- 底本
- Aristotle. Aristotelis Res Publica Atheniensium. Kenyon, Frederic, editor. Berlin: Reimer, 1903.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg003.humanitext-grc1:47-48
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-03
アテナイの国家財政や公有財産(鉱山や神域)の管理、税の請負売却、およびそれに関わる財務官、売却委員、受取委員などの官職の手続きを解説し、さらには官職者の会計監査と、査問委員を通じた民事・公事の告発プロセスについて詳述している。
XLVII. συνδιοικεῖ δὲ καὶ ταῖς ἄλλαις ἀρχαῖς τὰ πλεῖστα. πρῶτον μὲν γὰρ οἱ ταμίαι τῆς Ἀθηνᾶς εἰσὶ μὲν δέκα, κλη[ροῦτα]ι δ’ εἷς ἐκ τῆς φυλῆς, ἐκ πεντακοσιομεδίμνων κατὰ τὸν Σόλωνος νόμ[ον (ἔτι γὰρ ὁ] νόμος κύριός ἐστιν), ἄρχει δ᾿ ὁ λαχὼν κἂν πάνυ πένης ᾖ.1 παραλαμβάνου[σι] δὲ τό τε ἄγαλμα τῆς Ἀθηνᾶς καὶ τὰς Νίκας καὶ τὸν ἄλλον κόσμον καὶ τὰ χρ[ήματ]α ἐναντίον τῆς βουλῆς. ἔπειθ᾿ οἱ πωληταὶ ῖ μέν εἰσι, κληροῦται δ᾿ εἷς ἐκ τῆς φ[υ]λῆς. [μ]ισθοῦσι δὲ τὰ μισθώματα πάντα, καὶ τὰ μέταλλα πωλοῦσι καὶ τὰ τέλη μετὰ τοῦ ταμίου τῶν στρατιωτικῶν καὶ τῶν ἐπὶ τὸ θεωρικὸν ᾑρημένων ἐναντίον τῆς [βουλῆς], καὶ κυροῦσιν ὅτῳ ἄν ἡ βουλὴ χειροτονήσῃ, καὶ τὰ πραθέντα μέταλλα τά τ᾿ ἐργάσιμα τὰ εἰς τρία ἔτη πεπραμένα καὶ τὰ συγκεχωρημένα τὰ εἰς – ἔ[τη] πεπραμένα. καὶ τὰς οὐσίας τῶν ἐξ Ἀρείου πάγου φευγόντων καὶ τῶν ἄ̣λ̣λ̣ω̣ν̣ ἐ̣ν̣α̣ν̣[τίον τῆς] βουλῆς πωλοῦσιν, κατακυροῦσι δ᾿ οἱ θ̄ ἄρχοντες. καὶ τὰ τέλη τὰ εἰς ἐνιαυτ[ὸ]ν πεπραμένα ἀναγράψαντες εἰς λελευκωμένα γραμματεῖα τόν τε πριάμενον καὶ [ὅσου] ἂν πρίηται τῇ βουλῇ παραδιδόασιν. ἀναγράφουσιν δὲ χωρὶς μὲν οὓς δεῖ κατὰ πρ[υτ]ανείαν ἑκάστην καταβάλλειν εἰς δέκα γραμματεῖα, χωρὶς δὲ οὓς τρὶς τοῦ [ἐ]νιαυτοῦ, γραμματεῖον κατὰ τὴν καταβολὴν ἑκάστην ποιήσαντες, χωρὶς δ᾿ οὓς [ἐπ]ὶ τῆς ἐνάτης πρυτανείας. ἀναγράφουσι δὲ καὶ τὰ χωρία καὶ τὰς οἰκίας τὰ[πο]γρα[φ]έντα καὶ πραθέντα ἐν τῷ δικαστηρίῳ· καὶ γὰρ ταῦθ’ οὗτοι πωλ[οῦσιν. ἐστὶ] δὲ τῶν μὲν οἰκιῶν ἐν ε̄ ἔτεσιν ἀνάγκη τὴν τιμὴν ἀποδοῦναι, τῶν δὲ χωρίων ἐν δέκα· καταβάλλουσιν δὲ ταῦτα ἐπὶ τῆς ἐνάτης πρυτανείας. εἰσφέρει δὲ καὶ ὁ βασιλεὺς τὰς μισθώσεις τῶν τεμενῶν ἀναγράψας ἐν γραμματε[ίοις λε]λε[υ]κωμένοις. ἐστὶ δὲ καὶ τούτων ἡ μὲν μίσθωσις εἰς ἔτη δέκα, καταβάλλεται δ’ ἐπὶ τῆς [θ] πρυτανείας· διὸ καὶ πλεῖστα χρήματα ἐπὶ ταύτης συλλέγεται τῆς πρυ[τ]ανείας. εἰσφέρεται μὲν οὖν εἰς τὴν βουλὴν τὰ γραμματεῖα κ[ατὰ] τὰς καταβολὰς ἀναγεγραμμένα, τηρεῖ δ’ ὁ δημόσιος·2 ὅταν δ’ ᾖ χρημάτων [κατα]βολή, παραδίδωσι τοῖς ἀποδέκταις αὐτὰ ταῦτα καθελ[ὼν] ἀπ[ὸ τῶν] ἐπιστυλίων ὧν ἐν ταύτῃ τῇ ἡμέρᾳ δεῖ τὰ χρήματα καταβληθ[ῆν]αι κ[αὶ ἀ]παλειφθῆναι· τὰ δ᾿ ἄλλα ἀπόκειται χωρὶς ἵνα μὴ προεξαλει[φθῇ].
評議会はまた、他の官職ともほとんどの職務を共同で管理する。まず第一に、アテナの財務官は10名であり、各部族から1名が、ソロンの法律に従ってペンタコシオメディムノイ(五百石級)から抽選される(というのも、その法律は今なお有効だからである)。しかし、抽選で当たった者は、たとえ極めて貧しくても官職に就く。彼らは評議会の前で、アテナの神像、ニケ(勝利の女神像)、その他の装飾品、および資金を引き継ぐ。次に、売却委員(ポレータイ)は10名であり、各部族から1名が抽選される。彼らはすべての貸借契約を貸し出し、鉱山を売却し、軍事資金財務官および観劇手当(テオリコン)管理委員に選出された者たちとともに、評議会の前で税(の徴税請負)を売却し、評議会が挙手投票した者に確定させる。また、3年間の租借期間で売却された稼働中の鉱山、および、[何年かの]期間で売却された許可された鉱山を売却する。また、アレオパゴス会議(の判決)によって追放された者たちの財産およびその他の財産を、評議会の前で売却し、9人の執政官がこれを確定する。そして、1年間のために売却された税を白塗りの木札に記録し、購入者および購入された額を評議会に引き渡す。彼らは、各プリュタネイアに納付すべき者たちを10枚の木札に分けて、また、年に3回納付すべき者たちを各納付期について木札を作成して分けて、さらに第9プリュタネイアに納付すべき者たちを分けて、それぞれ記録する。彼らはまた、裁判所において登録され売却された土地や家屋も記録する。というのも、これらも彼らが売却するからである。家屋については5年以内に、土地については10年以内にその代金を支払う義務があり、これらは第9プリュタネイアに納付される。王(バシレウス)もまた、神域の貸借契約を白塗りの木札に記録して提出する。これらについても、貸借期間は10年であり、第9プリュタネイアに納付される。そして、このプリュタネイアに最も多くの資金が収集される。このように、支払期ごとに記録された木札は評議会に持ち込まれ、公設の書記が保管する。そして資金の支払日になると、書記は、その日に資金が支払われ、かつ消去されるべきものが載っている棚からそれらを取り外して、受取委員に引き渡す。その他のものは、誤って事前に消去されないように、別にして保管される。
XLVIII. [εἰσὶ] δ’ ἀποδέκται δέκα, κεκληρωμένοι κατὰ φυλάς· οὗτοι δὲ παραλαβόντες τὰ [γρα]μματεῖα ἀπαλείφουσι τὰ καταβαλλόμενα χρήματα ἐναντίον τ[ῆς βουλῆς] ἐν τῷ βουλευτηρίῳ, καὶ πάλιν ἀποδιδόασιν τὰ γραμματεῖα τ[ῷ δη]μοσίῳ· κἄν τις ἐλλίπῃ καταβολήν, ἐνταῦθ’ ἐγγέγραπται, καὶ διπλά[σιον ἀ]νάγκη τὸ [ἐλλ]ειφθὲν καταβάλλειν ἢ δεδέσθαι, καὶ ταῦτα εἰσπράτ[τειν ἡ βο]υλὴ καὶ δῆσαι [κυ]ρία κατὰ τοὺς νόμους ἐστίν. τῇ μὲν οὖν προτεραίᾳ δέχονται τὰς π[άσα]ς καὶ μερίζουσι ταῖς ἀρχαῖς, τῇ δ’ ὑστεραίᾳ τόν τε μερισμὸν εἰσ[φέρου]σι γράψαντες ἐν σανίδι καὶ καταλέγουσιν ἐν τῷ βουλευτηρίῳ καὶ προ[τιθ]έασιν ἐν τῇ βουλῇ, εἴ τίς τινα οἶδεν ἀδικοῦντα περὶ τὸν μερισμ[ὸν ἢ ἄρ]χοντα ἢ ἰδιώτην, καὶ γνώμας ἐπιψηφίζουσιν, ἐάν τίς τι δοκῇ ἀδικ[εῖν. κ]ληροῦσι δὲ καὶ λογιστὰς ἐξ αὑτῶν οἱ βουλευταὶ δέκα τοὺς λογιουμένους τ[αῖς ἀρ]χαῖς κατὰ τὴν πρυτανείαν ἑκάστην. κληροῦσι δὲ καὶ εὐθύνους ἕνα τῆς φυ[λῆς ἑ]κάστης, καὶ παρέδρους β ἑκάστῳ τῶν εὐθύνων, οἷς ἀναγκαῖόν ἐστι ταῖς α..... αις κατὰ τὸν ἐπώνυμον τὸν τῆς φυλῆς ἑκάστης καθῆσθαι· κἄν τις βούλ[ηταί] τινι τῶν τὰς εὐθύνας ἐν τῷ δικαστηρίῳ δεδωκότων ἐντὸς γ̄ ἡ[μερῶν3 ἀφ’] ἧς ἔδωκε τὰς εὐθύνας εὔθυναν ἄν τ’ ἰδίαν ἄν τε δ[η]μο[σί]α[ν] ἐμβαλέσθαι,4 γράψας εἰς πινάκιον λελευκωμένον τοὔνομα τό [θ᾿ αὑτο]ῦ καὶ τὸ τοῦ φεύγοντος καὶ τὸ ἀδίκημ’ ὅ τι ἂν ἐγκαλῇ, καὶ τίμημα ἐ[πιγραψ]άμενος ὅ τι ἂν αὐτῷ δοκῇ δίδωσιν τῷ εὐθύνῳ. ὁ δὲ λαβὼν τοῦτο καὶ ἀν[αγνού]ς, ἐὰν μὲν καταγνῷ παραδίδωσιν τὰ μὲν ἴδια τοῖς δικασταῖς τοῖς κατὰ δήμ[ους τοῖς] τὴν φυλὴν ταύτην εἰσάγουσιν, τὰ δὲ δημόσια τοῖς θεσμοθέτα[ις ἀ]ναγράφει. οἱ δὲ θεσμοθέται, ἐὰν παραλάβωσιν, πάλιν εἰσάγουσιν [ταύτην τὴν] εὔθυναν εἰς τὸ δικαστήριον, καὶ ὅ τι ἂν γνῶσιν οἱ δικαστ[αί, τοῦτο κύ]ριόν ἐστιν.
受取委員(アポデクタイ)は10名であり、部族ごとに抽選される。彼らは木札を受け取り、評議会の前で、評議会議場において支払われた資金を消去し、再びその木札を公設の書記に返却する。もし誰かが支払いを怠った場合、そのことはここに記録され、不足分を2倍にして支払うか、あるいは拘束されなければならない。そして評議会は、法律に従って、これを徴収し、拘束する最終決定権を持つ。彼らは、前日にはすべての納付を受け取って各官職に配分し、翌日にはその配分を板に記録して評議会議場に提出し、評議会において公示する。もし誰かが、官職の者であれ私人であれ、配分に関して不正を行っている者を知っている場合には(その旨を告発でき)、もし誰かが不正を行っていると思われる場合には、評議会は決議に付す。また、評議員たちは自分たちの中から10名の会計監査委員を抽選で選び、各プリュタネイアにおいて各官職の会計を監査させる。彼らはまた、各部族から1名の査問委員、および各査問委員に2名ずつの立会員を抽選で選ぶ。彼らは各部族の名祖の(像の)前に、市場の日に着座しなければならない。そして、もし誰かが、裁判所において会計報告を終えた官職の者の誰かに対して、報告を終えてから3日以内に、私的な告訴であれ公的な告訴であれ告訴を行いたいと望むなら、白塗りの小板に自身の名前、被告の名前、および告訴する不法行為の内容を書き、適切と思われる賠償額を書き添えて、査問委員に提出する。査問委員はこれを受け取って読み上げ、もし有罪(理由あり)と認定した場合には、私的な訴訟については、この部族(の訴訟)を導入する地方裁判員に引き渡し、公的な告訴についてはテスモテタイに記録して提出する。テスモテタイは、これを受け取ったならば、再びこの会計査問(エウテュナ)を裁判所に導入し、裁判員たちが判決した内容を最終決定とする。
- 47.1ἄρχει δ᾿ ὁ λαχὼν πάνυ πάνυ πένης ᾖ
写本 L は "ἄρχει δ᾿ ὁ λαχὼν πάνυ πάνυ πένης ᾖ" と記す。接続法 "ᾖ" は、譲歩の接続詞 "κἂν"(καὶ ἐάν)の省略、あるいは写本の破損を伴う条件文の帰結として理解され、「抽選で当たった者は、極めて貧しくても官職に就く」と解釈される。
- 47.5τηρεῖ δ’ ὁ δημόσιος
"ὁ δημόσιος"(公設の者)は名詞化された形容詞であり、ここでは公的な奴隷、すなわち公設の書記(δημόσιος γραμματεύς)を指す。
- 48.4ἐντὸς γݲ ἡμερῶν
写本 L は "γݲ"(3日)と記しているが、アテナイの実際の法制度や他史料に鑑みて、多くの校訂者はこれを "λݲ"(30日)の誤記とみなす。本訳では原文の表記(3日)を反映させているが、制度上は30日が一般的である。
- 48.4κἄν τις βούληται... ἐμβαλέσθαι
不定詞 "ἐμβαλέσθαι"(告訴を提起する)は、直前の条件節内の動詞 "βούληται" に依存しており、「もし誰かが(告訴を)提起したいと望むなら」という構文を形成している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(52 件・最終 2026-10-12)
- 2026-10-12 AI校閲 — 訳文 1 件
- 2026-10-12 底本との照合 — 原文 5 件
- 2026-10-11 底本との照合 — 原文 40 件
- 2026-09-22 AI校閲 — 原文 1 件
- 2026-09-21 AI校閲 — 原文 4 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
