜ぶことはなく、善き者たちからのみ捧げ物を受け入れられると考えている。それゆえ、彼は神々をこれらによっても惜しみなく崇敬しようと努めるであろう。しかし、あれら、すなわち美しき業と正しい行いによって神々を称えることを決してやめることはない。また彼は、おのおのの神々を力のおよぶ限り宥めるのである。
ἡγεῖται δὲ τὴν μὲν ἀρετὴν ὁσιότητα, τὴν δὲ κακίαν πᾶσαν ἀσέβειαν. εἶναι γὰρ ἐναγεῖς καὶ ἀλιτηρίους οὐ μόνον τοὺς τὰ ἱερὰ συλῶντας ἢ λέγοντάς τι βλάσφημον περὶ τῶν θεῶν, ἀλλὰ πολὺ μᾶλλον τούς τε δειλοὺς καὶ ἀδίκους καὶ ἀκρατεῖς καὶ ἀνοήτους καὶ καθόλου τοὺς ἐναντίον τι πράττοντας τῇ τε δυνάμει καὶ βουλήσει τῶν θεῶν.
そして彼は徳を信心とし、あらゆる悪徳を不敬虔であるとみなす。なぜなら、神殿を略奪する者たちや神々について何か不敬なことを言う者たちだけでなく、臆病な者、不正な者、自制なき者、無分別な者たち、そして総じて神々の力と意志に対立する何らかの行為をする者たちこそが、はるかに汚らわしく呪われた者たちであるとみなすからである。
οὐ μόνον δὲ ἡγεῖται θεούς, ἀλλὰ καὶ δαίμονας καὶ ἥρωας ἀγαθοὺς τὰς τῶν ἀγαθῶν ἀνδρῶν ψυχὰς μεταβαλούσας ἐκ τῆς θνητῆς φύσεως·4
また彼は神々を信じるだけでなく、善きダイモーンたちや英雄たちが、死すべき本性から変容を遂げた善き人間たちの魂であると信じているのである。
- 3.45εὖ διοικουμένης πόλεως ἢ πλειόνων ἐθνῶν ἢ ξυμπάντων ἀνθρώπων
属格独立構文(genitive absolute)であり、直前の μία μὲν ἡ πρώτη(第一の形態)の具体的な実現状況・あり方を副詞的または付帯的に補足している。「一都市、あるいは複数の諸民族、あるいは全人類が善く治められている状況」を表す。
- 3.51ἵνα δὴ καὶ αὐτὸς ἔχῃ τοὺς κατʼ ἀξίαν ἄρχοντας
目的節(ἵνα+接続法)。ここで τοὺς κατʼ ἀξίαν ἄρχοντας は「彼の臣民(彼が統治する者)」ではなく、神を信じることによって王自身の上に立つ「相応しき統治者たち(=神々)」を指している。自身が至上の支配者であっても、神々という真の主宰者を上にいただくことを自覚するという文脈。
- 3.52καὶ τούτοις· ἐκείνοις γε μὴν οὐδέποτε παύσεται τιμῶν, τοῖς καλοῖς ἔργοις καὶ ταῖς δικαίαις πράξεσιν
指示代名詞 τούτοις(直近の事物=奉納物や犠牲)と ἐκείνοις(より重要な本質的事物、同格句 τοῖς καλοῖς ἔργοις... で敷衍される美しき業・正しい行為)の対比。王は目に見える祭儀的供物(τούτοις)を惜しまないが、真の崇敬である徳高き実践(ἐκείνοις)を決して怠らないという構造をなす。
- 3.54οὐ μόνον δὲ ἡγεῖται θεούς, ἀλλὰ καὶ δαίμονας καὶ ἥρωας ἀγαθοὺς τὰς τῶν ἀγαθῶν ἀνδρῶν ψυχὰς μεταβαλούσας ἐκ τῆς θνητῆς φύσεως
ἡγεῖται の目的語と述語の構文。前半 οὐ μόνον δὲ ἡγεῖται θεούς では存在動詞の省略(「神々が存在すると信じる」)、後半は δαίμονας καὶ ἥρωας ἀγαθοὺς を述語対格、τὰς... ψυχὰς μεταβαλούσας を対格主語として「善き人々の魂が死すべき本性から変容したものが善きダイモーンや英雄であるとみなす」という対格不定詞構文に準ずる判定を表す。
