- 底本
- Aristotle. Aristotelis Res Publica Atheniensium. Kenyon, Frederic, editor. Berlin: Reimer, 1903.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg003.humanitext-grc1:56
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-03
アーコン、バシレウス、ポレマルコスの補佐官の選任と審査について述べ、特にアーコンの職務として、財産保障の布告、各祝祭の合唱隊支援者(コレゴス)の指名と紛争処理、デロス島への使節派遣、様々な祝祭行列や競技会の管理、および孤児・相続女・妊婦の保護に関わる諸訴訟の予備審問と管轄について詳述する。
LVI. λαμβάνουσι δὲ καὶ παρέδρους ὅ τ’ ἄρχων καὶ ὁ βασιλεὺς καὶ ὁ πολέμαρχος δύο ἕκαστος οὓς ἂν βούληται,1 καὶ οὗτοι δοκιμάζονται ἐν τῷ δικαστηρίῳ πρὶν παρεδρεύειν, καὶ εὐθύνας διδόασιν ἐπὰν παρεδρεύσωσιν. καὶ ὁ μὲν ἄρχων εὐθὺς εἰσελθὼν πρῶτον μὲν κηρύττει, ὅσα τις εἶχεν πρὶν αὐτὸν εἰσελθεῖν εἰς τὴν ἀρχήν, ταῦτ’ ἔχειν καὶ κρατεῖν2 μέχρι ἀρχῆς τέλους. ἔπειτα χορηγοὺς τραγῳδοῖς καθίστησι τρεῖς ἐξ ἁπάντων Ἀθηναίων τοὺς πλουσιωτάτους· πρότερον δὲ καὶ κωμῳδοῖς καθίστη πέντε, νῦν δὲ τούτοις αἱ φυλαὶ φέρουσιν. ἔπειτα παραλαβὼν τοὺς χορηγοὺς τοὺς ἐνηνεγμένους ὑπὸ τῶν φυλῶν εἰς Διονύσια ἀνδράσιν καὶ παισὶν καὶ κωμῳδοῖς, καὶ εἰς Θαργήλια ἀνδράσιν καὶ παισίν (εἰσὶ δ’ οἱ μὲν εἰς Διονύσια κατὰ φυλάς, εἰς Θαργήλια <δὲ> δυοῖν φυλαῖν εἷς· παρέχει δ’ ἐν μ[έρ]ει ἑκατέρα τῶν φυλῶν) τούτοις τὰς ἀντιδόσεις ποιεῖ καὶ τὰς σκήψεις εἰσ[άγει, ἐά]ν τις ἢ λελητουργη[κέ]ν[αι] φῇ πρότερον ταύτην τὴν λῃτουργ[ίαν, ἢ ἀ]τελὴς εἶναι, λελητ[ου]ργ[ηκὼς ἑ]τέραν λῃτουργίαν καὶ τῶν χρόνων αὐτῷ [τῆς ἀτελ]είας μὴ ἐξεληλυθό[των, ἢ τὰ] ἔτη μὴ γεγονέναι· δεῖ γὰρ τὸν τοῖς παι[σὶν χορ]ηγοῦντα ὑπὲρ τετταρά[κον]τα ἔτη γεγονέναι. καθίστησι δὲ καὶ εἰς Δῆλον χορηγοὺς καὶ ἀρχ[ι]θέω[ρον [τῷ] τριακοντορίῳ τῷ τοὺς ἠϊθέους ἄγοντι. πομπῶν δ’ ἐπιμελεῖτ[αι τῆς τ]ε τῷ Ἀσκληπιῷ γιγνομένης, ὅταν οἰκουρῶσι μύσται, καὶ τῆς Διονυσίων τῶν μ[εγά]λων μετὰ τῶν ἐπιμελητῶν, οὓς πρότερον μὲν ὁ δῆμος ἐχειροτόνει δέκα ὄντας, κ[αὶ τὰ] εἰς τὴν πομπὴν ἀναλώματα παρ’ αὑτῶ[ν] ἀνήλι[σ]κον, νῦν δ’ ἕνα τῆς φυλῆ[ς ἑκ]άστης κληροῖ καὶ δίδωσιν εἰς τὴν κατασκευὴν ἑκατὸν μνᾶς. ἐπιμελ[εῖτα]ι δὲ καὶ τῆς εἰς Θαργήλια καὶ τῆς τῷ Διὶ τῷ Σωτῆρι. διοικεῖ δὲ καὶ τὸν ἀγῶνα τῶν Διο]νυσίων οὗτος καὶ τῶν Θαργηλίων. ἑορτῶν μὲν οὖν ἐπιμελεῖται τούτων. γραφαὶ δ[ὲ καὶ] δίκαι λαγχάνονται πρὸς αὐτόν, ἃς ἀνακρίνας εἰς τὸ δικαστήριον εἰσάγει, [γο]νέων κακώσεως (αὗται δ’ εἰσὶν ἀζήμιοι τῷ βουλομένῳ δ[ι]ώκειν), ὀρφανῶν κακώσεως (αὗται δ’ εἰσὶ κατὰ τῶν ἐπιτρόπων), ἐπικλήρου κακώσε[ως.... (αὗτ]αι δ’ εἰσὶ κατὰ [τῶν] ἐπιτρόπων καὶ τῶν συνοικούντων), οἴκου ὀρφανικοῦ κακώσεως (εἰσὶ δὲ καὶ [αὗται κατὰ τῶν] ἐπιτρό[π]ων), παρανοίας, ἐάν τις αἰτιᾶταί τινα παρανοοῦντα τὰ [.......... ἀ]πολλύν[αι], εἰς δατητῶν αἵρεσιν, ἐάν τις μὴ θέλῃ κοινὰ [τὰ ὄντα νέμεσθαι], εἰς ἐπι[τρ]οπῆς κατάστασιν, εἰς ἐπιτροπῆς διαδικασίαν, εἰς [ἐμφανῶν κατάστασ]ιν, ἐπίτρ[οπ]ον αὑτὸν ἐγγράψαι, κλήρων καὶ ἐπικλήρων ἐπι[δικασία]ι. ἐπιμελεῖτ[αι δὲ καὶ τῶν [ὀρφ]ανῶν καὶ τῶν ἐπικλήρων καὶ τῶν γυναικῶν ὅσαι ἂν τελευτ[ήσαντος τοῦ ἀνδ]ρὸς σκή[πτω]νται κύειν· καὶ κύριός ἐστι τοῖς ἀδικοῦσιν ἐπιβάλ[λειν ἢ εἰσάγειν εἰς] τὸ δικα[στή]ριον. μισθοῖ δὲ καὶ τοὺς οἴκους τῶν ὀρφανῶν καὶ τῶν ἐπικλ[ήρων, ἕως ἄν τις τετταρ]ακαιδε[κέ]τις γένηται,3 καὶ τὰ ἀποτιμήματα λαμβάν[ει· καὶ τοὺς ἐπιτρόπους], ἐὰν μὴ [δι]δῶσι τοῖς παισὶ τὸν σῖτον, οὗτος εἰσπράττει.
LVI. また、アーコン、バシレウス、ポレマルコスは、それぞれ自分が望む補佐官を2人ずつ得る。これらの者は職務を補佐する前に裁判所で資格審査を受け、補佐の職を終えた後に会計監査を受ける。そして、アーコンは就任するとすぐに、まず、彼が就任する前に各自が所有していたものを、任期の終了までそのまま所有し、支配し続けることができる旨を布告する。次いで、アテナイ人全員の中から最も富裕な者から悲劇の合唱隊支援者(コレゴス)を3人任命する。以前は喜劇のためにも5人任命していたが、現在はこれらに対しては部族が提示する。次いで、部族によって大ディオニュシア祭の成人男子、少年、喜劇のために、またタルゲリア祭の成人男子と少年のために提示された合唱隊支援者を引き受け(大ディオニュシア祭用には各部族から、タルゲリア祭用には2部族から1人であり、部族が交代で提供する)、これら(の支援者)に対して財産交換(アンティドシス)の手続きを行い、また、もし誰かが「以前にこの奉仕をすでに行った」とか、「他の奉仕をすでに行って免除期間がまだ明けていないため免除されている」とか、「規定の年齢に達していない」と言って回避の申し立て(スケプシス)をする場合、その申し立てを(裁判所に)持ち込む。というのも、少年のために合唱隊支援者を務める者は40歳を超えていなければならないからである。彼はまた、デロス島への合唱隊支援者たちと、青年たちを運ぶ30橈船の使節団長を任命する。また、彼はいくつかの行列を管理する。すなわち、秘儀参入者たちが家に留まっているときに行われるアスクレピオスへの行列、および、大ディオニュシア祭の行列であり、後者は世話人(エピメレータイ)とともに行う。この世話人は、以前は民衆が挙手で10人を選出しており、彼らは行列の費用を自己負担していたが、現在は部族ごとに1人ずつ抽選で選び、彼らの準備のために100ミナを支給する。彼はまた、タルゲリア祭の行列と、救済者ゼウスへの行列も管理する。彼はまた、これら大ディオニュシア祭とタルゲリア祭の競技会も主催する。祝祭に関しては、彼はこれらを管理する。 また、公訴および私訴が彼に対して提起され、彼は予備審問を行った上でこれらを裁判所に持ち込む。それらは、両親虐待の訴え(これは告訴を望む者にとって罰則のないものである)、孤児虐待の訴え(これは後見人に対するものである)、相続女虐待の訴え(これは後見人および共同生活を送る夫に対するものである)、孤児の家産毀損の訴え(これもまた後見人に対するものである)、精神異常の訴え(誰かが、正気を失って自身の財産を滅ぼしていると他者を非難する場合)、共有財産分割人の選定を求める訴え(共有財産を分割することを望まない者がいる場合)、後見人の指定を求める訴え、後見をめぐる紛争に関する訴え、証拠物件提示を求める訴え、自らを後見人として登録することを求める訴え、遺産および相続女の帰属認定に関する訴えである。彼はまた、孤児たち、相続女たち、および夫の死後に妊娠していると主張する女性たちを保護する。そして、違法行為を行う者に対して罰金を科すか、あるいは裁判所に告発する権限を持つ。彼はまた、孤児や相続女の家財を、14歳になるまで貸し出し、担保を徴収する。また、もし後見人が子供たちに養育費を支払わない場合、彼はこれを強制的に徴収する。
- 56.1οὓς ἂν βούληται
関係代名詞 ὅς に小辞 ἄν と接続法(βούληται)が組み合わさったもので、一般的な対象(「望む者は誰でも」)を示す条件節に準じる用法である。
- 56.2κηρύττει, ὅσα τις εἶχεν... ταῦτ’ ἔχειν καὶ κρατεῖν
動詞 κηρύττει(布告する)が間接話法の対格不定詞構文(ἔχειν καὶ κρατεῖν)を導いている。不定詞の意味上の主語として一般的な対格(τινά など)が省略されている。
- 56.7ἕως ἂν τετταρακαιδεκέτις γένηται
時間を示す接続詞 ἕως ἄν + 接続法の構文。主語は明示されていないが、形容詞の女性単数形 τετταρακαιδεκέτις(14歳の)から、直前の「相続女」(τῶν ἐπικλήρων)を指していることがわかる。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(49 件・最終 2026-10-12)
- 2026-10-12 AI校閲 — 注 1 件
- 2026-10-12 AI校閲 — 訳文 4 件
- 2026-10-12 底本との照合 — 原文 5 件
- 2026-10-11 底本との照合 — 原文 37 件
- 2026-09-22 AI校閲 — 原文 1 件
- 2026-09-22 読者の報告(AIが修正) — 訳文 1 件
