← ハリカルナッソスのディオニュシオス

ポンペイオス・ゲミノスへの書簡

§5.1-5.6

ピリストスによるトゥキュディデスの模倣と長短

ピリストスがトゥキュディデスを模倣しつつも、構成や品格、文彩の面で劣り単調であること、しかし実戦的な弁論には適していることを論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.1

Φίλιστος δὲ Θουκυδίδῃ μᾶλλον ἂν δόξειεν ἐοικέναι καὶ κατʼ ἐκεῖνον κοσμεῖσθαι τὸν χαρακτῆρα. οὔτε γὰρ ὑπόθεσιν εἴληφε πολυωφελῆ καὶ κοινήν, ἀλλὰ μίαν καὶ ταύτην τοπικήν· διῄρηκε δʼ αὐτὴν εἰς γραφὰς δύο, Περὶ Σικελίας μὲν τὴν προτέραν ἐπιγράφων, Περὶ Διονυσίου δὲ τὴν ὑστέραν. ἔστι δὲ μία· καὶ τοῦτο γνοίης ἂν ἀπὸ τοῦ τέλους τῆς Σικελικῆς.

他方、ピリストスはむしろトゥキュディデスに似ており、その様式に従って自らを整えているように思われるでしょう。というのも、彼は普遍的で多くの人々に有益な主題を選ばず、単一で、しかも局所的な主題を取り上げたからです。そしてそれを二つの著作に分け、前者に『シケリアについて』、後者に『ディオニュシオスについて』と表題を付けました。しかし実質は一つであり、このことは『シケリア史』の結末からも知ることができるでしょう。

§5.2

τάξιν δὲ οὐ τὴν κρατίστην ἀποδέδωκε τοῖς δηλουμένοις ἀλλὰ δυσπαρακολούθητον, χεῖρον τῆς Θουκυδίδου. καὶ πρᾶγμα ἔξωθεν οὐ βούλεται παραλαμβάνειν, ὥςπερ οὐδὲ Θουκυδίδης, ἀλλʼ ἔστιν ὁμοειδής. ἦθός τε κολακικὸν καὶ φιλοτύραννον ἐμφαίνει καὶ ταπεινὸν καὶ μικρολόγον.

彼は記述される事象に対して最善の配置を与えておらず、トゥキュディデス以上に追いにくいものにしています。また、トゥキュディデスと同様に外部からの出来事を取り入れようとせず、単調です。さらに、へつらい的で僭主を好む、卑屈で狭量な人柄を露わにしています。

§5.3

τῆς δὲ λέξεως ᾗ Θουκυδίδης κέχρηται τὸ μὲν σημειῶδες καὶ περίεργον πέφευγεν, τὸ δὲ στρογγύλον καὶ πυκνὸν καὶ ἐνθυμηματικὸν ἐκμέμακται. τῆς μέντοι καλλιλογίας τῆς ἐκείνου καὶ τῆς σεμνότητος καὶ τοῦ πλούτου τῶν ἐνθυμημάτων καὶ πολὺ ὑστερεῖ.

語法に関しては、トゥキュディデスが用いた特徴的で凝った表現は避けているものの、引き締まって稠密で、推論に富んだ様式を模倣しています。もっとも、トゥキュディデスの修辞的な美しさや荘重さ、推論の豊かさには遥かに及びません。

§5.4

οὐ μόνον δʼ ἐν τούτοις, ἀλλὰ καὶ κατὰ τοὺς σχηματισμούς· ἣ μὲν γὰρ πλήρης σχημάτων1 (καὶ οὐδὲν οἶμαι περὶ τῶν φανερῶν ἐπὶ πλέον δεῖν λέγειν), ἡ δὲ Φιλίστου φράσις ὁμοειδὴς πᾶσα δεινῶς καὶ ἀσχημάτιστός ἐστι· καὶ πολλὰς εὕροι τις ἂν περιόδους ὁμοίως ἐφεξῆς ὑπʼ αὐτοῦ σχηματιζομένας, οἷον ἐν ἀρχῇ τῆς δευτέρας τῶν περὶ Σικελίας·

この点において劣るだけでなく、構文上の配置や文彩においても同様です。というのも、前者の文体は文彩に満ちていますが(明白な事柄についてこれ以上語る必要はないでしょうが)、ピリストスの表現は全体としてひどく単調で、文彩を欠いているからです。そして、彼が一様に引き続いて形作った多くの周期文を見出すことができるでしょう。

§5.5

Συρακόσιοι δὲ παραλαβόντες Μεγαρεῖς καὶ Ἐνναίους, Καμαριναῖοι δὲ Σικελοὺς καὶ τοὺς ἄλλους συμμάχους πλὴν Γελῴων ἀθροίσαντες, Γελῷοι δὲ Συρακοσίοις οὐκ ἔφασαν πολεμήσειν· Συρακόσιοι δὲ πυνθανόμενοι Καμαριναίους τὸν Ὕρμινον διαβάντας—·

例えば『シケリア史』第二部の冒頭にある次のようなものです。 「シュラクサイ人はメガラ人とエンナ人を味方に引き入れ、カマリナ人はシケル人と、ゲラ人を除くその他の同盟軍を結集し、ゲラ人はシュラクサイ人と戦わないと述べた。

§5.6

ταῦτα δὲ ἀηδῆ πάνυ ὄντα ἐμοὶ φαίνεται. μικρός τε παρὰ πᾶσαν ἰδέαν ἐστὶ καὶ εὐτελής, ἐάν τε πολιορκίας διηγῆται ἐάν τε οἰκισμούς, ἐάν τε ἐπαίνους ἐάν τε ψόγους διαπορεύηται. ἀλλʼ οὐδὲ τοῖς μεγέθεσι τῶν ἀνδρῶν συνεξισῶν τοὺς λόγους, ἀλλὰ ψοφοδεεῖς καὶ τοὺς κρατίστους δημηγοροῦντας καταλείπων τὰς δυνάμεις καὶ τὰς προαιρέσεις ὁμοίους ἅπαντας ποιεῖ.2 εὐστομίαν δέ τινα φυσικὴν εἰσφέρεται κατὰ τὴν ἑρμηνείαν καὶ σύνεσιν ἐπιτευκτικὴν τοῦ μετρίου. πρὸς δὲ τοὺς ἀληθινοὺς ἀγῶνας ἐπιτηδειότερος Θουκυδίδου.

一方、シュラクサイ人はカマリナ人がヒュルミノス川を渡ったと知ると――」・これらは私にはきわめて無味乾燥であるように思われます。彼は攻囲戦を物語ろうと、植民活動を述べようと、称賛を尽くそうと、非難を展開しようと、あらゆる叙述の類型において卑小で貧相です。そればかりか、人物たちの偉大さに言論を釣り合わせることもせず、最も優れた者たちすら臆病に演説するままにして、能力と志向において全員を一様にしてしまっています。しかし、表現においては天性の口調の良さと、程よさを的確に捉える分別を持ち合わせています。そして、実際の法廷論争に対してはトゥキュディデスよりも適しているのです。

構文注2 件
  1. 5.4ἣ μὲν γὰρ πλήρης σχημάτων

    関係代名詞 ἥ ではなく、指示代名詞(冠詞の代名詞的用法)として機能しており、後続の ἡ δὲ Φιλίστου φράσις(「ピリストスの表現」)と対比される形で、前出のトゥキュディデスの文体(ἡ Θουκυδίδου λέξις ないし φράσις)を指している。

  2. 5.6ἀλλʼ οὐδὲ τοῖς μεγέθεσι τῶν ἀνδρῶν συνεξισῶν τοὺς λόγους, ἀλλὰ ψοφοδεεῖς καὶ τοὺς κρατίστους δημηγοροῦντας καταλείπων τὰς δυνάμεις καὶ τὰς προαιρέσεις ὁμοίους ἅπαντας ποιεῖ.

    主文の骨格は ποιεῖ(主語はピリストス)であり、二つの分詞 συνεξισῶν(否定 οὐδὲ を伴う)と καταλείπων が並列して主語を修飾している。ψοφοδεεῖς は述語的形容詞として τοὺς κρατίστους δημηγοροῦντας(「演説を行う最上の者たち」)にかかり、「最も優れた人物たちですら臆病に演説するままにして」の意をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0081.tlg015.humanitext-grc2:5.1-5.6