← アッリアノス

インド誌

§27.1-27.9

案内人ヒュドラケスと農耕小都市での計略

ネアルコス船団は案内人ヒュドラケスを得て航行を進め、バルナ、コファンタ、キュイザを経て農耕の営まれる小都市に到達し、糧食確保のため計略による占取を企てる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§27.1

ἐνθένδε κατηγεμὼν τοῦ πλόου λέγει Νέαρχος ὅτι συνέπλωσεν αὐτοῖσιν Ὑδράκης οὔνομα, Γαδρώσιος·1 ὑπέστη δὲ Ὑδράκης καταστήσειν αὐτοὺς μέχρι Καρμανίης. τὰ δὲ ἀπὸ τοῦδε οὐκέτι χαλεπὰ ἦν, ἀλλὰ μᾶλλόν τι εὔορμα, ἔστε ἐπὶ τὸν κόλπον τὸν Περσικόν.

ここから、ネアルコスが言うには、ヒュドラケスという名のガドロシア人が航路の案内人として彼らとともに船出した。ヒュドラケスはカルマニアに至るまで彼らを導くことを引き受けた。そしてこれ以降の行程はもはや困難ではなく、ペルシア湾に至るまで、より投錨しやすい港が続くようになった。

§27.2

ἐκ δὲ Μοσαρνῶν νυκτὸς ἄραντες πλώουσι σταδίους ἑπτακοσίους καὶ πεντήκοντα ἐς Βάλωμον αἰγιαλόν· ἐνθένδε ἐς Βάρνα κώμην σταδίους τετρακοσίους, ἵνα φοίνικές τε πολλοὶ ἐνῆσαν καὶ κῆπος, καὶ ἐν τῷ κήπῳ μύρσιναι ἐπεφύκεσαν καὶ ἄλλα ἄνθεα, ἀπʼ ὅτων στεφανώματα τοῖσι κωμήτῃσιν ἐπλέκετο· ἐνθαῦτα πρῶτον δένδρεά τε εἶδον ἥμερα, καὶ ἀνθρώπους οὐ πάντη θηριώδεας ἐποικέοντας ἐνθένδε ἐς διηκοσίους σταδίους περιπλώσαντες καταίρουσιν ἐς Δενδρόβοσα, καὶ αἱ νέες ἐπʼ ἀγκυρέων ἐσάλευσαν.

モサルナから夜間に出航して、七百五十スタディオン航行してバロモスの浜に至る。そこから四百スタディオンでバルナという村に至り、そこには多くのナツメヤシと園地があり、園地にはギンバイカや他の花々が生えていて、村人たちはそれらから花冠を編んでいた。ここで彼らは初めて栽培された果樹を見、完全に野蛮というわけではない住民たちを見た。ここから二百スタディオンを回り込むように航行してデンドロボサに入港し、船団は錨泊して揺られていた。

§27.4

ἐνθένδε ἀμφὶ μέσας νύκτας ἄραντες ἐς Κώφαντα λιμένα ἀπίκοντο, τετρακοσίους μάλιστα σταδίους διεκπλώσαντες·

ここから夜半頃に出航して、およそ四百スタディオンを航行し、コファンタの港に到着した。

§27.5

ἐνθαῦτα ἁλιέες τε ᾤκεον, καὶ πλοῖα αὐτοῖσιν ἦν σμικρὰ καὶ πονηρά· καὶ τῇσι κώπῃσιν οὐ κατὰ σκαλμὸν ἤρεσσον ὡς ὁ Ἑλλήνων νόμος, ἀλλὰ τὸ ὕδωρ ἀναβάλλοντες ἔνθεν καὶ ἔνθεν,2 κατάπερ οἱ σκάπτοντες τὴν γῆν. ὕδωρ δὲ πολλόν τε ἦν ἐν τῷ λιμένι καὶ καθαρόν.

そこには漁民たちが住んでおり、彼らの舟は小さく粗末であった。そして彼らは櫂をギリシア人の慣習のように櫂受け(スカルモス)に当てて漕ぐのではなく、土を掘り返す人たちのように、両側から水を跳ね上げながら漕いでいた。港には水が豊富で、清らかであった。

§27.6

περὶ δὲ πρώτην φυλακὴν ἄραντες καταίρουσιν ἐς Κύιζα, ἐς ὀκτακοσίους σταδίους διεκπλώσαντες, ἵνα αἰγιαλός τε ἔρημος ἦν καὶ ῥηχίη. αὐτόθι ὦν ἐπʼ ἀγκυρέων ὥρμεον, κατὰ νέας τε ἐδειπνοποιέοντο.

第一夜番の頃に出航して、八百スタディオンを航行してキュイザに入港した。そこは荒涼とした浜で浅瀬(暗礁)があった。そこで彼らは錨泊し、船上で食事をとった。

§27.7

ἐνθένδε διεκπλώσαντες σταδίους πεντακοσίους ἀπίκοντο ἔς τινα πόλιν σμικρήν, οἰκεομένην ἐπὶ γηλόφου οὐ πόρρω τοῦ αἰγιαλοῦ.

ここから五百スタディオン航行して、海岸からそう遠くない丘の上に築かれた小さな町に到着した。

§27.8

καὶ Νέαρχος ἐπιφρασθεὶς ὅτι σπείρεσθαι τὴν χώρην οἰκός, λέγει3 πρὸς Ἀρχίην — συνέπλωε δὲ Νεάρχῳ, τῶν ἐν αἴνῃ ἐὼν Μακεδόνων — πρὸς τοῦτον λέγει ὅτι καταληπτέον σφίσιν εἴη τὸ χωρίον·

ネアルコスは、その地方には作物が蒔かれているはずであると気づき、アルキアスに――彼はネアルコスと同航しており、名誉あるマケドニア人の一人であったが――このアルキアスに向かって、その拠点を占取すべきであると言った。

§27.9

ἑκόντας τε γὰρ οὐκ ἂν οἴεσθαι δοῦναι τῇ στρατιῇ σιτία,4 βίῃ τε οὐκ οἷόν τε εἶναι ἐξαιρέειν, πολιορκίης δὲ καὶ τριβῆς δεήσειν, σφᾶς δὲ ἐπιλελοιπέναι τὰ σιτία. ὅτι δὲ ἡ γῆ σιτοφόρος, τῇ καλάμῃ τεκμηριοῦσθαι, ἥντινα οὐ πόρρω τοῦ αἰγιαλοῦ ἀπεώρων βαθέαν. ταῦτα ἐπεί σφισιν ἐδόκεε, τὰς μὲν ἄλλας νέας κελεύει παραρτέεσθαι ὡς ἐς πλόον, καὶ Ἀρχίης αὐτῷ ἐξήρτυε τὰ ἐς τὸν πλόον· αὐτὸς δὲ ὑπολειφθεὶς μετὰ μιῆς νεὸς ἐπὶ θέαν δῆθεν τῆς πόλιος ᾔει.

というのも、住民たちが進んで軍勢に食糧を渡すとは考えられず、かといって力づくで奪うことも不可能であり、攻囲戦と時間の浪費を要することになるが、自分たちの食糧は尽きてしまっているからであった。また、その土地が穀物を産することは、海岸から遠くないところに豊かに茂っているのが見えていた麦藁によって証拠立てられると述べた。彼らがこう決定すると、ネアルコスは他の船には出航するかのように準備をするよう命じ、アルキアスが彼のために出航の準備を整えた。ネアルコス自身は一隻の船とともに後に残り、あたかも町を見物するかのようにして向かった。

構文注4 件
  1. 27.1κατηγεμὼν τοῦ πλόου λέγει Νέαρχος ὅτι συνέπλωσεν αὐτοῖσιν Ὑδράκης οὔνομα, Γαδρώσιος

    文頭の κατηγεμὼν τοῦ πλόου(航路の案内人)は、主語 Ὑδράκης に対する述部的同格。文構造としては「案内人としてヒュドラケスが彼らとともに船出した」となる。語順の倒置(hyperbaton)によって重要な役割を示す語句が文頭に先置されている。

  2. 27.5ἀλλὰ τὸ ὕδωρ ἀναβάλλοντες ἔνθεν καὶ ἔνθεν

    直前の οὐ κατὰ σκαλμὸν ἤρεσσον(櫂受けに合わせて漕がなかった)に対応する対比節(ἀλλά)において、定動詞ではなく分詞 ἀναβάλλοντες(跳ね上げながら)が用いられている。直前の ἤρεσσον を補って「(水を跳ね上げながら)漕いでいた」と統語的に補完するか、あるいは文意を担う分詞構文として理解する。

  3. 27.8λέγει πρὸς Ἀρχίην — συνέπλωε δὲ Νεάρχῳ, τῶν ἐν αἴνῃ ἐὼν Μακεδόνων — πρὸς τοῦτον λέγει

    関係者についての挿入節(συνέπλωε δὲ...)が挟まれたため、主文の動詞と前置詞句が πρὸς τοῦτον λέγει として反復・再開されている(再開の構文、epanalepsis)。これに続く ὅτι 節が発話内容を導く。

  4. 27.9ἑκόντας τε γὰρ οὐκ ἂν οἴεσθαι δοῦναι τῇ στρατιῇ σιτία

    間接話法における不定詞構文。文脈上ネアルコスの思考・発言が続いており、主動詞 λέγει を受けて不定詞 οἴεσθαι(思う)が用いられている。οὐκ ἂν οἴεσθαι は直説法 οὐκ ἂν ᾤετο(思わなかっただろう)の不定詞化、あるいは ἄν が不定詞 δοῦναι に係り「自発的に与えることはないだろうと自分は思う」の意を表す構造である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:27.1-27.9