← アリストテレス

アテナイ人の国制

§42

市民権の登録審査と青年の軍事訓練制度

アテナイの市民権の登録基準、区民による審査と不服申し立ての手続き、および18歳に達した青年たちが受ける2年間の軍事訓練(エフェベイア)の制度と生活維持について説明される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§42

​XLII. ἔχει δ’ ἡ νῦν κατάστασις τῆς πολιτείας τόνδε τὸν τρόπον. μετέχουσιν μὲν τῆς πολιτείας οἱ ἐξ ἀμφοτέρων γεγονότες ἀστῶν, ἐγγράφονται δ’ εἰς τοὺς δημότας ὀκτωκαίδεκα ἔτη γεγονότες. ὅταν δ’ ἐγγράφωνται διαψηφίζονται περὶ αὐτῶν ὀμόσαντες οἱ δημόται, πρῶτον μὲν εἰ δοκοῦσι γεγονέναι τὴν ἡλικίαν τὴν ἐκ τοῦ νόμου, κἂν μὴ δόξωσι, ἀπέρχονται πάλιν εἰς παῖδας,1 δεύτερον δ’ εἰ ἐλεύθερός ἐστι καὶ γέγονε κατὰ τοὺς νόμους. ἔπειτ’ ἂν μὲν ἀποψηφίσωνται μὴ εἶναι ἐλεύθερον,2 ὁ μὲν ἐφίησιν εἰς τὸ δικαστήριον, οἱ δὲ δημόται κατηγόρους αἱροῦνται πέντε [ἄν]δρας ἐξ αὑτῶν, κἂν μὲν μὴ δόξῃ δικαίως ἐγγράφεσθαι, πωλεῖ τοῦτον ἡ πόλις· ἐὰν δὲ νικήσῃ, τοῖς [δ]ημόταις ἐπάναγκες ἐγγράφειν. μετὰ δὲ ταῦτα δ[οκ]ιμάζει τοὺς ἐγγραφέντας ἡ βουλή, κἄν τις δόξ[ῃ] νεώτερος ὀκτωκαίδεκ’ ἐτῶν εἶναι, ζημιοῖ τ[ο]ὺς δημότας τοὺς ἐγγράψαντας. ἐπὰν δὲ δοκιμασθῶσιν οἱ ἔφηβοι, συλλεγέντες οἱ πατέρες αὐτῶν [κ]ατὰ φυλὰς ὀμόσαντες αἱροῦνται τρεῖς ἐκ τῶν φυλετῶν τῶν ὑπὲρ τετταράκοντα ἔτη γεγονότων, οὓς ἂν ἡγῶνται βελτίστους εἶναι καὶ ἐπιτηδειοτάτους ἐπιμελεῖσθαι τῶν ἐφήβων, ἐκ δὲ τούτων ὁ δῆμος ἕνα τῆς φυλῆς ἑκάστης χειροτονεῖ σωφρονιστὴν καὶ κοσμητὴν ἐκ τῶν ἄλλων Ἀθηναίων ἐπὶ πάντας. συλλαβόντες δ’ οὗτοι τοὺς ἐφήβους, πρῶτον μὲν τὰ ἱερὰ περιῆλθον, εἶτ’ εἰς Πειραιέα πορεύονται καὶ φρουροῦσιν οἱ μὲν τὴν Μουνιχίαν οἱ δὲ τὴν Ἀκτήν. χειροτ[ο]νεῖ δὲ καὶ παιδοτρίβας αὐτοῖς δύο, καὶ διδασκάλους, οἵτινες ὁπλομαχεῖν καὶ τοξεύειν καὶ ἀκοντίζειν καὶ καταπάλτην ἀφιέναι διδάσκουσιν. δίδωσι δὲ καὶ εἰς τροφ[ὴν] τοῖς μὲν σωφρονισταῖς δραχμὴν ᾱ ἑκάστῳ, τοῖς δ’ ἐφήβοις τέτταρας ὀβολοὺς ἑκάστῳ· τὰ δὲ τῶν φυλετῶν τῶν αὑτοῦ λαμβάνων ὁ σωφρονιστὴς ἕκαστος ἀγοράζει τὰ ἐπιτήδεια πᾶσιν εἰς τὸ κοινὸν (συσσιτοῦσι γὰρ κατὰ φυλάς), καὶ τῶν ἄλλων ἐπιμελεῖται πάντων. καὶ τὸν μὲν πρῶτον ἐνιαυτὸν οὕτως διάγουσι· τὸν δ’ ὕστερον ἐκκλησίας ἐν τῷ θεάτρῳ γενομένης ἀποδειξάμενοι τῷ δήμῳ [ τὰ περὶ τὰς τάξεις καὶ λαβόντες ἀσπίδα καὶ δόρυ παρὰ τῆς πόλεως περιπολοῦσι τὴν χώραν καὶ διατρίβουσιν ἐν τοῖς φυλακτηρίοις. φρουροῦσι δὲ τὰ δύο ἔτη, χλαμύδας ἔχοντες, καὶ ἀτελεῖς εἰσι πάντων· καὶ δίκ[η]ν οὔτε διδόασιν οὔτε λαμβάνουσιν, ἵνα μὴ πρό[φ]ασις ᾖ τ[ο]ῦ ἀπιέναι,3 πλὴν περὶ κλήρου καὶ ἐπικλή[ρου], κἄν τ[ι]νι κατὰ τὸ γένος ἱερωσύνη γένηται. διε[ξ]ελθόντων δὲ τῶν δυεῖν ἐτῶν ἤδη μετὰ τῶν ἄλλων εἰσίν.

​XLII. 現在の国制の仕組みは次のようである。両親ともに市民から生まれた者が国制に参与し、18歳に達したときに区民の名簿に登録される。彼らが登録されるとき、区民たちは宣誓した上で彼らについて投票によって評決する。第一に、彼らが法律に定められた年齢に達していると思われるかどうか。もし達していないと判断された場合、彼らは再び子供の列に戻される。第二に、彼が自由身分であり、かつ法律に従って生まれたかどうか。その後、もし区民たちが彼が自由身分ではないと否決したならば、本人は裁判所に控訴し、区民たちは自分たちの中から5人の告発人を選出する。そして、もし彼が登録される資格がないと判断された場合、国家は彼を奴隷として売却する。しかし、もし彼が勝訴したならば、区民たちは彼を登録しなければならない。この後、評議会が登録された者たちを審査する。そして、もし誰かが18歳未満であると思われる場合、登録を行った区民たちに罰金を科す。青年たちが審査をパスすると、彼らの父親たちが部族ごとに集まり、宣誓した上で、40歳以上の部族員の中から、青年たちを監督するのに最も優れ、最も適していると考える者を3名選出する。そして、これらの者の中から、民衆は部族ごとに1名の後見官を挙手投票で選出し、また他のすべてのアテナイ人の中から、全員を統括する1名の総監を選出する。これらの指導者たちは青年たちを率いて、まず諸神殿を巡り、次にペイライエウスへと赴き、一方はムニキアを、他方はアクテを警備する。また、民衆は彼らのために2名の体育教師と、重装歩兵戦術、弓術、槍投げ、およびカタパルト射撃を教える教官たちを挙手投票で選出する。また、維持費として、後見官にはそれぞれ1ドラクマを、青年たちにはそれぞれ4オボロスを支給する。各部族の後見官は、自分の部族の青年たちの分の手当を受け取って全員のために共同の食料を買い出し(なぜなら彼らは部族ごとに共同飲食するからである)、その他すべての世話をする。こうして彼らは最初の1年を過ごす。翌年、劇場で民会が開かれるとき、民衆の前で隊列運動の成果を披露し、国家から盾と槍を受け取ると、彼らは国境地帯を巡回し、各地の砦で過ごす。彼らはこの2年間、軍用マントを着用して警備任務につき、すべての公課を免除される。任務から離脱する口実を与えないよう、彼らは訴えられることも訴えることもない。ただし、遺産や相続女に関する件、あるいは家系によって神職を継承する場合は例外である。2年が経過すると、彼らはすでに他の市民と同じ扱いを受ける。

構文注3 件
  1. 42.1ἀπέρχονται πάλιν εἰς παῖδας

    「再び子供の列に戻る」の意。ここでの παῖδες は単なる年齢のみならず、18歳未満の未成年者という法的な身分区分を指す。πάλιν は、一度登録審査にかけられた青年が、年齢に達していないと判定されることで以前の未成年者の法的地位に差し戻されることを示す。

  2. 42.1ἀποψηφίσωνται μὴ εἶναι ἐλεύθερον

    否決・拒絶を表す動詞 ἀποψηφίζομαι の後に否定の小辞 μή を伴う不定詞 εἶναι が続く。ギリシア語では、否定的な文脈や拒絶の動詞の後に不定詞の否定を強めるために μή が冗長に用いられることがある。全体として「彼が自由身分ではないと否決する」という意味になる。

  3. 42.5τ[ο]ῦ ἀπιέναι

    冠詞付き不定詞の属格形であり、名詞 πρόφασις(口実、理由)を修飾する目的格的属格(または名詞を限定する属格)として機能している。「任務から離脱するための口実」という名詞句を形成する。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(26 件・最終 2026-10-12)
  • 2026-10-12 AI校閲 — 訳文 1 件
  • 2026-10-12 底本との照合 — 原文 1 件
  • 2026-10-11 底本との照合 — 原文 24 件
urn:cts:greekLit:tlg0086.tlg003.humanitext-grc1:42