← アッリアノス

インド誌

§26.1-26.9

魚食民の沿岸航行とモサルナ到着

ネアルコス率いる船団は魚食民の沿岸を航行し、バギサラ、カラモイ、キッサなどを経由してモサルナに至る。食糧不足に苦しみつつ、土地の風物や草のない地で魚を食べる羊などを見聞する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§26.1

ἐπὶ δὲ Ὠρείτῃσι κατὰ μὲν μεσογαίην Γαδρώσιοι ἐπεῖχον, ὧν τὴν χώρην χαλεπῶς διεξῆλθεν ἅμα τῇ στρατιῇ Ἀλέξανδρος, καὶ κακὰ τοσαῦτα ἔπαθεν, ὅσα οὐδὲ τὰ σύμπαντα τῆς συμπάσης στρατηλασίης.1 ταῦτά μοι ἐν τῇ μέζονι συγγραφῇ ἀναγέγραπται. κάτα δὲ Γαδρωσίων.2 παρὰ τὴν θάλασσαν αὐτὴν οἱ Ἰχθυοφάγοι καλεόμενοι οἰκέουσι. παρὰ τούτων τὴν γῆν ἔπλωον. τῇ μὲν δή πρώτῃ ἡμέρῃ περὶ δευτέρην φυλακήν ἀναχθέντες καταίρουσιν ἐς Βαγίσαρα· στάδιοι τοῦ παραπλόου ἑξακόσιοι.

オレイタイ人に接して内陸にはガドロシア人が占めていたが、彼らの国をアレクサンドロスは軍勢とともに辛酸をなめて通過し、遠征全体を通じて被ったすべての苦難を合わせても及ばないほどの災難を被った。これらのことは余の大著に書き記されている。ガドロシア人の地の下手、海沿いそのものにはいわゆる魚食民が住んでいる。彼らの地に沿って船団は航行した。さて第一日目には、第二夜番のころに出航してバギサラに入港する。沿岸航行の距離は六百スタディオンである。

§26.3

λιμήν τε ἔνι αὐτόθι εὔορμος, καὶ κώμη Πάσιρα, ἀπέχουσα ἀπὸ θαλάσσης ἐξήκοντα σταδίους, καὶ οἱ πρόσοικοι αὐτῆς Πασιρέες.

そこには良港があり、海から六十スタディオン離れてパシラという村があり、その住民はパシレエス人である。

§26.4

ἐς δὲ τὴν ὑστεραίην πρωιαίτερον τῆς ὥρης ἀναχθέντες περιπλώουσιν ἄκρην ἐπὶ πολλόν τε ἀνέχουσαν ἐς τὸν πόντον καὶ ταύτην ὑψηλὴν καὶ κρημνώδεα.

翌日には、定刻より早く出航して、海へと長く突き出し、高く険しい岬を回り込む。

§26.5

φρέατα δὲ ὀρύξαντες, ὕδωρ ὀλίγον καὶ πονηρὸν ἀρυσάμενοι ταύτῃ μὲν τῇ ἡμέρῃ ἐπὶ ἀγκυρέων ὥρμεον, ὅτι ῥηχίη κατὰ τὸν αἰγιαλὸν ἀνεῖχεν·

井戸を掘り、少量の悪水を汲んで、この日は錨泊した。海岸沿いに浅瀬(暗礁)が続いていたからである。

§26.6

ἐς δὲ τήν ὑστεραίην καταίρουσιν ἐς Κόλτα, σταδίους ἐλθόντες διηκοσίους. ἐνθένδε ἕωθεν πλώσαντες σταδίους ἑξακοσίους ἐν Καλάμοισιν ὁρμίζονται. κώμη πρὸς τῷ αἰγιαλῷ φοίνικες δὲ περὶ αὐτὴν ὀλίγοι ἐπεφύκεσαν, καὶ βάλανοι ἐπʼ αὐτοῖσι χλωραὶ ἐπῆσαν. καὶ νῆσος ὡς ἑκατὸν σταδίους ἀπὸ τοῦ αἰγιαλοῦ ἀπέχουσα, Καρνίνη οὔνομα.

翌日には二百スタディオン進んでコルタに入港する。ここから夜明けに出航し、六百スタディオン進んでカラモイに投錨する。海岸に面した村で、その周りにはナツメヤシがわずかに生えており、それらには青い実がついていた。また海岸から百スタディオンほど離れて、カルニネという名の島があった。

§26.7

ἐνθαῦτα ξείνια Νεάρχῳ προσφέρουσιν οἱ κωμῆται πρόβατα καὶ ἰχθύας· καὶ τῶν προβάτων τὰ κρέα λέγει ὅτι ἦν ἰχθυώδεα, ἴσα τοῖσι τῶν ὀρνίθων τῶν πελαγίων, ὅτι καὶ αὐτὰ ἰχθύας σιτέεται· ποίη γὰρ οὐκ ἔνι ἐν τῇ χώρῃ.

ここで村人たちがネアルコスに羊と魚の贈り物を持参する。そして羊の肉は魚臭く、海鳥の肉と同じようであったと彼は言う。羊自身も魚を食べているからである。その地方には草がないのだ。

§26.8

ἀλλὰ τῇ ὑστεραίῃ πλώσαντες ἐς σταδίους διηκοσίους ὁρμίζονται πρὸς αἰγιαλῷ καὶ κώμῃ ἀπὸ θαλάσσης ἐς σταδίους τριήκοντα ἀπεχούσῃ· ἡ μὲν κώμη Κίσσα ἐκαλέετο, Καρβὶς δὲ τῷ αἰγιαλῷ οὔνομα ἦν.

だが翌日、二百スタディオンほど航行して、海から三十スタディオン離れた村のある海岸に投錨する。村はキッサと呼ばれ、海岸の名はカルビスであった。

§26.9

ἐνθαῦτα πλοίοισιν ἐπιτυγχάνουσι σμικροῖσιν, οἷα ἁλιέων πλοῖα οὐκ εὐδαιμόνων· αὐτοὺς δὲ οὐ καταλαμβάνουσιν, ἀλλʼ ἔφυγον γὰρ3 κατορμιζομένας κατιδόντες τὰς νέας. σῖτός τε αὐτόθι οὐκ ἐνῆν, καὶ ἐπελελοίπει τὴν στρατιὴν ὁ πολλός· ἀλλὰ αἶγας ἐμβαλόμενοι ἐς τὰς νέας, οὕτω δὴ ἀπέπλωον. καὶ περιπλώσαντες ἄκρην ὑψηλὴν ὅσον πεντήκοντα καὶ ἑκατὸν σταδίους ἀνέχουσαν ἐς τὸν πόντον, κατάγονται ἐν λιμένι ἀκλύστῳ. καὶ ὕδωρ αὐτόθι ἦν, καὶ ἁλιέες ᾤκεον· Μοσαρνὰ οὔνομα ἦν τῷ λιμένι.

ここで彼らは、豊かでない漁民の船のような小さな舟に出くわす。しかし当人たちを捕らえることはできなかった。船団が入港してくるのを見て逃げてしまったからである。食糧はそこにはなく、軍勢の食糧の大部分も尽きていた。しかし山羊たちを船に積み込み、かくして出航した。そして海へ百五十スタディオンほど突き出た高い岬を回り込み、波の静かな港に入港する。そこには水があり、漁民たちが住んでいた。その港の名はモサルナであった。

構文注3 件
  1. 26.1ὅσα οὐδὲ τὰ σύμπαντα τῆς συμπάσης στρατηλασίης

    相関代名詞 ὅσα の導く節において動詞(ἦν や ἔπαθεν など)が省略された構文。直訳すると「遠征全体のすべての(苦難)すら及ばないほどの(災難)」。κακὰ τοσαῦτα と呼応し、ガドロシア通過の苦難が他の全遠征行程の苦難の総計を凌駕していたことを強調する。

  2. 26.1κάτα δὲ Γαδρωσίων

    前置詞 κατά が属格支配(アナストロフィによりアクセントが後退して κάτα)で場所を表す表現。「ガドロシア人の(地)の下手に/沖合に面して」の意。内陸(κατὰ μὲν μεσογαίην)と対比され、海岸線側に位置することを示す。

  3. 26.9ἀλλʼ ἔφυγον γὰρ

    ἀλλὰ ... γάρ はギリシア語の慣用表現で、主節の省略を含意し、「しかし(彼らを捕まえられなかった、)というのも逃げてしまったからである」という論理的関係を表す。ここでは否定文 αὐτοὺς δὲ οὐ καταλαμβάνουσιν の理由を直ちに導入している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:26.1-26.9