- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:19.1-19.9
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アレクサンドロスは陸軍をクラテロス、ヘパイスティオン、ピリッポスに分担させて川沿いに進軍させ、自らは大艦隊を率いてヒュダスペス川を下り、アッティカ方言で書かれた本伝との役割分担として本篇がネアルコスの大洋沿岸航海の記録であることを宣言する。
ὡς δὲ πάντα ἐξήρτυτο αὐτῷ ἐς ἀναγωγήν, Κράτερον μὲν τὰ ἐπὶ θάτερα τοῦ Ὑδάσπεω ἐπιέναι σὺν στρατιῇ ἐκέλευσε πεζικῇ τε καὶ ἱππικῇ· ἐς τὸ ἐπὶ θάτερα δὲ Ἡφαιστίων αὐτῷ προεπορεύετο, σὺν ἄλλῃ στρατιῇ πλείονι ἔτι τῆς Κρατέρῳ συντεταγμένης. καὶ τοὺς ἐλέφαντας Ἡφαιστίων αὐτῷ ἦγεν, ὄντας ἐς διηκοσίους.
出航のためのあらゆる準備が彼のために整うと、彼はクラテロスに対して、歩兵と騎兵からなる軍勢を率いてヒュダスペス川の一方の岸を進むよう命じた。他方の岸へはヘパイスティオンが彼のために先行し、クラテロスに配属された軍勢よりもさらに大規模な別の軍勢を率いていた。またヘパイスティオンは彼のために、二百頭ほどに及ぶ戦象を率いていた。
αὐτὸς δὲ τούς τε ὑπασπιστὰς καλεομένους ἅμα οἷ ἦγε καὶ τοὺς τοξότας πάντας καὶ τῶν ἱππέων τοὺς ἑταίρους καλεομένους, τοὺς πάντας ἐς ὀκτακισχιλίους.
彼自身は、いわゆる盾持兵たち、および弓兵全員と、騎兵のうち仲間と呼ばれる者たちを身近に伴ったが、その総勢はおよそ八千名であった。
τοῖσι μὲν δὴ ἀμφὶ Κράτερον καὶ Ἡφαιστίωνα ἐτέτακτο ἵνα προπορευθέντες ὑπομένοιεν τὸν στόλον.1
クラテロスとヘパイスティオンの一行には、前進した上で艦隊を待機すべき場所が指定されていた。
Φίλιππον δέ, ὅς αὐτῷ σατράπης τῆς χώρης ταύτης ἦν, ἐπὶ τοῦ Ἀκεσίνου ποταμοῦ τὰς ὄχθας πέμπει, ἅμα στρατιῇ πολλῇ καὶ τοῦτον·
そして彼は、この地方の彼のもとでの太守であったピリッポスを、この者にも多くの軍勢を伴わせてアケシネス川の岸辺へと派遣した。
ἤδη γὰρ καὶ δώδεκα μυριάδες αὐτῷ μάχιμοι εἵποντο σὺν οἷσιν ἀπὸ θαλάσσης τε αὐτὸς ἀνήγαγε καὶ αὖθις οἱ ἐπὶ συλλογῇ αὐτῷ στρατιῆς πεμφθέντες ἧκον ἔχοντες, παντοῖα ἔθνεα βαρβαρικὰ ἅμα οἷ ἄγοντι2 καὶ πᾶσαν ἰδέην ὡπλισμένα.
というのも、彼自身が海から引き連れてきた者たちと、さらに彼のために軍勢の徴募に派遣された者たちが連れて戻ってきた者たちを含め、すでに十二万人もの戦闘員が彼に従っており、彼があらゆる種類の異民族を伴い、それらがあらゆる様式で武装していたからである。
αὐτὸς δὲ ἄρας τῇσι νηυσὶ κατέπλωε κατὰ τὸν Ὑδάσπεα ἔστε ἐπὶ τοῦ Ἀκεσίνου τε καὶ τοῦ Ὑδάσπεω τὰς συμβολάς.
彼自身は船を出航させ、ヒュダスペス川を下ってアケシネス川とヒュダスペス川の合流点へと航行した。
νέες δὲ αἱ σύμπασαι αὐτῷ ὀκτακόσιαι ἦσαν, αἵ τε μακραὶ καὶ ὅσα στρογγύλα πλοῖα καὶ ἄλλαι ἱππαγωγοὶ καὶ σιτία ἅμα τῇ στρατιῇ ἄγουσαι.
彼の船は全体で八百隻あり、軍艦や丸型の商船、さらに馬匹輸送船や軍勢のための食糧を運ぶその他の船などであった。
ὅκως μὲν δὴ κατὰ τοὺς ποταμοὺς κατέπλωσεν αὐτῷ ὁ στόλος, καὶ ὅσα ἐν τῷ παραπλόῳ ἔθνεα κατεστρέψατο, καὶ ὅκως διὰ κινδύνου αὐτὸς ἐν Μαλλοῖσιν ἧκε, καὶ τὸ τρῶμα ὃ ἐτρώθη ἐν Μαλλοῖσι, καὶ Πευκέστας τε καὶ Λεόννατος ὅκως ὑπερήσπισαν αὐτὸν πεσόντα, πάντα ταῦτα λέλεκταί μοι ἤδη ἐν τῇ ἄλλῃ τῇ Ἀττικῇ συγγραφῇ.3
艦隊がどのように河川を下り、航行の途上でいかに多くの民族を征服したか、また彼自身がいかにマッロイ人のもとで危機に陥り、マッロイ人のもとでいかなる負傷を負ったか、そして倒れた彼をペウケスタスとレオンナトスがいかに盾で庇ったかといったことは、すでに私によって別のアッティカ方言の著作の中で語られている。
ὁ δὲ λόγος ὅδε τοῦ παραπλόου μοι ἀπήγησίς ἐστιν, ὃν Νέαρχος σὺν τῷ στόλῳ παρέπλωσεν ἀπὸ τοῦ Ἰνδοῦ τῶν ἐκβολέων ὁρμηθεὶς κατὰ τὴν θάλασσαν τὴν μεγάλην ἔστε ἐπὶ τὸν κόλπον τὸν Περσικόν, ἣν δὴ Ἐρυθρὴν θάλασσαν μετεξέτεροι καλέουσι.
これに対して、この記録は、ネアルコスが艦隊とともにインダス川の河口を出航し、ある人々が紅海と呼ぶペルシア湾に至るまで大洋沿いに航海した沿岸航海の私による報告である。
- 19.3ἵνα προπορευθέντες ὑπομένοιεν τὸν στόλον
ここでの ἵνα は命令の内容を導く接続詞(「〜するように命じられた」)とも取りうるが、ヘロドトス的・イオニア方言的な用法において場所を表す関係副詞「〜する場所へ/において」として機能している(先行する場所に相当する名詞が省かれ、「先行して艦隊を待つべき場所が命じられていた」の意)。下流の合流点や指定宿営地という軍事的な集結地点の指定として理解するのが自然である。
- 19.5ἅμα οἷ ἄγοντι
与格分詞 ἄγοντι は、文頭の主語・動詞から離れた位置にある代名詞 αὐτῷ(ἤδη γὰρ καὶ δώδεκα μυριάδες αὐτῷ μάχιμοι εἵποντο...)に一致する付帯状況の分詞。関係詞節(σὺν οἷσιν... ἧκον ἔχοντες)が挿入されて離隔しているが、「彼自身があらゆる異民族を伴いながら」とアレクサンドロスの統率状況を述べている。
- 19.8ἐν τῇ ἄλλῃ τῇ Ἀττικῇ συγγραφῇ
冠詞+形容詞+冠詞+形容詞+名詞の同格的・限定的語順。「もう一つの、アッティカ方言による著作」の意であり、著者がアッティカ方言で著した主著『アレクサンドロス東征記(アナバシス)』を指す。現在読んでいる本篇(『インド誌』)がイオニア方言で書かれていることとの対比を明示している。
