- 底本
- Aristotle. Aristotelis Res Publica Atheniensium. Kenyon, Frederic, editor. Berlin: Reimer, 1903.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg003.humanitext-grc1:35-37
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-03
三十人政権の樹立とその初期の弾圧、それに対するテラメネスの抵抗と「三千人」の名簿作成、そしてテラメネスの処刑と三十人による更なる恐怖政治の展開が描かれている。
XXXV. οἱ μὲν οὖν τριάκοντα τοῦτον τὸν τρόπον κατέστησαν ἐπὶ Πυθοδώρου ἄρχοντος. γενόμενοι δὲ κύριοι τῆς πόλεως τὰ μὲν ἄλλα τὰ δόξαντα περὶ τῆς πολιτείας παρεώρων, πεντακοσίους δὲ βουλευτὰς καὶ τὰς ἄλλας ἀρχὰς καταστήσαντες ἐκ προκρίτων ἐκ τῶν χιλίων, καὶ προσελόμενοι σφίσιν αὐτοῖς τοῦ Πειραιέως ἄρχοντας δέκα καὶ τοῦ δεσμωτηρίου φύλακας ἕνδεκα καὶ μαστιγοφόρους τριακοσίους ὑπηρέτας κατεῖχον τὴν πόλιν δι’ ἑαυτῶν. τὸ μὲν οὖν πρῶτον μέτριοι τοῖς πολίταις ἦσαν καὶ προσεποιοῦντο διοικεῖν τὴν πάτριον πολιτείαν, καὶ τούς τ’ Ἐφιάλτου καὶ Ἀρχεστράτου νόμους τοὺς περὶ τῶν Ἀρεοπαγιτῶν καθεῖλον ἐξ Ἀρείου πάγο[υ] καὶ τῶν Σόλωνος θεσμῶν ὅσοι διαμφισβητήσεις εἶχον, καὶ τὸ κῦρος ὃ ἦν ἐν τοῖς δικασταῖς κατέλυσαν, ὡς ἐπανορθοῦντες καὶ ποιοῦντες ἀναμφισβήτητον τὴν πολιτείαν· οἷον | περὶ τοῦ δοῦναι τὰ ἑαυτοῦ ᾧ ἂν ἐθέλῃ κύριον ποίησαντες καθάπαξ, τὰς δὲ προσούσας δυσκολίας ῾ἐὰν μὴ μανιῶν ἢ γηρῶν ἢ γυναικὶ πιθόμενος᾿ ἀφεῖλον, ὅπως μὴ ᾖ τοῖς συκοφάνταις ἔφοδος· ὁμοίως δὲ τοῦτ᾿ ἔδρων καὶ ἐπὶ τῶν ἄλλων. κατ᾿ ἀρχὰς μὲν οὖν ταῦτ᾿ ἐποίουν καὶ τοὺς συκοφάντας καὶ τοὺς τῷ δήμῳ πρὸς χάριν ὁμιλοῦντας παρὰ τὸ βέλτιστον καὶ κακοπράγμονας ὄντας καὶ πονηροὺς ἀνῄρουν, ἐφ᾿ οἷς ἔχαιρον ἡ πόλις γιγνομένοις,1 ἡγούμενοι τοῦ βελτίστου χάριν ποιεῖν αὐτούς. ἐπεὶ δὲ τὴν πόλιν ἐγκρατέστερον ἔσχον, οὐδενὸς ἀπείχοντο τῶν πολιτῶν, ἀλλ᾿ ἀπέκτειναν τοὺς καὶ ταῖς οὐσίαις καὶ τῷ γένει καὶ τοῖς ἀξιώμασιν προέχοντας, ὑπεξαιρούμενοί τε τὸν φόβον καὶ βουλόμενοι τὰς οὐσίας διαρπάζειν· καὶ χρόνου διαπεσόντος βραχέος οὐκ ἐλάττους ἀνῃρήκεσαν ἢ χιλίους πεντακοσίους.
XXXV. こうして三十人は、ピュトドロスがアーコンの時に、この方法で樹立された。国家の支配権を握ると、彼らは政体に関して決定された他の事項は無視し、一千人の中からあらかじめ選ばれた者たちから五百人の評議員およびその他の官職を任命し、さらに自分たち自身のためにペイライエウスの支配者十人、刑務所の番人十一人、鞭打ちの従卒三百人を追加で選出し、自分たちの手で国家を維持した。初めのうちは、彼らは市民に対して穏健であり、祖宗の政体に従って統治しているかのように装い、エピアルテスとアルケストラトスのアレオパゴス評議会に関する諸法律をアレオパゴスから撤去し、また、ソロンの諸法律のうち解釈の争いがあるものを撤去し、民衆裁判所が持っていた最終決定権を廃止した。これは彼らが国政を修正し、争いのないものにしていると見せかけるためであった。たとえば、自分の財産を望む者に与える権利を完全に有効とし、「狂気、老衰、あるいは女の勧めに従った場合を除く」という付帯的な制限を取り除いた。これは告発者たちにつけ入る隙を与えないためであった。彼らは他の点に関しても同様のことを行った。初めのうちは彼らはこうしたことを行い、告発者たちや、最善に反して民衆に阿ねる者たち、不届き者や悪人たちを排除した。これらが行われるのを国家は喜び、最善のために行われていると考えた。しかし、彼らが国家をより強固に掌握すると、市民の誰に対しても容赦しなくなり、恐れを取り除き、また財産を略奪しようと望んで、財産や家柄や名声で際立っている者たちを殺害した。わずかな時間が経過しただけで、千五百人を下らない人々を殺害した。
XXXVI. οὕτως δὲ τῆς πόλεως ὑποφερομένης Θηραμένης ἀγανακτῶν ἐπὶ τοῖς γιγνομένοις τῆς μὲν ἀσελγείας αὐτοῖς παρῄνει παύσασθαι, μεταδοῦναι δὲ τῶν πραγμάτων τοῖς βελτίστοις. οἱ δὲ πρῶτον ἐναντιωθέντες, ἐπεὶ διεσπάρησαν οἱ λόγοι πρὸς τὸ πλῆθος καὶ πρὸς τὸν Θηραμένην οἰκείως εἶχον οἱ πολλοί, φοβηθέντες μὴ προστάτης γενόμενος τοῦ δήμου καταλύσῃ τὴν δυναστείαν καταλέγουσιν τῶν πολιτῶν τρισχιλίους ὡς μεταδώσοντες τῆς πολιτείας. Θηραμένης δὲ πάλιν ἐπιτιμᾷ καὶ τούτοις, πρῶτον μὲν ὅτι βουλόμενοι μεταδοῦναι τοῖς ἐπιεικέσι τρισχιλίοις μόνοις μεταδιδόασι, ὡς ἐν τούτῳ τῷ πλήθει τῆς ἀρετῆς ὡρισμένης, ἔπειθ᾿ ὅτι δύο τὰ ἐναντιώτατα ποιοῦσιν, βίαιόν τε τὴν ἀρχὴν καὶ τῶν ἀρχομένων ἥττω κατασκευάζοντες. οἱ δὲ τούτων μὲν ὠλιγώρησαν, τὸν δὲ κατάλογον τῶν τρισχιλίων πολὺν μὲν χρόνον ὑπερεβάλλοντο καὶ παρ’ αὑτοῖς ἐφύλαττον τοὺς ἐγνωσμένους, ὅτε δὲ καὶ δόξειεν αὐτοῖς ἐκφέρειν τοὺς μὲν ἐξήλειφον τῶν <ἐγ>γεγραμμένων, τοὺς δ’ ἀντενέγραφον τῶν ἔξωθεν.
XXXVI. このように国家が衰退していく中で、テラメネスは起こっている事態に憤慨し、彼らに対して暴挙をやめ、最善の者たちに実権を分かつよう勧告した。彼らは最初はこれに反対したが、その噂が民衆の間に広まり、多くの人々がテラメネスに親近感を抱くようになると、彼が民衆の指導者となって支配体制を覆すのではないかと恐れ、政体を分かつという名目で、市民の中から三千人を選び出して名簿に登録した。テラメネスはこれに対しても再び批判を加えた。第一に、優れた人々に政権を分かち合おうと望みながら、わずか三千人だけにそれを分かつのは、あたかも徳がこの人数の中にだけ限定されているかのようであるからであり、第二に、彼らは二つの最も相反することを行っている。すなわち、政権を暴力的なものにしながら、支配される者たちよりも弱くしている、と。しかし、彼らはこれらの警告を無視し、三千人の名簿の公表を長い間引き延ばし、選定された者たちのリストを自分たちの手元に留めておいた。そして、それを公表しようと決めたときには、登録されていた者たちの一部を削り、その代わりに名簿の外の者たちを書き加えた。
XXXVII. ἤδη δὲ τοῦ χειμῶνος ἐνεστῶτος, καταλαβόντος Θρασυβούλου μετὰ τῶν φυγάδων Φυλήν, καὶ κατὰ τὴν στρατιὰν ἣν ἐξήγαγον οἱ τριάκοντα κακῶς ἀποχωρήσαντες, ἔγνωσαν τῶν μὲν ἄλλων τὰ ὅπλα παρελέσθαι, Θηραμένην δὲ διαφθεῖραι τόνδε <τὸν> τρόπον. νόμους εἰσήνεγκαν εἰς τὴν βουλὴν δύο κελεύοντες | ἐπιχειροτονεῖν, ὧν ὁ μὲν εἷς αὐτοκράτορας ἐποίει τοὺς τριάκοντα τῶν πολιτῶν ἀποκτεῖναι τοὺς μὴ τοῦ καταλόγου μετέχοντας2 τῶν τρισχιλίων, ὁ δ’ ἕτερος ἐκώλυε κοινωνεῖν τῆς παρούσης πολιτείας ὅσοι τυγχάνουσιν τὸ ἐν Ἠετιωνείᾳ τεῖχος κατασκάψαντες ἢ τοῖς τετρακοσίοις ἐναντίον τι πράξαντες [ἢ] τοῖς κατασκευάσασι τὴν προτέραν ὀλιγαρχίαν· ὧν ἐτύγχανεν ἀμφοτέρων κεκοινωνηκὼς ὁ Θηραμένης, ὥστε συνέβαινεν ἐπικυρωθέντων τῶν νόμων ἔξω τε γίγνεσθαι τῆς πολιτείας αὐτὸν καὶ τοὺς τριάκοντα κυρίους εἶναι θανατοῦντας. ἀναιρεθέντος δὲ Θηραμένους τά τε ὅπλα παρείλοντο πάντων πλὴν τῶν τρισχιλίων καὶ ἐν τοῖς ἄλλοις πολὺ πρὸς ὠμότητα καὶ πονηρίαν ἐπέδοσαν. πρέσβεις <δὲ> πέμψαντες εἰς Λακεδαίμονα τοῦ τε Θηραμένους κατηγόρουν καὶ βοηθεῖν αὑτοῖς ἠξίουν· ὧν ἀκούσαντες οἱ Λακεδαιμόνιοι Καλλίβιον ἀπέστειλαν ἁρμοστὴν καὶ στρατιώτας ὡς ἑπτακοσίους, οἳ τὴν ἀκρόπολιν ἐλθόντες ἐφρούρουν.
XXXVII. すでに冬が到来しており、トラシュブロスが亡命者たちとともにピュレを占拠し、さらに三十人が送り出した軍隊が敗走して退却したため、彼らは他の者たちから武器を剥奪し、テラメネスを次のような方法で抹殺することを決意した。彼らは評議会に二つの法律を提出して採決を求めた。そのうちの一つは、三千人の名簿に含まれていない市民を死刑に処する全権を三十人に与えるものであった。もう一つは、エティオネイアの城壁を取り壊した者、あるいは四百人や、寡頭政を樹立した者たちに対して何らかの敵対行動を取ったことのある者すべてについて、現在の政体に参加することを禁じるものであった。テラメネスはその両方に深く関わっていた。したがって、これらの法律が承認されれば、彼は必然的に政体から除外され、三十人が彼を処刑する権限を持つことになるのであった。テラメネスが処刑されると、彼らは三千人を除くすべての人々から武器を剥奪し、その他の点においても残虐さと邪悪さを大いに増していった。彼らはラケダイモンに使節を送り、テラメネスを非難するとともに、自分たちに援助を送るよう要請した。これを聞いたラケダイモン人たちは、ハルモステスとしてカッリビオスを、そして約七百人の兵士を派遣し、彼らはアクロポリスに入ってそこを警備した。
- 35.3ἐφ᾿ οἷς ἔχαιρον ¦10¦ ἡ πόλις γιγνομένοις
関係代名詞 οἷς は、前文の告発者らの排除などの事実全体を先行詞として、それが γιγνομένοις(分詞)を伴って ἐπί の与格支配を受けている。χαίρω + ἐπί +与格で「〜を喜ぶ」の構文であり、「これら(の事柄)が起こることを、国家(市民)は喜んだ」という意味になる。
- 37.1ὦν ὁ μὲν εἶς αὐτοχράτορας ¦10¦ ἐποίει τοὺς τριάκοντα τῶν πολιτῶν ἀποκτεῖναι τοὺς μὴ τοῦ καταλόγου μετέχοντας
関係代名詞の属格 ὦν は前文の「二つの法律」を指す。ἐποίει(未完了過去)は「(法律が)〜という状態にする、〜を可能にする」という意味で、対格 τοὺς τριάκοντα と、その補語となる形容詞 αὐτοχράτορας(全権を持つ者)、および不定詞 ἀποκτεῖναι(殺害すること)を伴う使役・結果の構造。τῶν πολιτῶν(市民のうちの)は、不定詞の目的語である τοὺς μὴ ... μετέχοντας(参加していない人々)にかかる部分属格。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(71 件・最終 2026-10-12)
- 2026-10-12 AI校閲 — 訳文 2 件
- 2026-10-12 底本との照合 — 原文 1 件
- 2026-10-11 底本との照合 — 原文 67 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
