- 底本
- Aristotle. Aristotelis Res Publica Atheniensium. Kenyon, Frederic, editor. Berlin: Reimer, 1903.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg003.humanitext-grc1:54-55
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-03
道路修復人、会計監査官、各種書記官、祭司などの抽選による諸官職の職務が説明され、次いで9人のアーコンの抽選方法と、家系や親孝行、納税、軍役等を問う厳格な二重資格審査、および就任時の誓誓手続きが詳述される。
LIV. κληροῦσι δὲ καὶ τάσδε τὰς ἀρχάς· ὁδοποιοὺς πέντε οἷς προστέτακται δημοσίους ἐργάτας ἔχουσι τὰς ὁδοὺς ἐπισκευάζειν.1 καὶ λογιστὰς δέκα καὶ συνηγόρους τούτοις δέκα, πρὸς οὓς ἅπαντας ἀνάγκη τοὺς τὰς ἀρχὰς ἀρξ[αντ]ας λόγον ἀπενεγκεῖν. οὗτοι γάρ εἰσι μόνοι <οἱ> τοῖς ὑπευθύνοις λογιζόμενοι καὶ τὰς εὐθύνας εἰς τὸ δικαστήριον εἰσάγοντες. κἂν μέν τινα κλέπτοντ’ ἐξελέγξωσι, κλοπὴν οἱ δικασταὶ καταγιγνώσκουσι καὶ τὸ γνωσθὲν ἀποτίνεται δεκαπλοῦν· ἐὰν δέ τινα δῶρα λαβόντα ἐπιδείξωσιν καὶ καταγνῶσιν οἱ δικασταί, δώρων τιμῶσιν, ἀποτίνεται δὲ καὶ τοῦτο δεκαπλοῦν· ἂν δ’ ἀδικεῖν καταγνῶσιν, ἀδικίου τιμῶσιν, ἀποτίνεται δὲ τοῦθ’ ἁπλοῦν ἐὰν πρὸ τῆς θ̅ πρυτανείας ἐκτείσῃ τις,2 εἰ δὲ μή, διπλοῦται. τὸ <δὲ> δεκαπλοῦν οὐ διπλοῦται. κληροῦσι δὲ καὶ γραμματέα τὸν κατὰ πρυτανείαν καλούμενον, ὃς τῶν γραμμάτων ἐστὶ κύριος καὶ τὰ ψηφίσματα τὰ γιγνόμενα φυλάττει, καὶ τἄλλα πάντα ἀντιγράφεται καὶ παρακάθηται τῇ βουλῇ. πρότερον μὲν οὖν οὗτος ἦν χειροτονητός, καὶ τοὺς ἐνδοξοτάτους καὶ πιστοτάτους ἐχ[ει]ροτόνουν· καὶ γὰρ ἐν ταῖς στήλαις πρὸς ταῖς συμμαχίαις καὶ προξενί[αι]ς καὶ πολιτείαις οὗτος ἀναγράφεται· νῦν δὲ γέγονε κληρωτός. κληροῦσι δὲ καὶ ἐπὶ τοὺς νόμους ἕτερον ὃς παρακάθηται τῇ βουλῇ, καὶ ἀντιγράφεται καὶ οὗτος πάντας. χειροτονεῖ δὲ καὶ ὁ δῆμος γραμματέα τὸν ἀναγνωσόμενον αὐτῷ καὶ τῇ βουλῇ, καὶ οὗτος οὐδενός ἐστι κύ[ρι]ος ἀλλὰ τοῦ ἀναγνῶναι. κληροῖ δὲ καὶ ἱεροποιοὺς δέκα, τοὺς ἐπὶ τὰ ἐκθύματα καλουμένους, [οἳ] τά τε μ[αν]τευτὰ ἱερὰ θύουσιν, κἄν τι καλλιερῆσαι δέῃ, καλλιεροῦσι μετὰ τῶν μάντε[ων]. κληροῖ δὲ καὶ ἑτέρους δέκα, τοὺς κατ’ ἐνιαυτὸν καλουμένους, οἳ θυσίας τέ τινας θύουσι [καὶ τ]ὰς πεντετηρίδας ἁπάσας διοικοῦσιν πλὴν Παναθηναίων. ε[ἰσὶ δὲ] πεντετηρίδες μία μ[ὲν ἡ εἰ]ς Δῆλον (ἔστι δὲ καὶ ἑπ[τ]ετηρὶς ἐνταῦθα), δευτέρα δὲ Βραυρώνια, τρίτη [δ᾿] Ἡράκλε]ια, τετάρτη [δ᾿] Ἐλευσ[ίν]ια, ε̄ δὲ Πα[ν]αθήναια· καὶ τούτων οὐδεμία ἐν τῷ αὐτῷ ἐγγίγνε[ται. νῦν] δὲ πρόσκειται [καὶ Ἡ]φαίσ[τια] ἐπὶ Κηφισοφῶντος ἄρχοντος. κληροῦσι δὲ καὶ εἰς Σαλαμῖνα ἄρχοντα, καὶ εἰς Πει[ραι]έα δήμαρχον, οἳ τά τε Διονύσια ποιοῦσιν ἑκατέρωθι καὶ χορηγοὺς καθιστᾶσιν. ἐν Σαλαμ[ῖνι] δὲ καὶ τοῦ[ν]ομα τοῦ ἄρχοντος ἀναγράφεται.
LIV. 彼らはまた、以下の諸官職を抽選で選ぶ。5人の道路修復人であり、彼らには、公的な労働者を従えて道路を修復することが義務づけられている。また10人の会計監査官と、彼らを補佐する10人の公訴支援人。官職を終えたすべての者は、彼らに対して会計報告を提出しなければならない。なぜなら、彼らのみが、会計監査を受ける責任のある者たちの会計を検査し、その監査結果を裁判所に持ち込むからである。そして、もし誰かが盗みを働いたことを立証すれば、裁判官たちは窃盗罪の判決を下し、認定された額の10倍が罰金として支払われる。また、もし誰かが賄賂を受け取ったことを示し、裁判官たちが有罪と判定すれば、収賄罪の罰を科し、これもまた10倍が支払われる。しかし、もし不法行為を行ったと判定すれば、不当利得罪の罰を科し、もし第9プリュタネイア(委員会期)までに支払えばその額は1倍であるが、さもなければ2倍になる。ただし、10倍の額は2倍にならない。また、彼らは「プリュタネイアごとの書記官」と呼ばれる者を抽選で選ぶ。彼は公文書を管轄し、可決された決議を保管し、他のすべての写しを取り、評議会に陪席する。以前は、この者は挙手によって選ばれ、人々は最も名誉あり信頼できる者たちを選んでいた。実際、同盟や客連関係、市民権付与に関する(決議を刻んだ)碑文にも彼の名が刻まれている。しかし現在は、抽選制になっている。彼らはまた、法律担当のもう一人の書記官を抽選で選び、彼もまた評議会に陪席し、すべての法律の写しを取る。民衆はまた、民衆自身と評議会のために朗読を行う書記官を挙手で選び、この者は朗読すること以外には何の権限も持たない。 また、彼は「贖罪犠牲担当」と呼ばれる10人の祭司を抽選で選ぶ。彼らは神託によって命じられた犠牲を捧げ、もし吉兆を得るための犠牲を捧げる必要があれば、預言者たちとともにこれを行う。また、「年次の(祭司)」と呼ばれる別の10人を抽選で選ぶ。彼らは特定の犠牲を捧げ、パンアテナイア祭を除くすべての4年周期の祝祭を管理する。4年周期の祝祭とは、第一にデロス島への(使節の)祭り(ただし、そこには7年周期の祭りもある)、第二にブラウロンの祭り、第三にヘラクレスの祭り、第四にエレウシスの祭り、第五にパンアテナイア祭である。そしてそれらのうち、同じ年に重なって開催されるものはない。しかし、現在はキピソファンのアーコン期にヘパイストス祭も追加された。彼らはまた、サラミスへの管理官と、ペイライエウスへの区長を抽選で選ぶ。彼らはそれぞれの地でディオニュソス祭を執り行い、合唱隊支援者を任命する。また、サラミスでは、その管理官の名前も公に記録される。
LV. αὗται μὲν οὖν αἱ ἀρχαὶ κληρωταί τε καὶ κύριαι τῶν εἰ[ρη]μένων [πάντ]ων εἰσίν. οἱ δὲ καλούμενοι ἐννέα ἄρχοντες τὸ μὲν ἐξ ἀρχῆς ὃν τρόπον καθίσταντο [εἴρ]ηται· [νῦν] δὲ κληροῦσιν θεσμοθέτας μὲν ἓξ καὶ γραμματέα τούτοις, ἔτι δ’ ἄρχοντα καὶ βασιλ[έ]α καὶ πολέμαρχον κατὰ μέρος ἐξ ἑκάστης φυλῆς. δοκιμάζονται δ’ οὗτοι πρῶτον μὲν ἐν τῇ β[ουλ]ῇ τοῖς φ πλὴν τοῦ γραμματέως, οὗτος δ’ ἐν δικαστηρίῳ μόνον ὥσπερ οἱ ἄλλοι ἄρχοντ[ες]3 (πάντες γὰρ καὶ οἱ κληρωτοὶ καὶ οἱ χειροτονητοὶ δοκιμασθέντες ἄρχουσιν), οἱ δ’ ἐννέα ἄ[ρ]χοντες ἔν τε τῇ βουλῇ καὶ πάλιν ἐν δικαστηρίῳ. καὶ πρότερον μὲν οὐκ ἦρχεν ὅντ[ιν’] ἀποδοκιμάσειεν ἡ βουλή, νῦν δ’ ἔφεσίς ἐστιν εἰς τὸ δικαστήριον, καὶ τοῦτο κύριόν ἐστι τῆς δοκιμ[α]σίας. ἐπερωτῶσιν δ’, ὅταν δοκιμάζωσιν, πρῶτον μὲν ῾τίς σοι πατὴρ καὶ πόθεν τῶν δήμων, καὶ τίς πατρὸς πατήρ, καὶ τίς μήτηρ, καὶ τίς μητρὸς πατὴρ καὶ πόθεν τῶν δήμων’; μετὰ δὲ ταῦτα, εἰ ἔστιν αὐτῷ Ἀπόλλων πατρῷος καὶ Ζεὺς ἑρκεῖος, καὶ ποῦ ταῦτα τὰ ἱερά ἐστιν, εἶτα ἠρία εἰ ἔστιν καὶ ποῦ ταῦτα, ἔπειτα γονέας εἰ εὖ ποιεῖ, [καὶ] τὰ τέλη <εἰ> τελεῖ, καὶ τὰς στρατείας εἰ ἐστράτευται. ταῦτα δ’ ἀνερωτήσας ‘κ[ά]λει’, φησίν, ‘τούτων τοὺς μάρτυρας’. ἐπειδὰν δὲ παράσχηται τοὺς μάρτυρας, ἐπερωτᾷ ‘τούτου βούλεταί τις κατηγορεῖν’; κἂν μὲν ᾖ τις κατήγορος, δοὺς κατηγορίαν καὶ ἀπολογίαν οὕτω δίδωσιν ἐν μὲν τῇ βουλῇ τὴν ἐπιχειροτονίαν, ἐν δὲ τῷ δικαστηρίῳ τὴν ψῆφον· ἐὰν δὲ μηδεὶς βούληται κατηγορεῖν, εὐθὺς δίδωσι τὴν ψῆφον. καὶ πρότερον μὲν εἷς ἐνέβαλλε τὴν ψῆφον, νῦν δ’ ἀνάγκη πάντας ἐστὶ διαψηφίζεσθαι περὶ αὐτῶν, ἵνα, ἄν τις πονηρὸς ὢν ἀπαλλάξῃ τοὺς κατηγόρους, ἐπὶ τοῖς δικασταῖς γένηται τοῦτον ἀπ[ο]δοκιμάσαι. δοκιμασθέν⟨τες⟩ δὲ τοῦτον τὸν τρόπον4 βαδίζουσι πρὸς τὸν λίθον ἐφ’ ο[ὗ] τὰ τόμι’ ἐστίν, ἐφ’ οὗ καὶ οἱ διαιτηταὶ ὀμόσαντες ἀποφαίνονται τὰς διαίτας καὶ οἱ μάρτυρες ἐξόμνυνται τὰς μαρτυρίας· ἀναβάντες δ’ ἐπὶ τοῦτον ὀμνύουσιν δικαίως ἄρξειν καὶ κατὰ τοὺς νόμους, καὶ δῶρα μὴ λήψεσθαι τῆς ἀρχῆς ἕνεκα, κἄν τι λάβωσι ἀνδριάντα ἀναθήσειν χρυσοῦν. ἐντεῦθεν δ’ ὀμόσαντες εἰς ἀκρόπολιν βαδίζουσιν καὶ πάλιν ἐκεῖ ταὐτὰ ὀμνύουσι, καὶ μετὰ ταῦτ’ εἰς τὴν ἀρχὴν εἰσέρχονται.
LV. したがって、これらの官職は抽選で選ばれ、上述のすべての事柄を管轄する。いわゆる「9人のアーコン」については、当初どのように任命されていたかは既に述べた。現在は、6人のテスモテタイと彼らのための1人の書記官、さらにアーコン、バシレウス、ポレマルコスを、各部族から順に抽選で選ぶ。彼らは、まず500人評議会において資格審査を受ける。ただし書記官は除外され、この者は裁判所においてのみ審査される。他の官職(抽選による者も挙手による者もすべて、審査を通った者が就任する)も同様であるが、9人のアーコンは、評議会において、そして再び裁判所において、二重に審査される。以前は、評議会が不適格と判定した者は官職に就くことができなかったが、現在は裁判所への控訴の道があり、裁判所が審査の最終決定権を持つ。審査を行う際、彼らはまずこう問い尋ねる。「あなたの父親は誰で、どの区の出身か。父親の父親は誰か。母親は誰か。そして母親の父親は誰で、どの区の出身か」。これに続いて、彼に先祖伝来のアポロンと垣内のゼウスの祭壇があるか、そしてそれらの聖所はどこにあるか、さらに祖先の墓があるか、それらはどこにあるか、さらに親を大切にしているか、税を納めているか、軍事遠征に従軍したか、を尋ねる。そして「これらのことについて、証人たちを呼びなさい」と審査官は言う。彼が証人たちを提示すると、「この者を告発したい者はいるか」と問い尋ねる。もし告発者がいれば、告発と弁明の機会を与えた上で、評議会においては挙手による採決を、裁判所においては投票を行う。しかし、もし誰も告発を望まなければ、直ちに投票を行う。以前は、一人の者が投票を投じるだけであったが、現在は、彼らについて全員が投票しなければならない。これは、もし不適格な者が告発者たちを懐柔したとしても、裁判官たちの手によってその者を不適格と判定できるようにするためである。このようにして審査を通過すると、彼らは供儀の肉が置かれている石のところへ歩んでいく。その石の上で、仲裁人たちも誓いを立てて判決を下し、証人たちも証言を拒否する誓いを行うのである。彼らはこの石の上に立ち、公正かつ法律に従って職務を行うこと、また職務に関して賄賂を受け取らないこと、もし何かを受け取ったならば黄金の彫像を奉納することを誓う。そこでの誓いの後、アクロポリスへと歩み、そこでも再び同じことを誓い、その後に職務に就くのである。
- 54.1ὁδοποιοὺς πέντε οἷς προστέτακται δημοσίους ἐργάτας ἔχουσι τὰς ὁδοὺς ἐπισκευάζειν
関係代名詞を与格 οἷς として受ける非人称構文 προστέτακται (〜が義務づけられている) において、主格の分詞 ἔχουσι(正しくは ἔχουσι 複数与格)が οἷς に一致している。これは ἔχουσι を与格・複数・現在分詞(ἔχω)と取り、「公的な労働者を従えつつ」と訳すのが構文上最も整合的である。あるいは写本の乱れにより、分詞が主格複数 ἔχοντες のように解釈されることもあるが、意味上の関係は変わらない。
- 54.2ἀποτίνεται δὲ τοῦθ’ ἁπλοῦν ἐὰν πρὸ τῆς θ̅ πρυτανείας ἐκτείσῃ τις
不法行為罪(ἀδικίου)の罰金は、第9プリュタネイア(アテナイの暦の10区分のうちの第9期)より前に支払う場合は「1倍」(ἁπλοῦν)であるが、それを過ぎると「2倍」(διπλοῦται)になる。テキスト中の τὸ οὐ διπλοκκῦται は写本の乱れであるが、続く τὸ δὲ χρέος οὐ διπλοῦται(ただし、本金(債務)自体は2倍にならない、すなわち罰金部分のみが倍加される)という解釈に基づく。
- 55.2οὗτος δ’ ἐν δικαστηρίῳ μόνον οἱ ἄλλοι ἄρχοντες
資格審査(ドキマシア)の対象に関する対比。δοκιμάζονται δ’ οὗτοι ... πλὴν τοῦ γραμματέως に対し、οὗτος δ’(この書記官は)は ἐν δικαστηρίῳ μόνον(裁判所においてのみ審査される)となる。その後の οἱ ἄλλοι ἄρχοντες は、「他のすべての官職についても[裁判所でのみ審査される]」という文脈上の省略、または写本の脱落を示す。ここでは、9人のアーコン以外の他の抽選官職は一重の審査(裁判所のみ)で済むのに対し、9人のアーコンは評議会と裁判所の二重審査を受けるという対比構造である。
- 55.5δοκιμασθὲν δὲ τοῦτον τὸν τρόπον
写本の δοκιμασθὲν(中性単数分詞)は、文脈上主格複数(審査を通過した彼らは、の意)であるべき箇所であり、δοκιμασθέντες の誤写とみなすのが一般的である。絶対対格的に「これが審査されたとき」と取ることも不可能ではないが、続く動詞 βαδίζουσι(彼らは歩む)の主語が9人のアーコンであることを考えると、主格複数形への修正・解釈が自然である。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(75 件・最終 2026-10-12)
- 2026-10-12 AI校閲 — 訳文 6 件
- 2026-10-12 底本との照合 — 原文 14 件
- 2026-10-11 底本との照合 — 原文 55 件
