← アッリアノス

インド誌

§20.1-20.11

航海計画への危惧とネアルコスの指揮官志願

アレクサンドロスはインドからペルシアへの航路開拓を望みつつも危険を危惧して人選に悩んでいたが、ネアルコスが自ら指揮官に志願し、これによって遠征隊の士気も大いに高まった。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§20.1

Νεάρχῳ δὲ λέλεκται ὑπὲρ τούτων ὅδε ὁ λόγος· πόθον μὲν εἶναι Ἀλεξάνδρῳ ἐκπεριπλῶσαι τὴν θάλασσαν τὴν ἀπὸ Ἰνδῶν ἔστε ἐπὶ τὴν Περσικήν, ὀκνέειν δὲ αὐτὸν τοῦ τε πλόου τὸ μῆκος καὶ μή1 τινι ἄρα χώρῃ ἐρήμῃ ἐγκύρσας ἢ ὅρμων ἀπόρῳ ἢ οὐ συμμέτρως ἐχούσῃ τῶν ὡρέων, οὕτω δὴ διαφθαρῇ αὐτῷ ὁ στόλος, καὶ οὐ φαύλη κηλὶς αὕτη τοῖσιν ἔργοισιν αὐτοῦ τοῖσι μεγάλοισιν ἐπιγενομένη τὴν πᾶσαν εὐτυχίην αὐτῷ ἀφανίσῃ· ἀλλὰ ἐκνικῆσαι γὰρ αὐτῷ τὴν ἐπιθυμίην τοῦ καινόν τι αἰεὶ καὶ ἄτοπον ἐργάζεσθαι.

ネアルコスによってこれらについて次のような話が語られている。すなわち、アレクサンドロスには、インド人の地からペルシア湾に至るまでの海を周航したいという切望があった。しかし彼は、航路の長さや、あるいは万一無人の地や錨泊地の得られない岸辺、あるいは季節の巡りが適さない土地に行き当たり、それによって艦隊が全滅してしまい、この少なからぬ汚点が彼の偉大な業績に加わって、彼のもつすべての幸運を消し去りはしないかと危惧していた。しかし、つねに何か新奇で途方もないことを成し遂げたいという彼の欲望が打ち勝ったのである。

§20.3

ἀπόρως δὲ ἔχειν ὅντινα οὐκ ἀδύνατόν τε ἐς τὰ ἐπινοεύμενα ἐπιλέξαιτο, καὶ ἅμα τῶν ἐν νηὶ ἀνδρῶν, ὅκως τῶν τοιοῦτον στόλον στελλομένων ἀφελεῖ τὸ δεῖμα2 τοῦ δῆθεν ἠμελημένως αὐτοὺς ἐς προῦπτον κίνδυνον ἐκπέμπεσθαι.

だが彼は、企図された事柄に対して力不足でない人物として誰を選び出すべきか、また同時に、このような艦隊に乗り組んで派遣される船上の人々から、自分たちが言わば見捨てられて明白な危機へと送り出されるのだという恐怖をいかにして取り除くべきかについて途方に暮れていた。

§20.4

λέγει δὲ Νέαρχος ἑωυτῷ ξυνοῦσθαι Ἀλέξανδρον ὅντινα προχειρίσηται ἐξηγέεσθαι τοῦ στόλου. ὡς δὲ ἄλλου καὶ ἄλλου ἐς μνήμην ἰόντα3 τοὺς μὲν ὡς οὐκ ἐθέλοντας κινδυνεύειν ὑπὲρ οὗ ἀπολέγειν, τοὺς δὲ ὡς μαλθακοὺς τὸν θυμόν, τοὺς δὲ ὡς πόθῳ τῆς οἰκηίης κατεχομένους, τοῖσι δὲ ἄλλο καὶ ἄλλο ἐπικαλέοντα, τότε δὴ αὐτὸν ὑποστάντα εἰπεῖν ὅτι “ὦ βασιλεῦ, ἐγώ τοι ὑποδέκομαι ἐξηγήσεσθαι τοῦ στόλου, καὶ εἰ τὰ ἀπὸ τοῦ θείου συνεπιλαμβάνοιτο, περιάξω τοι σῴας τὰς νέας καὶ τοὺς ἀνθρώπους ἔστε ἐπὶ τὴν Περσίδα, εἰ δὴ πλωτός τέ ἐστιν ὁ ταύτῃ πόντος καὶ τὸ ἔργον οὐκ ἄπορον γνώμῃ ἀνθρωπίνῃ.”

ネアルコスが言うには、アレクサンドロスは艦隊を指揮させるために誰を選抜すべきかについて彼に相談した。次から次へと人が思い浮かぶにつれて、ある者については自分のために危険を冒そうとはしないとして退け、ある者については気が弱いとし、ある者については故郷への思慕に囚われているとし、またある者たちにはそれぞれ別の難点を挙げていたが、そのときネアルコス自身が名乗り出てこう言った。「王よ、私が艦隊の指揮を引き受けることを誓います。もし神の思し召しが助けとなるならば、もしこの海域が実際に航行可能であり、この事業が人間の知恵によって成し遂げられないものでないならば、私は船と兵たちを無事にペルシアまで連れて行きましょう」。

§20.6

Ἀλέξανδρον δὲ λόγῳ μὲν οὐ φάναι ἐθέλειν ἐς τοσήνδε ταλαιπωρίην καὶ τοσόνδε κίνδυνον τῶν τινα ἑωυτοῦ φίλων ἐμβάλλειν, αὐτὸς δὲ ταύτῃ δὴ καὶ μᾶλλον οὐκ ἀνιέναι ἀλλὰ λιπαρέειν.

アレクサンドロスは言葉の上では自分の友人たちのだれかをそれほどの辛苦とそれほどの危険に投げ込むことを望まないと答えたが、ネアルコス自身はそれゆえになおいっそう諦めずに懇願した。

§20.7

οὕτω δὴ ἀγαπῆσαί τε Ἀλέξανδρον τοῦ Νεάρχου τὴν προθυμίην, καὶ ἐπιστῆσαι αὐτὸν ἄρχειν τοῦ στόλου παντός.

こうしてアレクサンドロスはネアルコスの熱意を歓迎し、全艦隊を指揮する者として彼を任命した。

§20.8

καὶ τότε δὴ ἔτι μᾶλλον τῆς στρατιῆς ὅ τι περ ἐπὶ τῷ παραπλόῳ τῷδε ἐτάσσετο καὶ τὰς ὑπηρεσίας ἵλεω ἔχειν τὴν γνώμην, ὅτι δὴ Νέαρχόν γε οὔποτε ἂν Ἀλέξανδρος προήκατο ἐς κίνδυνον καταφανέα, εἰ μή σφι σωθήσεσθαι ἔμελλεν.

そしてまさにそのとき、この沿岸航海に配属された軍勢や水夫たち全員は、もし無事に救われる見込みがないのであればアレクサンドロスが決してネアルコスを明白な危機へと見捨てるはずはないと考え、以前よりもはるかに気持ちを明るくした。

§20.9

λαμπρότης τε πολλὴ τῇ παρασκευῇ ἐπεοῦσα καὶ κόσμος τῶν νεῶν, καὶ σπουδαὶ τῶν τριηράρχων ἀμφὶ τὰς ὑπηρεσίας τε καὶ τὰ πληρώματα ἐκπρεπέες καὶ τοὺς πάντη δὴ κατοκνέοντας ἐς ὁρμὴν ἅμα καὶ ἐλπίδας χρηστοτέρας ὑπὲρ τοῦ παντὸς ἔργου ἐπηρκότα ἦν.4

準備の豪華さと船々の整った美しさ、そして水夫や漕手たちに向けられた船長たちの際立った熱意も、全く躊躇していた者たちさえ奮い立たせ、事業全体に対するより善き希望を抱かせるのに寄与した。

§20.10

πολλὸν δὲ δὴ συνεπιλαβέσθαι ἐς εὐθυμίην τῇ στρατιῇ τὸ δὴ αὐτὸν Ἀλέξανδρον ὁρμηθέντα κατὰ τοῦ Ἰνδοῦ τὰ στόματα ἀμφότερα ἐκπλῶσαι ἐς τὸν πόντον, σφάγιά τε Ποσειδῶνι ἐντεμεῖν καὶ ὅσοι ἄλλοι θεοὶ θαλάσσιοι, καὶ δῶρα μεγαλοπρεπέα τῇ θαλάσσῃ χαρίσασθαι.

軍勢が元気づくのを大いに助けたのは、アレクサンドロス自身がインダス川の両方の河口を下って外海へと出帆し、ポセイドンをはじめとするすべての海の神々に生贄を捧げ、海に豪華な贈り物を施したことでもあった。

§20.11

τῇ τε ἄλλῃ τῇ Ἀλεξάνδρου παραλόγῳ εὐτυχίῃ πεποιθότας οὐδὲν ὅ τι οὐ τολμητόν τε ἐκείνῳ καὶ ἐπικτὸν ἡγέεσθαι.

さらに彼らは、アレクサンドロスの常識を超えた幸運を信じ、彼にとって大胆に企てられないことや成し遂げられないことは何一つないと考えたのである。

構文注4 件
  1. 20.2ὀκνέειν δὲ αὐτὸν τοῦ τε πλόου τὸ μῆκος καὶ μή

    動詞 ὀκνέω が直接目的語の対格(τοῦ πλόου τὸ μῆκος)と、懸念を表す従属節(μή... διαφθαρῇ)の双方を同時に目的語として取っている構文。後続の διαφθαρῇ と ἀφανίσῃ は μή 節中の接続法。

  2. 20.3ἅμα τῶν ἐν νηὶ ἀνδρῶν, ὅκως τῶν τοιοῦτον στόλον στελλομένων ἀφελεῖ τὸ δεῖμα

    ἀπόρως ἔχειν に従属する構文の交錯。前半の ὅντινα... ἐπιλέξαιτο に並列して ὅκως... ἀφελεῖ 節が続くが、先行する ἅμα τῶν ἐν νηὶ ἀνδρῶν は後続の ἀφελεῖ の分離・奪格的属格(または関心の属格)として先取り置換(prolepsis 的)されており、さらに同格の属格分詞句 τῶν τοιοῦτον στόλον στελλομένων で言い換えられている。

  3. 20.4ὡς δὲ ἄλλου καὶ ἄλλου ἐς μνήμην ἰόντα

    ἰόντα は対格不定詞構文(間接話法)の主語である Ἀλέξανδρον(後続の ἀπολέγειν, ἐπικαλέοντα の意味上の主語)と呼応する男性単数対格分詞。意味上は「アレクサンドロスが次々に人を思い浮かべる中で」を表す。

  4. 20.9ἐπηρκότα ἦν

    動詞 ἐπαίρω(奮い立たせる)の完了能動態分詞中性複数形 ἐπηρκότα と未完了過去 ἦν による完了迂言形。文頭の主語 λαμπρότης, κόσμος, σπουδαί という複数の抽象名詞主語を総体として中性複数扱いで受けた述語構造。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:20.1-20.11