← ハリカルナッソスのディオニュシオス

ポンペイオス・ゲミノスへの書簡

§6.1-6.11

歴史家テオポンポスの取材眼と批判精神と文体

著者は歴史家テオポンポスを取り上げ、その広範な主題、徹底した取材と労苦、事象の隠れた動機や心理を暴く鋭い批判眼を称賛しつつ、時に見られる中傷傾向や無用な挿話を批判し、イソクラテス風でありながらデモステネス的な激しさを帯びるその文体の長所と短所を論じている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§6.1

Θεόπομπος δὲ Χῖος ἐπιφανέστατος πάντων τῶν Ἰσοκράτους μαθητῶν γενόμενος καὶ πολλοὺς μὲν πανηγυρικούς, πολλοὺς δὲ συμβουλευτικοὺς συνταξάμενος λόγους ἐπιστολάς τε τὰς Χιακὰς ἐπιγραφομένας καὶ ὑποθήκας ἄλλας λόγου ἀξίας, ἱστορίαν πεπραγματευμένος ἄξιος ἐπαινεῖσθαι πρῶτον μὲν τῆς ὑποθέσεως τῶν ἱστοριῶν (καλαὶ γὰρ ἀμφότεραι, ἣ μὲν τὰ λοιπὰ τοῦ Πελοποννησιακοῦ πολέμου περιέχουσα, ἣ δὲ τὰ Φιλίππῳ πεπραγμένα), ἔπειτα τῆς οἰκονομίας (ἀμφότεραι γάρ εἰσιν εὐπαρακολούθητοι καὶ σαφεῖς), μάλιστα δὲ τῆς ἐπιμελείας τε καὶ φιλοπονίας τῆς κατὰ τὴν συγγραφήν· δῆλος γάρ ἐστιν, εἰ καὶ μηδὲν ἔγραψε, πλείστην μὲν παρασκευὴν εἰς ταῦτα παρεσκευασμένος,1 μεγίστας δὲ δαπάνας εἰς τὴν συναγωγὴν αὐτῶν τετελεκώς, καὶ πρὸς τούτοις πολλῶν μὲν αὐτόπτης γεγενημένος, πολλοῖς δʼ εἰς ὁμιλίαν ἐλθὼν ἀνδράσι τοῖς τότε πρωτεύουσι καὶ στρατηγοῖς δημαγωγοῖς τε καὶ φιλοσόφοις διὰ τὴν συγγραφήν· οὐ γὰρ ὥςπέρ τινες πάρεργον τοῦ βίου τὴν ἀναγραφὴν τῆς ἱστορίας ἐποιήσατο, ἔργον δὲ τὸ πάντων ἀναγκαιότατον. γνοίη δʼ ἄν τις αὐτοῦ τὸν πόνον ἐνθυμηθεὶς τὸ πολύμορφον τῆς γραφῆς·

一方、キオス島出身のテオポンポスは、イソクラテスの弟子たちの中で最も名高い人物となり、多くの祝典演説や多くの審議演説、さらには『キオス書簡』と題された書簡や言及に値するその他の教訓書を著したのち、歴史の執筆に取り組みました。彼はまず歴史の主題ゆえに称賛に値します(というのも、一方はペロポネソス戦争の残余を含み、他方はピリッポスの業績を扱っており、両者ともに立派だからです)。次いで構成のゆえに称賛に値します(両者ともに追究しやすく明瞭だからです)。そして何よりも、著作執筆における入念さと労苦のゆえに称賛されるべきです。なぜなら彼は、仮に自ら何も書き残さなかったとしても、これらのために最大限の準備を整え、その収集のために莫大な費用を投じたことが明白だからです。その上、著作のために自ら多くの事柄の目撃者となり、当時の指導的立場にあった多くの男たち、すなわち将軍や民衆先導家や哲学者たちと交わりを結びました。彼は歴史の記録を、ある人々のように生涯の余事とせず、あらゆることの中で最も不可欠な本務としたのです。彼の著作の多様性に思いを致すならば、何人もその労苦を認識できるでしょう。

§6.4

καὶ γὰρ ἐθνῶν εἴρηκεν οἰκισμοὺς καὶ πόλεων κτίσεις ἐπελήλυθε, βασιλέων τε βίους καὶ τρόπων ἰδιώματα δεδήλωκε, καὶ εἴ τι θαυμαστὸν ἢ παράδοξον ἑκάστη γῆ καὶ θάλασσα φέρει, συμπεριείληφεν τῇ πραγματείᾳ. καὶ μηδεὶς ὑπολάβῃ ψυχαγωγίαν ταῦτʼ εἶναι μόνον· οὐ γὰρ οὕτως ἔχει, ἀλλὰ πᾶσαν ὡς ἔπος εἰπεῖν ὠφέλειαν περιέχει.

というのも、彼は諸部族の定住について述べ、諸都市の建設を網羅し、諸王の生涯や性格の特徴を明らかにし、それぞれの土地や海がもたらす驚異的なものや奇異なものがあれば、それを著作の中に取り込みました。そして、これらが単なる娯楽にすぎないと誰も思ってはなりません。実態はそうではなく、いわばあらゆる有益性を含んでいるのです。

§6.5

ἵνα δὲ πάντʼ ἀφῶ τἆλλα, τίς οὐχ ὁμολογήσει τοῖς ἀσκοῦσι τὴν φιλόσοφον ῥητορικὴν ἀναγκαῖον εἶναι πολλὰ μὲν ἔθη καὶ βαρβάρων καὶ Ἑλλήνων ἐκμαθεῖν, πολλοὺς δὲ νόμους ἀκοῦσαι πολιτειῶν τε σχήματα, καὶ βίους ἀνδρῶν καὶ πράξεις καὶ τέλη καὶ τύχας; τούτοις τοίνυν ἅπασαν ἀφθονίαν δέδωκεν οὐκ ἀπεσπασμένην τῶν πραγμάτων ἀλλὰ συμπαροῦσαν. πάντα τε δὴ ταῦτα ζηλωτὰ τοῦ συγγραφέως, καὶ ἔτι πρὸς τούτοις ὅσα φιλοσοφεῖ παρʼ ὅλην τὴν συγγραφὴν περὶ δικαιοσύνης καὶ εὐσεβείας καὶ τῶν ἄλλων ἀρετῶν πολλοὺς καὶ καλοὺς διεξερχόμενος λόγους.

他のあらゆる事柄は措くとしても、哲学的弁論術を修練する者たちにとって、異民族とギリシア人双方の多くの風習を学び取り、多くの法律や国制の形態、さらには人々の生涯、行動、結末、浮沈について聞くことが不可欠であると、誰が認めないでしょうか。それゆえ彼は、これらの者たちに対して、事象から切り離されたものではなく、事象に寄り添った十全な豊かさを提供したのです。これらすべてはまさにこの歴史家の見習うべき美点であり、これに加えて、正義や敬虔やその他の徳に関して多くの優れた議論を展開しながら、著作全体を通じて哲学的な探究を行っている点も同様です。

§6.7

τελευταῖόν ἐστι τῶν ἔργων αὐτοῦ καὶ χαρακτηρικώτατον, ὃ παρʼ οὐδενὶ τῶν ἄλλων συγγραφέων οὕτως ἀκριβῶς ἐξείργασται καὶ δυνατῶς οὔτε τῶν πρεσβυτέρων οὔτε τῶν νεωτέρων· τί δὲ τοῦτό ἐστι; τὸ καθʼ ἑκάστην πρᾶξιν μὴ μόνον τὰ φανερὰ τοῖς πολλοῖς ὁρᾶν καὶ λέγειν, ἀλλʼ ἐξετάζειν καὶ τὰς ἀφανεῖς αἰτίας τῶν πράξεων καὶ τῶν πραξάντων αὐτὰς καὶ τὰ πάθη τῆς ψυχῆς, ἃ μὴ ῥᾴδια τοῖς πολλοῖς εἰδέναι, καὶ πάντα ἐκκαλύπτειν τὰ μυστήρια τῆς τε δοκούσης ἀρετῆς καὶ τῆς ἀγνοουμένης κακίας.

彼の作品の中で最後にして最も特徴的なのは、先人であれ後代の者であれ、他のいかなる歴史家においてもこれほど精密かつ力強く成し遂げられていない点です。それは何でしょうか。個々の行為において、大衆にとって明白な事柄を見て述べるだけでなく、行為やそれを為した者たちの目に見えない原因、そして大衆には知りがたい魂の情念をも吟味し、見かけの徳と知られざる悪徳のあらゆる秘密を白日の下に晒すことです。

§6.8

καί μοι δοκεῖ πως ὁ μυθευόμενος ἐν Ἅιδου τῶν ψυχῶν ἀπολυθεισῶν τοῦ σώματος ἐξετασμὸς ἐπὶ τῶν ἐκεῖ δικαστῶν οὕτως ἀκριβὴς εἶναι ὡς ὁ διὰ τῆς Θεοπόμπου γραφῆς γιγνόμενος. διὸ καὶ βάσκανος ἔδοξεν εἶναι, προσλαμβάνων τοῖς ἀναγκαίοις τινὰ ὀνειδισμοῖς κατὰ τῶν ἐνδόξων προσώπων οὐκ ἀναγκαῖα πράγματα, ὅμοιόν τι ποιῶν τοῖς ἰατροῖς, οἳ τέμνουσι καὶ καίουσι τὰ διεφθαρμένα τοῦ σώματος ἕως βάθους τὰ καυτήρια καὶ τὰς τομὰς φέροντες, οὐδὲν τῶν ὑγιαινόντων καὶ κατὰ φύσιν ἐχόντων στοχαζόμενοι.2 τοιοῦτος μὲν δή τις ὁ πραγματικὸς Θεοπόμπου χαρακτήρ.

そして私には、冥府において肉体から解き放たれた魂がそこでの裁判官たちの前で受けると語られる吟味は、テオポンポスの著作を通じて行われる吟味と同じほど精密であるように思われます。それゆえ、彼が著名な人物たちに対する必要な叱責に不要な事柄を付け加えたことで、中傷好きであるとも見なされました。これは、壊疽した身体部位を切断し焼き払い、健康で自然な状態にある部分を一切顧みることなく、焼きごてとメスを深部まで突き入れる医師たちと似たようなことをしているのです。テオポンポスの事象に関する性格は、まさにおよそこのようなものです。

§6.9

ὁ δὲ λεκτικὸς Ἰσοκράτει μάλιστα ἔοικε· καθαρά τε γὰρ ἡ λέξις καὶ κοινὴ καὶ σαφής, ὑψηλή τε καὶ μεγαλοπρεπὴς καὶ τὸ πομπικὸν ἔχουσα πολύ, συγκειμένη τε κατὰ τὴν μέσην ἁρμονίαν, ἡδέως καὶ μαλακῶς ῥέουσα. διαλλάττει δὲ τῆς Ἰσοκρατείου κατὰ τὴν πικρότητα καὶ τὸν τόνον ἐπʼ ἐνίων, ὅταν ἐπιτρέψῃ τοῖς πάθεσι, μάλιστα δʼ ὅταν ὀνειδίζῃ πόλεσιν ἢ στρατηγοῖς πονηρὰ βουλεύματα καὶ πράξεις ἀδίκους (πολὺς γὰρ ἐν τούτοις), καὶ τῆς Δημοσθένους δεινότητος οὐδὲ κατὰ μικρὸν διαφέρει, ὡς ἐξ ἄλλων πολλῶν ἄν τις ἴδοι κἀκ τῶν Χιακῶν ἐπιστολῶν, ἃς τῷ συμφύτῳ πνεύματι ἐπιτρέψας γέγραφεν. εἰ δʼ ὑπερεῖδεν ἐν τούτοις ἐφʼ οἷς μάλιστα δὴ ἐσπούδακε τῆς τε συμπλοκῆς τῶν φωνηέντων γραμμάτων καὶ τῆς κυκλικῆς εὐρυθμίας τῶν περιόδων καὶ τῆς ὁμοειδείας τῶν σχηματισμῶν, πολὺ ἀμείνων ἂν ἦν αὐτὸς ἑαυτοῦ κατὰ τὴν φράσιν.3

一方、文体に関する性格はイソクラテスに最もよく似ています。語法は純粋で、平明かつ明瞭であり、高邁で壮麗、そして祝祭的な華やかさを多く備え、中庸の調和に従って構成され、快く滑らかに流れます。しかし、彼が感情に身を任せるとき、いくつかの点で激しさと気迫においてイソクラテスの文体と異なります。とりわけ、都市や将軍たちに対して悪しき謀議や不正な行為を責め立てるときには(彼はこれらの記述に熱中します)、デモステネスの迫真の力強さと些かも違わないほどであり、このことは他の多くの著作や、生まれ持った気迫に任せて書き上げた『キオス書簡』からも見て取れるでしょう。もし彼が、自身が最も熱心にこだわったこれらの事柄において、母音の衝突や、周期文の円滑な律動、文彩の均一性に頓着しなかったなら、表現において自らを遥かに凌駕していたことでしょう。

§6.11

ἔστι δὲ ἃ καὶ κατὰ τὸν πραγματικὸν τόπον ἁμαρτάνει, καὶ μάλιστα κατὰ τὰς παρεμβολάς· οὔτε γὰρ ἀναγκαῖαί τινες αὐτῶν οὔτʼ ἐν καιρῷ γενόμεναι, πολὺ δὲ τὸ παιδιῶδες ἐμφαίνουσαι· ἐν αἷς ἐστι καὶ τὰ περὶ Σιληνοῦ τοῦ φανέντος ἐν Μακεδονίᾳ καὶ τὰ περὶ τοῦ δράκοντος τοῦ διαναυμαχήσαντος πρὸς τὴν τριήρη καὶ ἄλλα τούτοις οὐκ ὀλίγα ὅμοια. Οὗτοι παραληφθέντες οἱ συγγραφεῖς ἀρκέσουσι τοῖς ἀσκοῦσι τὸν πολιτικὸν λόγον ἀφορμὰς ἐπιτηδείους παραδειγμάτων παρασχεῖν εἰς ἅπασαν ἰδέαν.

しかし、彼は事象の扱いにおいても誤りを犯すことがあり、とりわけ挿話においてそうです。それらのあるものは不可欠でも時宜にかなったものでもなく、大いに子供じみた性質を露わにしています。その中には、マケドニアに現れたシレノスに関する話や、三段櫂船と海戦を交えた大蛇に関する話、そしてこれらに類する少なからぬ話が含まれます。 これらの歴史家たちを採用するならば、政治的言論を修練する者たちに対して、あらゆる文体の類型に応じた適切な模範の手がかりを提供するのに十分でしょう。

構文注3 件
  1. 6.2δῆλος γάρ ἐστιν, εἰ καὶ μηδὲν ἔγραψε, πλείστην μὲν παρασκευὴν εἰς ταῦτα παρεσκευασμένος

    δῆλός ἐστιν に分詞 παρεσκευασμένος および τετελεκώς が続く人称構文(形容詞+分詞による「〜であることが明白である」)。挿入句 εἰ καὶ μηδὲν ἔγραψε は直説法過去を用いた譲歩節で、「たとえ彼自身が(そのことについて)何も書かなかったとしても」を意味し、著作の内容自体からその準備と多額の出費が歴然としていることを強調している。

  2. 6.8οὐδὲν τῶν ὑγιαινόντων καὶ κατὰ φύσιν ἐχόντων στοχαζόμενοι

    στοχάζομαι は通常「的を狙う」「推測する」の意で属格をとるが、ここでは比喩的に「〜を配慮する」「〜の保全に意を用いる」のニュアンスで属格 τῶν ὑγιαινόντων... を目的語にとっている。医師たちが病巣を根絶しようとするあまり、健康な組織を温存することに一切配慮しない情景を描いており、テオポンポスの容赦ない過剰な批判姿勢の比喩となっている。

  3. 6.10εἰ δʼ ὑπερεῖδεν ἐν τούτοις ἐφʼ οἷς μάλιστα δὴ ἐσπούδακε τῆς τε συμπλοκῆς τῶν φωνηέντων γραμμάτων καὶ τῆς κυκλικῆς εὐρυθμίας τῶν περιόδων καὶ τῆς ὁμοειδείας τῶν σχηματισμῶν, πολὺ ἀμείνων ἂν ἦν αὐτὸς ἑαυτοῦ κατὰ τὴν φράσιν

    反実仮想文(接続詞 εἰ+アオリスト直説法 ὑπερεῖδεν、帰結節は ἄν+未完了直説法 ἦν)。動詞 ὑπερεῖδεν(軽視する、無視する)の目的語となる属格名詞句(τῆς συμπλοκῆς... καὶ τῆς εὐρυθμίας... καὶ τῆς ὁμοειδείας)が、前置詞句 ἐν τούτοις と関係代名詞節 ἐφʼ οἷς μάλιστα δὴ ἐσπούδακε の挿入によって後方に大きく離隔(hyperbaton)している点に注意。「彼自身が最も熱心にこだわったこれらの事柄において、母音の衝突等を度外視していたならば」という構造をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0081.tlg015.humanitext-grc2:6.1-6.11