- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:25.1-25.8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
船団は船を修理したのちオレイタイ人の領地の端マラナに達し、内陸の住民の習俗と航海距離が記される。続けてネアルコスによる南航時の太陽の影や星々の天文学的観測が引用され、著者はシエネやメロエの例を引いてその妥当性を論じる。
ἐνθαῦτα νεωλκέουσι τὰς νέας, καὶ ὅσαι πεπονηκυῖαι αὐτέων ἐπισκευάζουσι. τῇ δὲ ἕκτῃ ἡμέρῃ ἐστέλλοντο, καὶ πλώσαντες σταδίους ἐς τριηκοσίους ἀπικνέονται ἐς χῶρον, ὃς δὴ ἔσχατος ἦν τῆς Ὠρειτέων γῆς· Μάλανα τῷ χώρῳ οὔνομα.
そこで彼らは船を引き揚げ、傷んだ船を修理した。そして六日目に出航し、三百スタディオンほど航行して、まさにオレイタイ人の土地の最果てにあたる場所に到着した。その場所の名はマラナといった。
Ὠρεῖται δὲ ὅσοι ἄνω ἀπὸ θαλάσσης οἰκέουσιν, ἐσταλμένοι μὲν κατάπερ Ἰνδοί εἰσι, καὶ τὰ ἐς πόλεμον ὡσαύτως παραρτέονται· γλῶσσα δὲ ἄλλη αὐτοῖσι τοῖσι καὶ ἄλλα νόμαια.
海から離れた内陸に住むオレイタイ人たちは、インド人のように身なりを整え、戦争の準備も同様になす。しかし言葉は異なっており、風習もまた異なっている。
μῆκος τοῦ παραπλόου παρὰ μὲν χώρην τὴν Ἀραβίων ἐς χιλίους μάλιστα σταδίους, ἔνθενπερ ὡρμήθησαν, παρὰ δὲ τὴν Ὠρειτέων γῆν ἑξακόσιοι καὶ χίλιοι.
彼らが出発したアラビオス人の土地に沿った沿岸航行の距離はおよそ千スタディオンであり、オレイタイ人の土地に沿った距離は千六百スタディオンであった。
παραπλωόντων δὲ τὴν Ἰνδῶν γῆν1 (τὸ ἐνθεῦτεν γὰρ οὐκέτι Ἰνδοί εἰσι) λέγει Νέαρχος ὅτι αἱ σκιαὶ αὐτοῖσιν οὐ τωὐτὸ ἐποίεον·
ネアルコスが言うには、彼らがインド人の土地に沿って航行していたとき(というのも、ここからはもはやインド人ではないからである)、影は彼らにとって同じようには動かなかったという。
ἀλλὰ ὁκότε μὲν ἐπὶ πολλὸν τοῦ πόντου ὡς πρὸς μεσαμβρίην προχωρήσειαν, αἱ δὲ καὶ αὐταὶ2 πρὸς μεσαμβρίην τετραμμέναι ἐμαίνοντο· ὁκότε δὲ τὸ μέσον τῆς ἡμέρης ἐπέχοι ὁ ἥλιος, ἤδη καὶ ἔρημα σκιῆς πάντα ὤφθη αὐτοῖσι.
すなわち、彼らが南をめざして海のかなり沖合へと進んだときには、影の方も自ら南に向きを変えているように見え、太陽が正午の位置に来たときには、すべてのものが彼らに影のない状態で見られた。
τῶν τε ἀστέρων ὅσους πρόσθε μετεώρους κατεώρων;3 οἳ μὲν ἀφανέες πάντη ἦσαν, οἳ δὲ πρὸς αὐτῇ τῇ γῇ ἐφαίνοντο, καταδύνοντές τε καὶ αὐτίκα ἀνατέλλοντες οἱ πάλαι ἀειφανέες ἐόντες.
また、以前には空高く見上げていた星々のうち、あるものは完全に姿を消し、あるものは地平線のすぐ近くに見え、かつては沈むことのなかった星々が沈んではすぐに昇った。
καὶ ταῦτα οὐκ ἀποικότα δοκέει μοι ἀναγράψαι Νέαρχος· ἐπεὶ καὶ ἐν Συήνῃ τῇ Αἰγυπτίῃ, ἐπεὰν τροπὰς ἄγῃ θέρεος ὥρῃ ὁ ἥλιος, φρέαρ ἀποδεδειγμένον ἐστί, καὶ τοῦτο ἄσκιον ἐν μεσαμβρίῃ φαίνεται· ἐν Μερόῃ δὲ πάντα ἄσκια τῇ αὐτῇ ὥρῃ.
そして、ネアルコスがこれらのことを記録したのは私には不合理ではないと思われる。なぜなら、エジプトのスエネにおいても、夏期に太陽が至点に至るとき、定められた井戸があり、これが正午に影を作らないのが見られるし、メロエでは同じ季節にすべてのものが影をなくすからである。
οἰκὸς ὦν καὶ ἐν Ἰνδοῖσιν, ἅτε πρὸς μεσαμβρίην ᾠκισμένοισι, τωὐτὰ δὴ πάθεα ἐπέχειν,4 καὶ μάλιστα δὴ κατὰ τὸν πόντον τὸν Ἰνδικόν, ὅσῳ μᾶλλον αὐτοῖσιν ἡ θάλασσα πρὸς μεσαμβρίην κέκλιται. ταῦτα μὲν δὴ ὧδε ἐχέτω.
それゆえ、南方に住んでいる以上、インド人たちのもとでも同じ現象が起こることはもっともであり、彼らにとって海がより南へと傾いている分、インド洋においては特にそうである。これらについてはこれで十分としよう。
- 25.4παραπλωόντων δὲ τὴν Ἰνδῶν γῆν
属格絶対構文。意味上の主語(航海者たち、ネアルコスの一行)は明示されていないが、続く主文の代名詞 αὐτοῖσιν や全体の文脈から「彼らがインド人の土地に沿って航海していたとき」と補われる。
- 25.5αἱ δὲ καὶ αὐταὶ
時間従属節(ὁκότε μὲν ... προχωρήσειαν)を受けた主節の冒頭に置かれた接続小辞 δέ(いわゆる帰結節の δέ, apodotic de)。主節であることを明確にし、従属節の条件に対する主節の事態を際立たせる。
- 25.6τῶν τε ἀστέρων ὅσους πρόσθε μετεώρους κατεώρων
部分属格の先行詞 τῶν ἀστέρων に関係代名詞 ὅσους の節が続き、直後の οἳ μὲν ... οἳ δὲ による部分総括の分割構文へと繋ぐ構文的倒置(hyperbaton)。「かつて空高く見上げていた星々のうち、あるものは……」の意。
- 25.8οἰκὸς ὦν καὶ ἐν Ἰνδοῖσιν ... τωὐτὰ δὴ πάθεα ἐπέχειν
非人称形容詞 οἰκός(= εἰκός)に省略された連結動詞 ἐστί を補い、不定詞 ἐπέχειν を導く構文。意味上の主語は τωὐτὰ δὴ πάθεα(対格不定詞構文)。「インド人たちのもとでも同じ現象が生じるのはもっともである」の意。
