← アリストテレス

アテナイ人の国制

§38-39

十人委員会の推移と和解条約の締結

三十人政権崩壊後の「十人委員会」の推移と、パウサニアス王の介入による和解、そして市内の残留派とペイライエウスの民主派との間で結ばれた、エレウシスへの移住や大赦を含む和平条約の詳細が記述されている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§38

​XXXVIII. μετὰ δὲ ταῦτα καταλαβόντων τῶν ἀπὸ Φυλῆς τὴν Μουνιχίαν καὶ νικησάντων μάχῃ τοὺς μετὰ τῶν τριάκοντα βοηθήσαντας, ἐπαναχωρήσαντες μετὰ τὸν κίνδυνον οἱ ἐκ τοῦ ἄστεως καὶ συναθροισθέντες εἰς τὴν ἀγορὰν τῇ ὑστεραίᾳ τοὺς μὲν τριάκοντα κατέλυσαν, αἱροῦνται δὲ δέκα τῶν πολιτῶν αὐτοκράτορας ἐπὶ τὴν τοῦ πολέμου κατάλυσιν. οἱ δὲ παραλαβόντες τὴν ἀρχὴν ἐφ’ οἷς μὲν ᾑρέθησαν1 οὐκ ἔπραττον, ἔπεμπον δ' εἰς Λακεδαίμονα βοήθειαν μεταπεμπόμενοι καὶ χρήματα δανειζόμενοι. χαλεπῶς δὲ φερόντων ἐπὶ τούτοις τῶν ἐν τῇ πολιτείᾳ, φοβούμενοι μὴ καταλυθῶσιν τῆς ἀρχῆς καὶ βουλόμενοι καταπλῆξαι τοὺς ἄλλους (ὅπερ ἐγένετο), συλλαβόντες [Δ]ημάρετον οὐδενὸς ὄντα δεύτερον2 τῶν πολιτῶν ἀπέκτειναν, καὶ τὰ πράγματα βεβαίως εἶχον, συναγωνιζομένου Καλλιβίου τε καὶ τῶν Πελοποννησίων τῶν παρόντων καὶ πρὸς τούτοις ἐνίων τῶν ἐν τοῖς ἱππεῦσι. τούτων γάρ τινες μάλιστα τῶν πολιτῶν ἐσπούδαζον μὴ κατελθεῖν τοὺς ἀπὸ Φυλῆς. ὡς δ’ οἱ τὸν Πειραιέα καὶ τὴν Μουνιχίαν ἔχοντες, ἀποστάντος ἅπαντος τοῦ δήμου πρὸς αὐτούς, ἐπεκράτουν τῷ πολέμῳ, τότε καταλύσαντες τοὺς δέκα τοὺς πρώτους αἱρεθέντας ἄλλους εἵλοντο δέκα τοὺς βελτίστους εἶναι δοκοῦντας, ἐφ’ ὧν συνέβη καὶ τὰς διαλύσεις | γενέσθαι καὶ κατελθεῖν τὸν δῆμον, συναγωνιζομένων καὶ προθυμουμένων τούτων. προειστήκεσαν δ’ αὐτῶν μάλιστα Ῥίνων τε ὁ Παιανιεὺς καὶ Φάυλλος ὁ Ἀχερδούσιος· οὗτοι γὰρ πρίν τε Παυσανίαν [τ'] ἀφικέσθαι διεπέμποντο πρὸς τοὺς ἐν Πειραιεῖ καὶ ἀφικομένου συνεσπούδασαν τὴν κάθοδον. ἐπὶ πέρας γὰρ ἤγαγε τὴν εἰρήνην καὶ τὰς διαλύσεις Παυσανίας ὁ τῶν Λακεδαιμονίων βασιλεὺς μετὰ τῶν δέκα διαλλακτῶν τῶν ὕστερον ἀφικομένων ἐκ Λακεδαίμονος, οὓς αὐτὸς ἐσπούδασεν ἐλθεῖν. οἱ δὲ περὶ τὸν Ῥίνωνα διά τε τὴν εὔνοιαν τὴν εἰς τὸν δῆμον ἐπῃνέθησαν, καὶ λαβόντες τὴν ἐπιμέλειαν ἐν ὀλιγαρχίᾳ τὰς εὐθύνας ἔδοσαν ἐν δημοκρατίᾳ, καὶ οὐδεὶς οὐδὲν ἐνεκάλεσεν αὐτοῖς οὔτε τῶν ἐν ἄστει μεινάντων οὔτε τῶν ἐκ Πειραιέως κατελθόντων, ἀλλὰ διὰ ταῦτα καὶ στρατηγὸς εὐθὺς ᾑρέθη Ῥίνων.

​XXXVIII. この後、ピュレからの者たちがムニキアを占拠し、三十人とともに救援に駆けつけた者たちを戦闘で破ると、市内の者たちは危難の後に退却し、翌日広場に集まって三十人を罷免し、戦争を終結させるために全権を有する十人の市民を選出した。しかし、政権を引き継いだ彼らは、選出された目的であった任務を果たさず、ラケダイモンに使節を送って援助を求め、資金を借り入れた。国政に関与していた市民たちがこれに不満を抱くと、彼らは政権から罷免されることを恐れ、また他の人々を威嚇したいと望んだため(これは実際にその通りになったが)、市民の中で誰にも劣らない市民の一人であったデーマレートスを逮捕して処刑し、カッリビオスや滞在していたペロポネソス人たち、さらに騎兵たちのうちの何人かの協力を得て、支配権を確固たるものにした。というのも、騎兵たちのうちのある者たちは、ピュレからの者たちが帰還しないことを市民の中で最も強く望んでいたからである。しかし、ペイライエウスとムニキアを占領していた者たちが、全民衆が彼らの側に寝返ったことによって戦争で優勢になると、そのとき彼らは最初に選ばれた十人を罷免し、最も優秀と思われる別の十人を選出した。彼らのもとで和解が成立し、民衆が帰還することになったが、これにはこの十人が協力し、熱心に尽力したのであった。彼らの中で特に指導的立場に立ったのは、パイアニア区のリノンとアケルドゥス区のパウロスであった。彼らはパウサニアスが到着する前から、ペイライエウスにいる者たちと交渉を行い、彼が到着すると帰還のために熱心に尽力した。実際、ラケダイモン人の王パウサニアスが、後にラケダイモンから到着した十人の調停委員(パウサニアス自身が来るよう尽力した者たち)とともに、平和と和解を最終的な合意へと導いたのである。リノンとその同僚たちは、民衆に対する好意のために称賛され、寡頭制のもとで管理の任を引き受けたにもかかわらず、民主制のもとで決算報告を行い、市内に留まった者たちからも、ペイライエウスから帰還した者たちからも、誰一人として彼らを告発しなかった。それどころか、これらの功績によってリノンは直ちに将軍に選出された。

§39

​XXXIX. ἐγένοντο δ’ αἱ διαλύσεις ἐπ’ Εὐκλείδου ἄρχοντος κατὰ τὰς συνθήκας τάσδε. τοὺς βουλομένους Ἀθηναίων τῶν ἐν ἄστει μεινάντων ἐξοικεῖν ἔχειν Ἐλευσῖνα ἐπιτίμους ὄντας καὶ κυρίους καὶ αὐτοκράτορας ἑαυτῶν καὶ τὰ αὑτῶν καρπουμένους. τὸ δ’ ἱερὸν εἶναι κοινὸν ἀμφοτέρων, ἐπιμελεῖσθαι δὲ Κήρυκας καὶ Εὐμολπίδας κατὰ τὰ πάτρια. μὴ ἐξεῖναι δὲ μήτε τοῖς Ἐλευσινόθεν εἰς τὸ ἄστυ μήτε τοῖς ἐκ τοῦ ἄστεως Ἐλευσῖνάδε ἰέναι πλὴν μυστηρίοις ἑκατέρους. συντελεῖν δὲ ἀπὸ τῶν προσιόντων εἰς τὸ συμμαχικὸν καθάπερ τοὺς ἄλλους Ἀθηναίους. ἐὰν δέ τινες τῶν ἀπιόντων οἰκίαν λαμβάνωσιν Ἐλευσῖνι, συμπείθειν τὸν κεκτημένον· ἐὰν δὲ μὴ συμβαίνωσιν ἀλλήλοις, τιμητὰς ἑλέσθαι τρεῖς ἑκάτερον, καὶ ἥντιν᾿ ἂν οὗτοι τάξωσιν τιμὴν λαμβάνειν. Ἐλευσινίων δὲ συνοικεῖν οὓς ἂν οὗτοι βούλωνται. τὴν δ᾿ ἀπογραφὴν εἶναι τοῖς βουλομένοις ἐξοικεῖν, τοῖς μὲν ἐπιδημοῦσιν ἀφ᾿ ἧς ἂν ὀμόσωσιν τοὺς ὅρκους δ[έκ]α ἡμερῶν, τὴν δ᾿ ἐξοίκησιν εἴκοσι, τοῖς δ᾿ ἀποδημοῦσιν ἐπειδὰν ἐπιδημήσωσιν κατὰ ταὐτά. μὴ ἐξεῖναι δὲ ἄρχειν μηδεμίαν ἀρχὴν τῶν ἐν τῷ ἄστει τὸν Ἐλευσῖνι κατοικοῦντα,3 πρὶν ἂν ἀπογράψηται πάλιν ἐν τῷ ἄστει κατοικεῖν. τὰς δὲ | δίκας τοῦ φόνου εἶναι κατὰ τὰ πάτρια, εἴ τίς τινα αὐτοχειρίᾳ ἔκτεινεν ἢ ἔτρωσεν. τῶν δὲ παρεληλυθότων μηδενὶ πρὸς μηδένα μνησικακεῖν ἐξεῖναι πλὴν πρὸς τοὺς τριάκοντα καὶ τοὺς δέκα καὶ τοὺς ἕνδεκα καὶ τοὺς τοῦ Πειραιέως ἄρξαντας, μηδὲ πρὸς τούτους, ἐὰν διδῶσιν εὐθύνας.4 εὐθύνας δὲ δοῦναι τοὺς μὲν ἐν Πειραιεῖ ἄρξαντας ἐν τοῖς ἐν Πειραιεῖ, τοὺς δ᾿ ἐν τῷ ἄστει ἐν τοῖς τὰ τιμήματα παρεχομένοις. εἶθ᾿ οὕτως ἐξοικεῖν τοὺς ἐθέλοντας. τὰ δὲ χρήματα ἃ ἐδανείσαντο εἰς τὸν πόλεμον ἑκατέρους ἀποδοῦναι χωρίς.

​XXXIX. 和解はエウクレイデスがアーコンの時に、以下の条約に基づいて成立した。市内に留まったアテナイ人のうち、移住を希望する者は、エレウシスを居住地とし、市民権を保持し、自己決定権を持ち、かつ自らの財産を享受できること。ただし、神殿は双方に共通のものとし、ケリュクス家とエウモルピダス家が祖法に従ってこれを管理すること。エレウシスからの者が市内へ行くことも、市内の者がエレウシスへ行くことも、双方にとって秘儀の時以外は許されないこと。彼らは各自の収入から、他のアテナイ人と同様に、同盟基金に醵出すること。もし移住する者たちがエレウシスで家を入手する場合、その所有者の合意を得ること。もし互いに合意に達しない場合は、双方がそれぞれ三人の鑑定人を選び、鑑定人が定めた価格を所有者が受け取ること。エレウシス住民のうち、彼らが望む者を共同居住者として受け入れること。移住を希望する者の登録は、市内に在住している者については宣誓を行ってから十日以内、移住そのものは二十日以内とし、不在であった者については帰国してから同様の期間内に行うこと。エレウシスに居住する者は、再び市内に居住すると登録するまでは、市内のいかなる官職にも就くことができないこと。殺人に関する裁判は、自らの手で殺害したか、あるいは負傷させた場合、祖法に従って行われること。過去の出来事については、何人も他の誰に対しても怨恨を抱いて告発することは許されない。ただし、三十人、十人、十一人、およびペイライエウスの支配者たちに対しては例外とし、またこれらに対しても、彼らが決算報告を行う場合はその限りではない。決算報告は、ペイライエウスで支配にあたった者たちはペイライエウスにおいて、市内で支配にあたった者たちは納税資格を有する者たちの前で行うこと。その後に、希望する者は移住すること。戦争のために借り入れた資金は、双方がそれぞれ個別に返済すること。

構文注4 件
  1. 38.1ἐφ' οἷς μὲν ᾑρέθησαν

    先行詞である指示代名詞(ταῦτα など)が省略され、関係代名詞 οἷς が前置詞 ἐπί の格(与格)に引きずられて格同化している。全体として「彼らが選出された目的(その任務)について」を意味する。

  2. 38.2οὐδενὸς ὄντα δεύτερον

    οὐδενὸς は比較の属格で、形容詞 δεύτερον(第二の、劣る)に係っている。全体として「市民の中で誰にも劣らない(=最も卓越した)」という最上級に等しい意味を表す慣用表現である。

  3. 39.5μὴ ἐξεῖναι δὲ ἄρχειν μηδεμίαν ἀρχὴν τῶν τῷ ἄστει τὸν Ἐλευσῖνι κατοικοῦντα

    非人称動詞 ἐξεῖναι に依存する対格不定詞構文。不定詞 ἄρχειν の意味上の主語が τὸν Ἐλευσῖνι κατοικοῦντα(対格単数名詞句)であり、μηδεμίαν ἀρχὴν は ἄρχειν の同族対格、τῶν τῷ ἄστει はそれを修飾する属格である。否定辞 μὴ は μηδεμίαν の重畳によって否定が強められている。

  4. 39.6μηδὲ πρὸς τούτους, ἐὰν διδῶσιν εὐθύνας

    前文の「過去の怨恨を蒸し返すこと(=告発すること、μνησικακεῖν)」の禁止措置における例外(三十人らへの告発)に対して、さらに再制限を加える条件節である。三十人等の対象者であっても、監査(決算報告)を正当に受ける場合は、不訴追(告発禁止)が適用されることを示している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(80 件・最終 2026-10-12)
  • 2026-10-12 AI校閲 — 注 1 件
  • 2026-10-12 AI校閲 — 訳文 2 件
  • 2026-10-12 底本との照合 — 原文 2 件
  • 2026-10-11 底本との照合 — 原文 69 件
  • 2026-09-21 AI校閲 — 原文 6 件
urn:cts:greekLit:tlg0086.tlg003.humanitext-grc1:38-39