← ハリカルナッソスのディオニュシオス

ポンペイオス・ゲミノスへの書簡

§4.1-4.4

歴史家クセノポンの構成と徳性と文体の評価

著者はヘロドトスとトゥキュディデスに続く世代の歴史家としてクセノポンを取り上げ、その作品選定と構成・徳性を称賛する一方、文体においては親しみやすさを持つものの崇高美や品格の維持に欠ける点があると評している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.1

Ξενοφῶν δὲ καὶ Φίλιστος οἱ τούτοις ἐπακμάσαντες οὔτε φύσεις ὁμοίας εἶχον οὔτε προαιρέσεις. Ξενοφῶν μὲν γὰρ Ἡροδότου ζηλωτὴς ἐγένετο κατʼ ἀμφοτέρους τοὺς χαρακτῆρας, τόν τε πραγματικὸν καὶ τὸν λεκτικόν. πρῶτον μὲν γὰρ τὰς ὑποθέσεις τῶν ἱστοριῶν ἐξελέξατο καλὰς καὶ μεγαλοπρεπεῖς καὶ ἀνδρὶ φιλοσόφῳ προσηκούσας· τήν τε Κύρου παιδείαν, εἰκόνα βασιλέως ἀγαθοῦ καὶ εὐδαίμονος· καὶ τὴν ἀνάβασιν τοῦ νεωτέρου Κύρου, ᾧ καὶ αὐτὸς συνανέβη, μέγιστον ἐγκώμιον ἔχουσαν τῶν συστρατευσαμένων Ἑλλήνων· καὶ τρίτην ἔτι τὴν Ἑλληνικὴν καὶ ἣν κατέλιπεν ἀτελῆ Θουκυδίδης,1 ἐν ᾗ καταλύονταί τε οἱ τριάκοντα καὶ τὰ τείχη τῶν Ἀθηναίων, ἃ Λακεδαιμόνιοι καθεῖλον, αὖθις ἀνίσταται.

これらに続いて全盛期を迎えたクセノポンとピリストスは、天賦の才も志向も似ていませんでした。というのも、クセノポンは内容と表現という両方の様式においてヘロドトスの模倣者となったからです。まず彼は、歴史の主題として美しく壮麗で、哲学者にふさわしいものを精選しました。良き幸福な王の姿を描いた『キュロスの教育』、彼自身も〔小キュロス〕に同行し、ともに転戦したギリシア人への最大の賛辞を含む『小キュロスの東征記(アナバシス)』、そして第三に、『ギリシア史』、すなわちトゥキュディデスが未完のまま遺したもの――そこでは三十人政権が倒され、スパルタ人が破壊したアテナイの城壁が再び築かれます――がそれです。

§4.2

οὐ μόνον δὲ τῶν ὑποθέσεων χάριν ἄξιος ἐπαινεῖσθαι, ἀλλὰ καὶ τῆς οἰκονομίας· ταῖς τε γὰρ ἀρχαῖς αὐτῶν ταῖς πρεπωδεστάταις κέχρηται καὶ τελευτὰς ἑκάστῃ τὰς ἐπιτηδειοτάτας ἀποδέδωκε, μεμέρικέν τε καλῶς καὶ τέταχεν καὶ πεποίκιλκε τὴν γραφήν. ἦθός τε ἐπιδείκνυται θεοσεβὲς καὶ δίκαιον καὶ καρτερικὸν καὶ εὐπρεπές, ἁπάσαις τε συλλήβδην κεκοσμημένον ἀρεταῖς· καὶ ὁ μὲν πραγματικὸς τύπος αὐτῷ τοιοῦτος.

彼は単に主題のゆえにのみ称賛に値するのではなく、構成配置のゆえにも称賛に値します。その冒頭として最もふさわしいものを用い、各作品に最も適切な結末を与え、巧みに区分し、整序し、叙述に変化を持たせているからです。また、敬虔で公正、忍耐強く端正で、一言で言えばあらゆる徳で飾られた人柄を露わにしており、内容に関する彼の性格はこのようなものです。

§4.3

ὁ δὲ λεκτικὸς πῇ μὲν ὅμοιος Ἡροδότου, πῇ δὲ ἐνδεέστερος. καθαρὸς μὲν γὰρ τοῖς ὀνόμασιν ἱκανῶς καὶ σαφὴς καὶ ἐναργὴς καθάπερ ἐκεῖνος· ἐκλέγει δὲ ὀνόματα συνήθη τε καὶ προσφυῆ τοῖς πράγμασι, καὶ συντίθησιν αὐτὰ ἡδέως πάνυ καὶ κεχαρισμένως οὐχ ἧττον Ἡροδότου. ὕψος δὲ καὶ κάλλος καὶ μεγαλοπρέπειαν καὶ τὸ λεγόμενον ἰδίως πλάσμα ἱστορικὸν2 Ἡρόδοτος ἔχει·

他方、表現の様式については、ある点ではヘロドトスに似ており、ある点では劣っています。語彙において十分に純粋であり、ヘロドトス同様に明瞭で生き生きとしています。日常的で事実に即した語を選び、それらをきわめて快く魅力的に、ヘロドトスに劣らず巧みに組み合わせています。しかし、崇高、美、壮麗、そして特にいわゆる歴史的肉づけと呼ばれるものは、ヘロドトスが備えています。

§4.4

οὐ γὰρ μόνον οὐκ ἴσχυσε τοῦτο παρʼ αὐτοῦ λαβεῖν, ἀλλὰ κἄν ποτε διεγεῖραι βουληθῇ τὴν φράσιν, ὀλίγον ἐμπνεύσας ὥσπερ ἀπόγειος αὖρα ταχέως σβέννυται3 μακρότερος γὰρ γίνεται τοῦ δέοντος ἐν πολλοῖς, καὶ τοῦ πρέποντος οὐχ ὡς Ἡρόδοτος ἐφάπτεται τῶν προσώπων εὐτυχῶς,4 ἀλλʼ ἐν πολλοῖς ὀλίγωρός ἐστιν, ἄν τις ὀρθῶς σκοπῇ.

というのも、クセノポンはこれを彼から受け継ぐことができなかったばかりか、たとえ表現を高揚させようと望んだとしても、陸風のようにわずかに息吹いたかと思うとすぐに鎮まってしまうからです。実際、多くの箇所で必要以上に冗長となり、作中人物にふさわしい適切さをヘロドトスのように首尾よく捉えることができず、正しく吟味するならば、多くの点で無頓着だからです。

構文注4 件
  1. 4.1καὶ ἣν κατέλιπεν ἀτελῆ Θουκυδίδης

    関係詞節 ἣν κατέλιπεν ἀτελῆ Θουκυδίδης は先行詞 τὴν Ἑλληνικήν と καὶ で並列接続され、同格・説明的に機能している(「『ギリシア史』、すなわちトゥキュディデスが未完で遺したところの歴史」)。名詞句と関係節を καὶ で結ぶギリシア語特有の付加構文。

  2. 4.3τὸ λεγόμενον ἰδίως πλάσμα ἱστορικόν

    πλάσμα は修辞学・文芸論で「文体の型、練り上げられた質感・格調」を指す術語。ἰδίως(固有に、特有の意味で)が付されていることから、詩や演説の劇的虚構・修飾と区別された「歴史叙述特有の風格ある文体形成」を意味している。

  3. 4.4ὀλίγον ἐμπνεύσας ὥσπερ ἀπόγειος αὖρα ταχέως σβέννυται

    分詞 ἐμπνεύσας(男性単数)の主語は文脈上クセノポン本人であるが、主動詞 σβέννυται(消える、鎮まる)の述語内容は比喩(陸風)および「表現(ἡ φράσις)」の高まりと減衰を指している。人称主語(クセノポン)を主語に据えつつ、その表現活動そのものを風の消長になぞらえる転換構文。

  4. 4.4καὶ τοῦ πρέποντος οὐχ ὡς Ἡρόδοτος ἐφάπτεται τῶν προσώπων εὐτυχῶς

    動詞 ἐφάπτεται は属格支配で「〜に到達する、〜を捉える」の意。属格 τοῦ πρέποντος(適切さ)が目的語であり、属格 τῶν προσώπων はこれに係り「登場人物に固有のふさわしさ」を表す。語順の倒置(hyperbaton)により否定辞 οὐχ ὡς Ἡρόδοτος が間に挿入されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0081.tlg015.humanitext-grc2:4.1-4.4